← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§47.24-49.14

舵手比喻的反驳与灵魂可分离性的表述

斐洛波诺驳斥了借助舵手比喻对第二条公理提出的反驳,论证了舵手与理性灵魂都具有特有的可分离活动。随后他解释了亚里士多德为何使用“可能”而非“必然”来表述分离,分别从灵魂与身体的整体关联、光样身体以及包含必然性的“可能”语义进行了阐明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.31#2

ὥστε ἰδία μὲν τοῦ ὀφθαλμοῦ ἡ ἐνέργεια ὡς πρὸς τὰ ἄλλα μέρη, οὐκ ἰδία δὲ ὡς πρὸς τὸ ὅλον· δεῖται γὰρ τῆς ὁλότητος πρὸς σύστασιν. ἡ δὲ πρὸς τὸν ἕτερον κανόνα ἔνστασις αὕτη ἐστί. πῶς, φασίν, λέγει ὅτι ὧν αἱ ἐνέργειαι οὐκ ἴδιαι ἀλλὰ τοῦ συναμφοτέρου, ταὐτὸν δὲ εἰπεῖν ἀχώριστοι, τούτων οὐδὲ ἡ οὐσία χωριστή ἐστιν; ἰδοὺ γάρ, φασί, τοῦ κυβερνήτου ἡ μὲν ἐνέργεια ἀχώριστός ἐστι τοῦ πλοίου, ἡ δὲ οὐσία χωριστή ἐστι· χωρίζεται γὰρ ὁ κυβερνήτης τοῦ πλοίου. λέγομεν οὖν ὅτι ὁ κυβερνήτης ἐνεργεῖ καὶ ὡς κυβερνήτης καὶ ὡς ἄνθρωπος· καὶ αἱ μὲν ὡς κυβερνήτου ἐνέργειαι αὗται ἀχώριστοί εἰσι τοῦ πλοίου καὶ οὐκ ἴδιαι τοῦ κυβερνήτου, αἱ δὲ ὡς ἀνθρώπου αὗται ἴδιαί εἰσι τοῦ κυβερνήτου ὡς ἀνθρώπου· διὸ καὶ χωριστὴ ἡ οὐσία. οὐδὲ γὰρ τοῦτό φαμεν ὅτι δεῖ τὴν χωριστὴν οὐσίαν πάσας ἔχειν τὰς ἐνεργείας ἰδίας, καὶ εἰ μὴ πάσας ἔχοι, οὐκ ἔσται χωριστή, ἀλλ’ ἐὰν ὅλως ἔχοι τινὰ χωριστὴν ἐνέργειαν, πάντῃ τε καὶ πάντως δεῖ καὶ τὴν οὐσίαν χωριστὴν εἶναι· ἐπὶ δὲ τῆς ἀχωρίστου οὐσίας δεῖ πάντως πάσας τὰς ἐνεργείας κοινὰς εἶναι καὶ διὰ τοῦτο ἀχωρίστους. διὰ τοῦτο οὖν καὶ ὁ κυβερνήτης ἐπειδὴ ἐνεργήσειεν ἂν ἐν τῷ πλοίῳ καὶ ὡς ἄνθρωπος νοῶν, διαλεγόμενος, ἐσθίων καὶ πίνων καὶ ἁπλῶς τὰ τοῦ ζῴου πάθη, διὰ τοῦτο καὶ ἡ οὐσία αὐτοῦ χωριστὴ τοῦ πλοίου· ἐπεὶ καὶ ἡ ψυχὴ ἡ λογικὴ ἐν σώματι οὖσα ἔχει καὶ αὐτὴ διττὰς ἐνεργείας, τὰς μὲν ὡς ἐν σώματι (ἔστι γάρ τις καὶ αὐτὴ οἷον κυβερνήτης τοῦ σώματος) τὰς δὲ ὡς ψυχῆς λογικῆς ἰδίας. αἱ μὲν οὖν ὡς ἐν σώματι αὐτῆς ἐνέργειαι, αὗται ἀχώριστοί εἰσι τοῦ συναμφοτέρου, οἷον τὸ κινεῖν τὸ σῶμα, τὸ ζωοποιεῖν· δῆλον γὰρ ὅτι ταύτας ἔχει τὰς ἐνεργείας ἔστ’ ἂν ᾖ ἐν σώματι· ἐπεὶ εἰ χωρισθείη παντὸς σώματος, τί κινήσει, τί ζωοποιήσει;1 αἱ δὲ ὡς λογικῆς