- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:487.35-489.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯探讨了灵魂各认知能力之间的区别,首先论述感觉与理智及思想的差异,继而阐明居于中介的表象的差异,最后通过是否取决于意志以及是否引发激情(并借助“同意”的概念加以解答)辨析了表象与意见的两种差异,从而完成了本章开篇的理论考察。
ἐπειδὴ οὖν πολλή ἐστιν αὐτῶν ἡ κοινωνία, διὰ τοῦτο πρῶτον αὐτῶν λέγει τὴν διαφοράν. διαφέρει τοίνυν ὁ νοῦς τῆς αἰσθήσεως, ὅτι ἡ μὲν αἴσθησις ἐν πᾶσι τοῖς ζῴοις ἐστίν, ὁ δὲ νοῦς οὐκ ἐν πᾶσιν, ἀλλ’ ἐν μόνῳ ἀνθρώπῳ. οὕτω μὲν οὖν διαφέρει νοῦς αἰσθήσεως. εἶτα μετὰ ταῦτα λέγει διαφορὰν αἰσθήσεως καὶ διανοίας· φησὶ γὰρ ὅτι ἡ μὲν αἴσθησις οὐ ταχέως ἀπατᾶται, ἡ δὲ διάνοια ταχέως ἀπατᾶται. ταχέως δὲ ἀπατᾶται ἡ διάνοια διὰ δύο αἰτίας, ἢ ὅτι ἡ μὲν αἴσθησις περὶ φανερὰ καὶ δῆλα καταγίνεται πράγματα, ἡ δὲ διάνοια περὶ κρυπτά, ἢ ὅτι ἡ μὲν αἴσθησις ἀχρόνως καὶ ἁπλῶς εἰπεῖν κατὰ πρώτην προσβολὴν προσβάλλει τοῖς πράγμασιν, ἡ δὲ διάνοια διὰ μέσων προτάσεων καὶ συμπερασμάτων, ἐξ ὧν ἀπάτη φιλεῖ γίνεσθαι· μόνη γὰρ διάνοιά ἐστιν ἡ συλλογιζομένη, ὅθεν καὶ ἀπατᾶται. καὶ οὗτοί εἰσιν οἱ δύο λόγοι δι’ οὓς ἡ διάνοια ἀπατᾶται. ἢ οὖν ταύτῃ διαφέρει αἴσθησις διανοίας ἢ ὅτι ἡ μὲν αἴσθησις πᾶσι τοῖς ζῴοις ὑπάρχει, ἡ δὲ διάνοια τοῖς ἔχουσι λόγον. εἶτα μετὰ τοῦτο λέγει διαφορὰν φαντασίας πρὸς αἴσθησιν καὶ διάνοιαν, καί φησιν ὅτι διαφέρει τούτων ἡ φαντασία, καθὸ μέση ἐστὶν αἰσθήσεως καὶ διανοίας. ἄρχεται μὲν γὰρ ἀπὸ τῆς αἰσθήσεως· ἀρχὰς γὰρ ἡ αἴσθησις δίδωσιν τῇ φαντασίᾳ· ἐκείνη δὲ λοιπὸν τῇ διανοίᾳ ἀρχὰς δίδωσιν· ἄνευ γὰρ φαντασίας οὐ δύναται ἡ διάνοια ἐνεργῆσαι. καὶ ταύτῃ διαφέρει φαντασία αἰσθήσεως καὶ διανοίας. εἶτα πρὸς τούτοις λέγει δόξης καὶ φαντασίας διαφοράν, ὅτι φαντασθῆναι μὲν ὅτι καὶ θέλομεν δυνάμεθα (καὶ γὰρ καὶ τρίπηχυν καὶ εἰκοσάπηχυν ἄνθρωπον φανταζόμεθα, καὶ δυνάμεθα