- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:485.7-486.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在《论灵魂》卷三第三章开头从非理性灵魂向理性灵魂过渡时讨论表象与感觉的区分与相通之处,斐洛庞奴斯梳理了关于古希腊诗人(恩培多克勒与荷马)混淆理智与思想同感觉与表象名称的论证,展示了其推论的三段论结构,并对亚里士多德理解诗句的恰当性进行了审视与反驳。
" Ἐπεὶ δὲ δύο διαφοραῖς ὁρίζονται μάλιστα τὴν ψυχήν, κινήσει τε τῇ κατὰ τόπον καὶ τῷ νοεῖν καὶ κρίνειν καὶ αἰσθάνεσθαι, καὶ τὰ λοιπά." Ἐπειδὴ ἡ ἀθρόα μεταβολὴ καὶ ἐν λόγῳ καὶ ἐν πράγματι κακή, διὰ τοῦτο οὐκ εὐθὺς ἀπὸ τῆς ἀλόγου χωρεῖ ἐπὶ τὴν λογικήν, ἀλλὰ πρότερον λέγει διάκρισίν τινα τῶν γνωστικῶν τῆς ἀλόγου καὶ τῆς λογικῆς, εἶτα καὶ φαντασίαν διακρίνει ἀπὸ τῆς γνώσεως τοῦ λόγου, καὶ ἐν τῷ μέσῳ διακρίνει φαντασίαν ἀπὸ τῶν κατὰ μέρος αἰσθήσεων, αὐτὴν τὴν ἄλογον πρὸς ἑαυτὴν διακρίνων, ὅπερ οὐκ ἦν σκοπός, καὶ λέγει ὅτι ἡ φαντασία οὔτε αἴσθησίς ἐστιν οὔτε δόξα οὔτε δὲ ἐξ ἀμφοτέρων συνίσταται. πρὶν δὲ διακρίνει ταῦτα,1 θέλων αὐξῆσαι τὴν διάκρισιν κοινωνίαν αὐτῶν λέγει· κοινωνοῦσι γάρ, φησίν, αἱ γνώσεις τῆς ἀλόγου καὶ τῆς λογικῆς, ἐπειδὴ ἄμφω κρίσεις εἰσί. καὶ κατ’ ἄλλο δὲ κοινωνοῦσι, κατὰ τὸ συγχύσαι τοὺς ἀρχαίους2 τὰς γνωστικὰς δυνάμεις τῆς τε λογικῆς καὶ τῆς ἀλόγου· τὰς γὰρ τῶν αἰσθήσεων ἐνεργείας νόησιν ἐκάλεσαν, καὶ τὸ ὄνομα τῆς ἀλόγου ἐνεργείας τῷ ὀνόματι τῆς λογικῆς ἐνεργείας ὠνόμασαν, τὴν αἴσθησιν καὶ τὴν φαντασίαν καλέσαντες νόησιν. τοῦτο δὲ πεποίηκεν Ἐμπεδοκλῆς εἰπὼν “πρὸς παρεὸν γὰρ μῆτις ἀέξεται ἀνθρώποισιν”. συλλογιζόμεθα γὰρ ἐκ τῆς χρήσεως ταύτης ὅτι τὴν μῆτιν καὶ τὴν νόησιν εἶπε τῶν αἰσθητῶν εἶναι. ὁ δὲ συλλογισμὸς τοιοῦτος· ἡ αἴσθησις τῶν αἰσθητῶν ἀντιλαμβάνεται· τὸ τῶν αἰσθητῶν ἀντιλαμβανόμενον τῶν παρόντων ἀντιλαμβάνεται· ἡ αἴσθησις ἄρα τῶν παρόντων ἀντιλαμβάνεται. οὕτως ἐν πρώτῳ σχήματι συνῆκται ὅτι ἡ αἴσθησίς ἐστιν ἡ τῶν παρόντων ἀντιλαμβανομένη, ἣν αὐτὸς μῆτιν ἐκάλεσεν. ὥστε