οὐσίας ἐνέργειαι, τὸ διανοεῖσθαι, τὸ νοεῖν, αὗται δὴ ἅτε μηδὲν τοῦ σώματος προσδεόμεναι ἴδιαί τε αὐτῆς εἰσι καὶ διὰ τοῦτο καὶ τὴν οὐσίαν αὐτῆς χωριστὴν δεικνύουσι. διόπερ καὶ ὁ Ἀριστοτέλης ἀποδοὺς πάσης ψυχῆς κοινὸν ὁρισμὸν ἤτοι λόγον ἀναλογοῦντα ὁρισμῷ, καὶ εἰπὼν ὅτι ἔστιν ἐντελέχεια σώματος φυσικοῦ ὀργανικοῦ δυνάμει ζωὴν ἔχοντος, ζητεῖ ὅτι πῶς εἴπομεν ἐντελέχειαν εἶναι; πότερον, ὡς ἀχώριστος ἐντελέχειά ἐστιν ἡ ψυχὴ ἢ ὡς πλωτὴρ πλοίου; ὥστε οἶδε καὶ αὐτὸς ἐντελέχειάν τινα χωριστήν, καθὸ βούλεται εἶναι τὴν ψυχὴν ἐντελέχειαν. πάλιν ζητοῦσι, διὰ τί εἰπὼν ὅτι εἰ μὲν οὖν ἔστι τι τῶν τῆς ψυχῆς ἔργων ἢ παθημάτων ἴδιον, ἐπήγαγεν ἐνδέχοιτο ἂν αὐτὴν χωρίζεσθαι· ἔδει γὰρ εἰπεῖν ὅτι ἀνάγκη αὐτὴν χωρίζεσθαι. λέγομεν οὖν ὅτι ὡς πρὸς τὴν ὅλην αὐτῆς σχέσιν τὴν πρὸς τὸ σῶμα ἢ καὶ σώματα εἶπεν. ἐπεὶ γὰρ νῦν ἔστ’ ἂν ᾖ ἐν τῷ σώματι ἀχώριστός ἐστι τοῦ σώματος, διὰ τοῦτό φησιν ὅτι δυνατόν ἐστιν χωρισθῆναι αὐτὴν τοῦ σώματος, καὶ εἰ πάλιν γενήσεται ἐν σώματι καὶ οὐ πάντῃ εἰς τὸν ἄπειρον αἰῶνα μένει δίχα τοῦ παχέος τούτου σώματος. ὃ δὲ γίνεται ἔν τινι καὶ ἀπογίνεται αὐτοῦ, τοῦτο ἐνδεχομένης ἐστὶ φύσεως, ὡς τὸ θερμαίνεσθαι καὶ ἀποθερμαίνεσθαι, καθῆσθαι καὶ ἀνίστασθαι. διὰ τοῦτο, ὡς εἶπον, πρὸς τὴν ὅλην σχέσιν τὴν πρὸς τὸ σῶμα ἀποβλέψας οὕτως εἶπεν. ἴσως δὲ καὶ ἐπέκεινα τούτων ἐπεκτείνων τὸν λόγον καὶ μέχρι τοῦ αὐγοειδοῦς λεγομένου σώματος, ὃ ἀιδίως αὐτῆς φασιν ἐξηρτῆσθαι, οὕτως εἶπε τὸ ἐνδέχεται, ὅτι ὅσον, φησίν, ἐπὶ τῇ ἑαυτῆς φύσει, χωρισθείη ἂν κἀκείνου, εἰ καὶ μὴ ἀναγκαῖον τὸ χωρίζεσθαι αὐτὴν ἐκείνου. τοιοῦτον δὲ τὸ ἐνδεχόμενον, οὗ μὴ ὄντος ἀναγκαίου τεθέντος δὲ οὐδὲν ἀδύνατον ἀκολουθεῖ.2 ὅσον οὖν ἐπὶ τῇ ἑαυτῆς φύσει δύναιτο ἂν κἀκείνου χωρίζεσθαι. πρὸς τούτοις λέγομεν ὅτι τὸ ἐνδεχόμενον, ὡς αὐτὸς ἐν τῷ Περὶ ἑρμηνείας λέγει, φέρεται καὶ ἐπὶ τοῦ ἀναγκαίου· λέγομεν γὰρ ‘ἐνδέχεται τὸν ἥλιον ἐν κριῷ γενέσθαι’, καίτοι ἀναγκαίως γενησομένου. δυνατὸν οὖν καὶ ἐνταῦθα ἐνδεχόμενον λαβεῖν τὸ ἐπὶ τοῦ ἀναγκαίου.