ἀναπλάσασθαι καὶ τραγέλαφον καὶ Ἱπποκένταυρον) δοξάσαι δὲ ἃ θέλομεν οὐ δυνάμεθα. τὸ γὰρ δὶς δύο εἰπεῖν μὲν δέκα δυνάμεθα,1 δοξάσαι δὲ τοῦτο οὐ δυνάμεθα· καὶ τὸ πῦρ δὲ εἰπεῖν ὅτι οὐ θερμαίνει δυνάμεθα, δοξάσαι δὲ τοῦτο οὐ δυνάμεθα. ὥστε ἡ μὲν φαντασία ἐφ’ ἡμῖν, ἡ δὲ δόξα οὐκ ἐφ’ ἡμῖν. εἰ δὲ δεῖ τἀληθὲς εἰπεῖν, οὐδὲ πᾶσα φαντασία ἐφ’ ἡμῖν ἐστιν· ἡ γὰρ ἐν τῷ καθεύδειν γινομένη οὐκ ἔστιν ἐφ’ ἡμῖν· οὐ γὰρ ἃ θέλομεν ἐν τοῖς ὕπνοις φανταζόμεθα. καὶ τί λέγω τὴν ἐν τῷ καθεύδειν; ἀλλ’ οὐδὲ πᾶσα ἐν τῷ ἐγρηγορέναι. ὅτε μὲν γὰρ τὰ ὄντα ὡς ὄντα φαντάζομαι, οὐ δύναμαι εἰ μὴ ὡς ἔχουσι φαντάζεσθαι αὐτά, οἷον τὸν Σωκράτην εἰ προθῶμαι φαντάζεσθαι, οὐ δύναμαι αὐτὸν φαντασθῆναι ἀστεῖον καὶ λευκὸν καὶ κομῶντα, ἀλλὰ πάντως φαλακρὸν καὶ μέλανα καὶ προγάστορα. ὥστε ἡ ἀκριβὴς διαφορὰ αὕτη ἐστίν, ὅτι ἡ μὲν δόξα οὐδέποτε ἐφ’ ἡμῖν ἐστιν, ἡ δὲ φαντασία ἐστί ποτε ἐφ’ ἡμῖν. αὕτη μὲν ἡ πρώτη διαφορά, λέγω δὲ καὶ δευτέραν τοιαύτην διαφοράν· φαντασθέντες μὲν πόλεμον οὐδέποτε φοβούμεθα, ἀλλ’ οὕτως ἐσμὲν ὡς ἐν γραφῇ τοῦτον θεώμενοι, δοξάσαντες δὲ πόλεμον εὐθὺς καὶ φοβούμεθα. αὕτη ἐστὶ καὶ ἡ δευτέρα διαφορά. πρὸς ἣν ἔστιν ἀπορῆσαι οὕτω· τί φῄς; φανταζόμενοι τὰ δεινὰ οὐ πτοούμεθα; καὶ μὴν καὶ ἵππος δόξαν μὴ ἔχων, ἐὰν ἴδῃ μάστιγα ἀναταθεῖσαν ἀναποδίζει ὡς ἂν τῇ φαντασίᾳ τῶν δεινῶν φοβηθείς.2 αὕτη μέν ἐστιν ἡ ἀπορία. πρὸς ἣν ἐροῦμεν ὅτι ἐστὶ συγκατάθεσις,3 ἥτις καθ’ αὑτὸ μὲν ὑπάρχει τῇ δόξῃ καὶ οὐσία ἐστὶ τῆς δόξης, συμβεβηκὸς δὲ τῇ φαντασίᾳ· καὶ ὅταν οὖν δοξάσας τὰ δεινὰ συγκαταθῶμαι, πτοοῦμαι, καὶ πάλιν ὅταν φαντασθεὶς τὰ δεινὰ συγκαταθῶμαι, πτοοῦμαι. καὶ ὁ ἵππος οὖν πτοεῖται ὑπὸ τῆς φαντασίας διὰ τὴν συγκατάθεσιν, ὡς εἴ γε μὴ γένηται συγκατάθεσις, οὐ πτοεῖται. ἐπεὶ οὖν ταῦτα εἴρηται, ἐν τούτοις ἡ θεωρία σὺν θεῷ πληροῦται.