συνέχυσε τὰ ὀνόματα τὴν αἴσθησιν νοῦν καλέσας. τινὲς δέ φασιν ὅτι οὐ τὸν νοῦν ἐκάλεσε μῆτιν, ἀλλὰ τὴν διάνοιαν· πρὸς τὸ παρὸν γάρ, φησίν, ἡ διάνοια ἐνεργεῖ. τὸ γὰρ ἀέξεται ἀντὶ τοῦ ἐνεργεῖ ἔλαβε, καὶ καλῶς εἶπεν αὔξεται· ἡ γὰρ ἐνέργεια αὔξει τὴν δύναμιν, ὥσπερ καὶ τοὐναντίον ἡ ἡσυχία βλάπτει· κίνησις γὰρ κρατύνει. εἰ οὖν περὶ τὰ παρόντα λέγει τὴν διάνοιαν ἐνεργεῖν, τὸ δὲ παρὸν ἡ αἴσθησις οἶδε, ταὐτὸν ἄρα 〈λέγει〉 αἴσθησιν καὶ διάνοιαν. κακῶς δὲ τοῦτο λαμβάνεται· οὐδὲ γὰρ περὶ τὸ παρὸν μόνη αἴσθησις ἐνεργεῖ, ἀλλὰ καὶ διάνοια· ἀλλὰ καὶ μᾶλλον αὕτη, εἴπερ ἡ μὲν αἴσθησις ἔξω ἔχει τὸ αἰσθητόν, ἡ δὲ διάνοια ἐντὸς τὸ ἴδιον πρᾶγμα καὶ ὅτε θέλει προχειρίζεται αὐτό. ὥστε κἂν εἶπε τὴν διάνοιαν περὶ τὸ παρὸν ἐνεργεῖν, οὐκ αἴσθησιν αὐτὴν ἐποίησεν. τὸ αὐτὸ δὲ ἔστιν εἰπεῖν καὶ ἐὰν τὴν αἴσθησιν εἶπε νοῦν. καὶ αὕτη μὲν ἡ πρώτη χρῆσις, ἣν ἐδείξαμεν νῦν ἀπρόσφορον οὖσαν·3 φέρει δὲ καὶ ἄλλην χρῆσιν αὐτοῦ Ἐμπεδοκλέους πρόσφορον τῷ ὄντι. ὁ γὰρ Ἐμπεδοκλῆς τὰς διαφορὰς τῶν ὀνειράτων λέγων φησὶν ὅτι ἐκ τῶν μεθ’ ἡμέραν ἐνεργημάτων αἱ νυκτεριναὶ γίνονται φαντασίαι· ταύτην δὲ τὴν φαντασίαν φρόνησιν καλεῖ ἐν οἷς φησιν “ὅθεν σφίσιν αἰεὶ καὶ τὸ φρονεῖν ἀλλοῖα παρίσταται”. ἰδοὺ γὰρ τηλαυγῶς τὴν γνῶσιν τῆς ἀλόγου, τὴν φαντασίαν φημί, φρόνησιν καλεῖ· καὶ οὐ μόνον Ἐμπεδοκλῆς, ἀλλὰ καὶ Ὅμηρος αὐτός φησι “τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων, οἷον ἐπ’ ἦμαρ ἄγῃσι πατὴρ ἀνδρῶν τε θεῶν τε”.4 νόον γὰρ νῦν λέγει τὴν αἴσθησιν, ἐπ’ ἦμαρ δὲ τὸ αἰσθητόν· τοιαύτη οὖν ἐστιν ἡ αἴσθησις οἷον τὸ αἰσθητόν. ἰδοὺ οὖν, φησί, καὶ Ὅμηρος τὴν αἴσθησιν νοῦν καλεῖ, καὶ ἐντεῦθεν τύρβη γέγονε τῶν ὀνομάτων. λέγομεν δὲ ἡμεῖς ὑπὲρ Ὁμήρου ὅτι, ὦ Ἀριστότελες, κακῶς ἐνόησας τὸ διστίχιον· νόον γὰρ λέγει τὸν νοῦν, ἐπ’ ἦμαρ δὲ οὐ τὸ αἰσθητόν, ἀλλὰ τὴν τύχην ἤτοι τὴν εἱμαρμένην.