因此,眼睛的活动相对于其他部分而言是特有的,但相对于整体而言则不是特有的;因为它的持存需要完整性。而针对第二条公理的反驳则是这样的:他们说,对于那些活动并非特有而是属于复合物的——也就是说不可分离的——事物,他怎么能说它们的实体也不是可分离的?因为看啊,他们说,舵手的活动与船是不可分离的,但其实体却是可分离的;因为舵手脱离了船而分离。那么我们说,舵手既作为舵手活动,又作为人活动;而作为舵手的活动与船是不可分离的,不是舵手所特有的,但作为人的活动则是舵手作为人所特有的;因此其实体也是可分离的。因为我们并不是说,可分离的实体必须使其全部活动都是特有的,而如果不拥有全部〔特有的〕活动,它就不是可分离的;而是说,如果它根本上拥有某种可分离的活动,其实体也必须全然且完全是可分离的;然而对于不可分离的实体,所有活动都必然是共通的,并因此是不可分离的。正因如此,既然舵手在船上也能作为人活动——思考、交谈、吃喝以及纯粹经历动物的受动状态——由于这一点,他的实体也能脱离船而分离。因为理性的灵魂身在身体之中,它自身也具有双重活动:一方面是作为在身体之中的活动(因为灵魂自身也是身体的某种舵手),另一方面是作为理智灵魂所特有的活动。因此,它作为在身体之中的那些活动,与复合物是不可分离的,例如运动身体、赋予生命;因为显然只要它在身体中,它就具有这些活动;因为如果脱离了一切身体,它将运动什么,又赋予什么生命呢?而作为理性实体的活动,即推论思考和理知,这些活动由于丝毫不需要身体,既是它所特有的,也因此表明其实体也是可分离的。正因如此,亚里士多德在给出了所有灵魂的共同定义,或者相当于定义的说明,并指出它是潜在具有生命的自然有机身体的隐德来希之后,探究道:我们是如何说它是隐德来希的?灵魂究竟是作为不可分离的隐德来希存在,还是如同水手相对于船那样?因此他自己也知道某种可分离的隐德来希,就他意欲灵魂是隐德来希而言。 他们又探究:为什么他说“因此,如果灵魂的功能或受动状态中有某种是其所特有的”之后,接着说“它就可能被分离”?因为他本应当说“它必然被分离”。那么我们说,他是相对于灵魂与身体乃至诸身体的整体关联而言的。因为既然如今只要它在身体中,它与身体就是不可分离的,所以他说它可能脱离身体而分离,即使它将再次进入身体之中,并且不会在无限的永恒中完全脱离这个粗重的身体而留存。进入某物又从中脱离出来的东西,属于偶然可能者的本性,正如变热与变冷,坐下与起立一样。因此正如我所说,着眼于与身体的整体关联,他才这样说的。或许将这一论述甚至扩展到这些之外,直至所谓的光样身体——人们说这一身体永远依附于灵魂——他之所以说“可能”,是因为他说就灵魂自身的本性而言,即使它脱离光样身体并非必然,它也可以脱离那身体;而可能的事物就是指:虽然它不是必然的,但若设定它发生,也不会随之产生任何不可能的结果。因此,就其自身的本性而言,它也可以脱离那身体。除这些之外我们还指出,正如他自己在《解释篇》中所说,“可能”也适用于必然之事;因为我们说“太阳有可能进入白羊宫”,尽管这必然会发生。因此在这里把“可能”理解为适用于必然之事也是完全可以的。

语法注2 条
  1. 1.31ἐπεὶ εἰ χωρισθείη παντὸς σώματος, τί κινήσει, τί ζωοποιήσει;

    ἐπεὶ 引导一个解释性从句(“因为,[若不然……]”),统领条件从句 εἰ χωρισθείη(希求法),主句则为将来时直陈式的修辞疑问句 τί κινήσει, τί ζωοποιήσει,以反问形式表明灵魂若离开身体将无所运动和赋生。

  2. 1.31τοιοῦτον δὲ τὸ ἐνδεχόμενον, οὗ μὴ ὄντος ἀναγκαίου τεθέντος δὲ οὐδὲν ἀδύνατον ἀκολουθεῖ.

    这是“偶然/可能之物”(τὸ ἐνδεχόμενον)的标准哲学定义。关系代词 οὗ 充当属格绝对独立结构(οὗ μὴ ὄντος ἀναγκαίου, τεθέντος δέ)的逻辑主语,意为:“虽然它不是必然的,但若将其设定,则不会随之产生任何不可能的后果”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:47.24-49.14