- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:486.24-487.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯为荷马与恩培多克勒的引证辩护,同时驳斥了恩培多克勒关于“同类由同类所认识”的论题,并最终转向感觉与理智之间的差异及共通性。
οἱ στίχοι οὖν τοιαύτην ἔννοιαν ἔχουσιν ὅτι ὁ νοῦς τῶν ἀνθρώπων τοιοῦτός ἐστιν, οἵα καὶ ἡ τύχη αὐτῶν. καὶ ἐοικὸς τὸ διστίχιον τοῦτο ἐκείνῳ τῷ τραγικῷ τῷ λέγοντι “πρὸς τὰς τύχας δὲ τὰς φρένας κεκτήμεθα”. πένης γάρ τις ὢν μέτριός ἐστι τὸ ἦθος, πλουτήσας δὲ μοχθηρὸς γίνεται. τοῦτο δὲ οὐκ ἐπὶ παντὸς ἀνθρώπου ἁρμόζει τὸ πρὸς τὰς τύχας εἶναι τὰς φρένας, ἀλλ’ ἐπὶ μόνων τῶν ῥᾳθύμων καὶ ἀκολάστων καὶ ἔνυλον ζωὴν ἐχόντων· ὅθεν ὁ ποιητὴς οὐκ εἶπεν ἀνθρώπων μόνον καὶ ἐσιώπησεν, ἀλλὰ προσέθηκε τὸ ἐπιχθονίων, τὸ ἔνυλον τῆς ζωῆς ἐντεῦθεν ἐμφαίνων ἡμῖν. οἱ δὲ μὴ ἐνύλως ζῶντες οὐχ οὕτω συμμετατρέπονται. ὥστε οὐδὲ ἡ Ὁμήρου χρῆσις συνέχυσε τὰ ὀνόματα. ἀπελογήσαντο δέ τινες καὶ ὑπὲρ Ἐμπεδοκλέους ὅτι οὐ μόνον ἐκ τῶν λειψάνων τῶν αἰσθήσεων τὰ ἐνύπνια γίνονται, ἀλλὰ καὶ ἐξ ἄλλων. τρεῖς γὰρ τούτου εἰσὶν αἰτίαι, τό τε εἰρημένον, ὅταν ἡ φαντασία ἐκ τῶν αἰσθήσεων ποιήσῃ τὰ ὀνείρατα· ἀλλὰ μὴν καὶ ἡ λογικὴ ψυχὴ ἐστιν αἰτία τῶν ὀνειράτων, ὅταν ζητοῦσα εὕρῃ, καὶ ἡ θεία ἔκλαμψις, ὅτε τὰ μέλλοντα προλέγομεν. εἰ οὖν φησιν “ὅθεν σφίσιν αἰεὶ καὶ τὸ φρονεῖν ἀλλοῖα παρίσταται”, ὡς πρὸς τοὺς ὀνείρους ἀπέβλεψεν τοὺς ἀπὸ τῆς λογικῆς ψυχῆς. ἀλλοία δὲ γίνεται ἡ φρόνησις ἐν ὀνείροις, διότι ἐν νυκτὶ ἐναργέστεραι αἱ φυσικαὶ δυνάμεις εἰσὶ καὶ ἀμβλύνεται ἡ λογική, ἐν δὲ τῇ ἡμέρᾳ αὕτη μᾶλλον ἐνεργεῖ. ἐγκαλεῖ δὲ πάλιν Ἀριστοτέλης τῷ Ἐμπεδοκλεῖ οὐ μόνον ὅτι σύγχυσιν ἐποιήσατο τῶν ὀνομάτων, ἀλλ’ ὅτι καὶ εἰπὼν ὡς τὸ ὅμοιον τῷ ὁμοίῳ γινώσκεται, περὶ μὲν γνώσεως εἶπε, περὶ δὲ ἀπάτης οὐκ εἶπε· καίτοι ἐχρῆν περὶ ἀπάτης μᾶλλον εἰπεῖν ἢ περὶ ἐπιστήμης, διότι πλέον οὗ γινώσκομεν1 ἀπατώμεθα. τούτου δὲ αἴτιον ἡ γένεσις καὶ ἡ ἐν τῇ ὕλῃ ἀμβλυωπία τῆς ψυχῆς. ὥσπερ γὰρ τῶν ἐν λοιμώδει χωρίῳ ὄντων πλείους νοσοῦσι τῶν ὑγιαινόντων, οὕτω καὶ τῶν ἐν γενέσει ψυχῶν μᾶλλον αὐθεντεῖ ἄγνοια ἤπερ γνῶσις. ἐπειδὴ οὖν μᾶλλον ἀπατώμεθα, ἐχρῆν αὐτὸν πλέον περὶ ἀπάτης διαλεχθῆναι· οὐδὲ γὰρ ὁ Ἐμπεδοκλῆς δοξάζει μὴ εἶναι ἀπάτην. αὐτὴ γὰρ ἡ δόξα ἡ λέγουσα μὴ εἶναι ἀπάτην ἠλέγχθη ὑπὸ Πλάτωνος. εἰ μὲν οὖν μὴ δοξάζει εἶναι ἀπάτην, τοῖς Πρωταγορείοις ἐλεγχέσθω λόγοις· εἰ δὲ δοξάζει, διὰ τί μὴ εἶπεν τὸ αἴτιον αὐτῆς; εἰ μή τι ἄρα συνάξομεν2 ὅτι εἰ ἡ γνῶσις τοῦ ὁμοίου ἐστὶ γνῶσις, ἡ ἀπάτη ἄρα τοῦ ἀνομοίου ἐστὶ θίξις, καὶ διὰ τοῦ ἀντικειμένου ἠθέλησε καὶ τὸ ἀντικείμενον ὑπακουσθῆναι. καὶ τοῦτο μὲν αὐτῷ συνάγεται, ἡμεῖς δὲ οὐ συγχωροῦμεν τὴν ἐπιστήμην τοῦ ὁμοίου γνῶσιν εἶναι, διὰ συλλογισμοῦ τοῦτο ἀναιροῦντες· εἰ τὰ ἐναντία μία ἐπιστήμη οἶδε, τὰ δὲ ἐναντία ἀνόμοιά ἐστιν, οὐκ ἄρα τὸ ὅμοιον τῷ ὁμοίῳ γινώσκεται. ἰδοὺ γὰρ ἡ ἐπιστήμη μία ἐστί, καὶ δύο ἐναντία οἶδεν· εἰ οὖν ἑνὶ τῶν ἐναντίων ἐστὶν ὁμοία ἡ ἐπιστήμη, τῷ ἄλλῳ ἄρα οὐκ ἔστιν ὁμοία, καίτοι γινώσκουσα αὐτό. ὥστε οὐ τὸ ὅμοιον τῷ ὁμοίῳ γινώσκεται, ὦ Ἐμπεδόκλεις. εἰ οὖν ἡ γνῶσις οὐκ ἔστι τοῦ ὁμοίου θίξις, οὐδὲ ἡ ἀπάτη τοῦ ἀνομοίου θίξις ἐστί. καὶ ταῦτα μὲν πρὸς τὸν Ἐμπεδοκλέα. Λοιπὸν δὲ τὴν διαφορὰν τῶν γνωστικῶν δυνάμεων τῆς ἀλόγου, ὅ ἐστιν αἰσθήσεως καὶ φαντασίας, πρὸς τὰς γνωστικὰς δυνάμεις τῆς λογικῆς παραδίδωσι. καὶ πρῶτον μὲν λέγει τὴν διαφορὰν αἰσθήσεως πρὸς νοῦν, διότι καὶ πλείστην κοινωνίαν ἔχουσι· μόναι γὰρ αὗται τῶν ἄλλων δυνάμεων καὶ τῆς ἀλόγου καὶ τῆς λογικῆς ἀμερῶς ἐπιβάλλουσι τοῖς πράγμασιν. ἥ τε γὰρ αἴσθησις ἀχρόνως ἀντιλαμβάνεται τῶν οἰκείων αἰσθητῶν, ὡς δέδεικται μικρὸν ἀνωτέρω, καὶ ὁ νοῦς δὲ ὁμοίως ἀχρόνως ἐνεργεῖ.