“既然人们主要以两种差异来规定灵魂,即以依处所的运动,以及以思索、判定和感觉,等等。” 既然无论在言论中还是在实际事物中,突然的转变都是不善的,因此他并没有立刻从非理性的灵魂过渡到理性的灵魂,而是首先指出了非理性的认知能力与理性的认知能力之间的某种区分,随后又把表象从理性的认知中区分开来,并在两者之间把表象从各个个别感觉中区分开来,在非理性本身之中加以区分,而这原本并不是主旨;并且他说表象既非感觉亦非意见,也不是由二者构成的。但在区分这些之前,他希望突显这一区分,便先陈述了它们的共同点;因为他说,非理性的认知与理性的认知是相通的,既然二者皆为判定。它们在另一方面也是相通的,即由于古人混淆了理性与非理性的认知能力;因为他们把诸感觉的现实活动称为“思索”,以理性现实活动的名称来指称非理性的现实活动,将感觉和表象称为“思索”。恩培多克勒便是如此做的,他说:“因为对人而言,智慧是随当下在场之物而增长的”。因为我们从这一用法中推论出,他所说的智慧和思索是属于感觉对象的。而三段论则是这样的:感觉把握感觉对象;把握感觉对象者把握当下在场之物;因此感觉把握当下在场之物。这样就在第一格中推导出,正是把握当下在场之物者乃是感觉,而他自己将其称为智慧。因此,他把感觉称为理智,从而混淆了名称。但有人说,他称为智慧的不是理智,而是推论思想;因为他说,推论思想是针对当下在场之物而活动的。因为他用“增长”代替“现实活动”,并且说“增长”是妥当的;因为现实活动使潜能增长,正如相反的静止带来损害一样;因为运动使之强化。那么,如果他说推论思想是围绕当下在场之物活动的,而感觉知晓当下在场之物,那么他就是把感觉和推论思想说成了同一事物。但这种理解是拙劣的;因为不仅感觉是围绕当下在场之物而活动的,推论思想亦然;甚至可以说后者更是如此,如果说感觉是将感觉对象置于外部,而推论思想则在内部拥有其固有的对象并在意欲时即可调出它的话。因此,即使他说推论思想围绕当下在场之物活动,他也没有将它等同于感觉。即便他说感觉是理智,也可以作同样的论述。这是第一条引证,我们刚才指明了它是并不切题的;但他还引证了恩培多克勒本人的另一条确实切题的用例。因为恩培多克勒在谈论梦境的差异时说,夜间的表象是由白天的活动中产生的;而他在说“由此对他们而言,思想也总是以不同方式呈现”时,把这种表象称为明智。看哪,他显赫地把非理性的认知,即我所谓的表象,称为明智;不仅恩培多克勒,荷马本人也说:“地上凡人的心灵,正如同人类与诸神之父所带来的白昼”。因为他此处所说的“心灵”是指感觉,“白昼”是指感觉对象;因此感觉正如感觉对象一般。他说,看哪,荷马也把感觉称为心灵,由此产生了名称的混乱。然而我们替荷马辩护说:亚里士多德啊,你对这两行诗的理解是错误的;因为他所说的“心灵”是指理智,而“白昼”并非指感觉对象,而是指命运或宿命。
- 3.53πρὶν δὲ διακρίνει ταῦτα
连词 πρίν 之后接了现在时直陈式 διακρίνει。在古典希腊语中,肯定句之后的 πρίν 通常接不定式(διακρῖναι),但此处属于晚期注疏希腊语用法,直接使用直陈式表示时间上的先后关系:“在区分这些之前”。
- 3.53κατὰ τὸ συγχύσαι τοὺς ἀρχαίους
介词 κατά 支配带有中性单数宾格定冠词的不定式 τὸ συγχύσαι(冠词化不定式),并由 τοὺς ἀρχαίους(宾格)充当其逻辑主语。整个结构构成副词性短语,表示理由或方面:“由于古人混淆了……”。
- 3.53ἣν ἐδείξαμεν νῦν ἀπρόσφορον οὖσαν
动词 ἐδείξαμεν(第一人称复数不定过去时)以关系代词 ἣν 为直接宾语,分词 οὖσαν 和形容词 ἀπρόσφορον 构成宾语补足语:“我们刚才指明了它是并不切题的[那一用例]”。
- 3.53οἷον ἐπ’ ἦμαρ ἄγῃσι πατὴρ ἀνδρῶν τε θεῶν τε
引自荷马《奥德赛》卷18第136–137行。带有史诗虚拟式 ἄγῃσι 的关系分句与前面的 τοῖος... οἷον...(“如同……那样的……”)相应。亚里士多德将 ἐπ’ ἦμαρ 解释为“感觉对象”,而斐洛庞奴斯则反驳主张应将其理解为“命运”或“宿命”。