因此,既然它们之间有诸多相通之处,为此[亚里士多德]首先陈述它们的差异。理智确实不同于感觉,因为感觉存在于一切动物中,而理智并非存在于一切中,而是仅存在于人中。理智便是在这方面不同于感觉。随后,在此之后他陈述了感觉与思想的差异;因为他说感觉不易受骗,而思想容易受骗。思想容易受骗是由于两个原因:要么是因为感觉所处理的是显明清楚的事物,而思想所处理的是隐蔽的事物;要么是因为感觉无时间性地、简而言之是在初次触碰时便触及事物,而思想则通过中介的前提与结论来进行,欺骗通常由此产生;因为唯有思想是进行推论的,由此它也受骗。而这就是思想受骗的两个缘由。因此,要么感觉在这一方面不同于思想,要么是因为感觉属于一切动物,而思想属于具有逻各斯者。随后,在此之后他陈述了表象与感觉及思想的差异,并说表象不同于二者,在于它居于感觉与思想之间。因为它始于感觉;因为感觉为表象提供起点,而表象进而为思想提供起点;因为没有表象,思想便不能活动。表象在此方面亦不同于感觉和思想。此外,在此之上他陈述了意见与表象的差异:我们能够表象我们所愿意的任何事物(因为我们确实能表象三肘高或二十肘高的人,也能构想出鹿羚与半人马),但我们不能相信[形成意见]我们所愿意的事物。因为我们虽然可以说二乘以二是十,但我们不能持有这一意见;我们虽然可以说火不发热,但我们不能持有这一意见。所以表象取决于我们,而意见不取决于我们。但如果必须讲实话,甚至也并非一切表象都取决于我们;因为在睡眠中产生的表象并不取决于我们;因为我们在睡梦中并不能表象我们所愿意的事物。为何我单提睡眠中的表象呢?甚至在清醒时的表象也并非全都取决于我们。因为当我把存在的事物作为存在之物来表象时,我只能依其原本具有的样子去表象它们,比如我若打算表象苏格拉底,我便不能将他表象为文雅、白皙且长发披肩的人,而必定要表象为秃顶、黝黑且大腹便便的人。因此精确的差异乃是:意见决不取决于我们,而表象有时取决于我们。这是第一种差异,但我还要提出如下的第二种差异:当我们表象一场战争时,我们决不害怕,而是如同在画卷中观看它一样,但当我们确信[形成意见认为]有战争时,我们立刻就会害怕。这也是第二种差异。对此可以提出这样的疑难:你说什么呢?难道我们表象可怕之事时不会受惊吓吗?然而甚至没有意见的马,如果看见举起的鞭子,也会后退,仿佛被可怕之事的表象所吓倒一样。这就是疑难。对此我们将说:存在着一种同意,它按其自身属于意见并且是意见的本质,但对于表象而言则是附属性的;因此,当我确信可怕之事并给予同意时,我便受惊吓,同样,当我表象可怕之事并给予同意时,我便受惊吓。因此马也是由于同意而因表象受惊吓,以至于如果同意未曾发生,它便不会受惊吓。因此,既然这些已经讲完,理论考察至此在神的助佑下圆满结束。
- 3.53τὸ γὰρ δὶς δύο εἰπεῖν μὲν δέκα δυνάμεθα
中性定冠词 τὸ 将不定式短语 εἰπεῖν ... δέκα 名词化,作主句主动词 δυνάμεθα 的直接宾语。在该短语内部,δὶς δύο 是 εἰπεῖν 的第一宾语,δέκα 是其宾语补足语(双重宾格结构)。
- 3.53ὡς ἂν τῇ φαντασίᾳ τῶν δεινῶν φοβηθείς
连词 ὡς 与助词 ἄν 及过去被动分词 φοβηθείς 连用,表示假设性或比拟性的原因或样态(“仿佛被……吓倒一样”)。它将马的内部心理表象作为一种表象式的推测而非确凿的事实陈述呈现出来。
- 3.53ἐστὶ συγκατάθεσις
此处的 ἐστί 并非系词,而是表示存在的实义动词,意为“存在着同意”。随后的 ἥτις 引导的关系从句则对这种同意的双重存在方式(对意见而言是本质,对表象而言是附属性)作出了说明。