因此,这些诗行的含意是:人类的理智正如他们的命运一般。而这两行诗正类似于那位悲剧诗人所说的:“我们依命运而拥有心思”。因为某人在贫穷时品行克制,富裕后却变得邪恶。然而心思依命运而定这一点,并不适用于所有人,而仅适用于那些怠惰、放纵且过着沉溺于质料生活的人;因此诗人没有仅说“人类的”便停下来,而是增补了“地上凡人的”,以此向我们指明了生命的质料性。但那些不过质料性生活的人却不会这样一同改变。因此,荷马的用例也没有混淆名称。 不过,也有人为恩培多克勒辩护,认为梦境不仅源自感觉的残留,还源自其他原因。因为梦境有三个原因:前述的原因,即表象从感觉中产生梦境;不仅如此,理性灵魂也是梦境的原因,当它探求并有所发现时;此外还有神圣的光照,当我们预言未来之事时。那么,如果他说“由此对他们而言,思想也总是以不同方式呈现”,他是着眼于源自理性灵魂的梦境。而明智在梦中变得各异,是因为在夜间自然本性的能力更为显明,而理性的能力变得迟钝,但在白天后者更为活跃。 亚里士多德又责难恩培多克勒,不仅因为他混淆了名称,而且因为他说同类被同类所认识,虽然谈论了认识,却未谈论欺骗[错误];然而,鉴于我们受骗多于我们所知,本应多谈欺骗而非科学知识。其原因乃是生成以及灵魂在质料中的盲目。正如在疫病区域的人中,患病者多于健康者一样,在生成之中的灵魂也是无知比知识更占支配地位。既然我们更容易受骗,他本应更多地探讨欺骗;因为连恩培多克勒也不认为欺骗不存在。说欺骗不存在的这一观点本身已被柏拉图驳倒。因此,如果他不认为欺骗存在,就应当用普罗泰戈拉的论辩来驳斥他;但如果他认为存在,为什么不说明其原因呢?除非我们推断出:如果认识是对同类的认识,那么欺骗就是对非同类的接触,并且他希望通过相反者使相反者也被理解。这对他而言固然是可以推导出来的,但我们不赞同科学知识是对同类的认识,并通过三段论来推翻它:如果一门科学知识认识相反之物,而相反之物是非同类的,那么同类就不是被同类所认识。看哪,科学知识是一,却认识两个相反之物;那么,如果科学知识与相反之物中的一方相似,它便与另一方不相似,尽管它认识后者。因此,恩培多克勒啊,同类并非被同类所认识。既然认识不是对同类的接触,欺骗也不是对非同类的接触。以上是针对恩培多克勒的论述。 接下来,他阐述了非理性的认知能力(即感觉和表象)与理性的认知能力之间的差异。他首先陈述了感觉与理智的差异,因为它们亦有最大的共通性;因为在非理性和理性的其他能力中,唯独它们是无部分地触及事物的。因为感觉无时间性地把握其固有的感觉对象,正如不久前所表明的那样,而理智亦同样是无时间性地活动。
- 3.53πλέον οὗ γινώσκομεν
关系代词 οὗ 作比较级 πλέον 的比较属格。这是 πλέον ἢ ὅσον γινώσκομεν(“比我们所知的程度更多”)的紧缩或吸引结构,意为“多于我们所认识的”。
- 3.53εἰ μή τι ἄρα συνάξομεν
短语 εἰ μή τι ἄρα 引导一个带保留条件的假设(“除非我们推断出……”)。它针对前文的反问(“为何不说出原因?”)提出唯一可能的辩解,即通过相反关系进行推断。
