- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:483.27-485.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯注解了亚里士多德由共通感觉无时间间隔的现实活动引出同时感知相反者这一难题,驳斥了混淆潜能与现实的虚假解决,并借助“点”的比喻提出真正解决从而结束第一部分的论述。
" Ὥστε ἀχώριστον καὶ ἐν ἀχωρίστῳ χρόνῳ." Τοῦτο κοινόν ἐστι συμπέρασμα τῶν δύο κεφαλαίων· φησὶ γὰρ ὅτι εἰ ἅμα ἐν τῷ αὐτῷ νῦν διακρίνει καὶ τὸ γλυκὺ τοῦ λευκοῦ καὶ θάτερον, τουτέστι τὸ λευκὸν τοῦ γλυκέος, δῆλον ὅτι καὶ ἀχώριστός ἐστι σώματι1 καὶ ἐν ἀχωρίστῳ χρόνῳ ἐνεργεῖ, τουτέστιν ἀχρόνως.
“因此,它是不可分的,并且是在不可分的时间中。” 这是前述两个论点的共同结论;因为他说,如果在同一个“现在”之中,它同时把甜与白区分开来,又把另一方即白与甜区分开来,那么显然它在肉体上是不可分割的,并且在不可分的时间中现实活动,也就是毫无时间间隔地[现实活动]。
"Ἀλλὰ μὴν οὐ δυνατὸν ἅμα τὰς ἐναντίας κινήσεις κινεῖσθαι τὸ αὐτό." Ἐντεῦθέν ἐστι τὸ τέταρτον κεφάλαιον τῆς θεωρίας, ἐν ᾧ ἄρχεται τῆς ἀπορίας καί φησιν, εἰ ἀσώματός ἐστιν ἡ κοινὴ αἴσθησις καὶ ἀχρόνως ἐνεργεῖ, πῶς δύναται ἅμα τῶν ἐναντίων ἀντιλαμβάνεσθαι; εἰ γὰρ ἦν σῶμα, ἠδύνατο κατ’ ἄλλο καὶ ἄλλο καὶ λευκοῦ καὶ μέλανος ἀντιλαμβάνεσθαι ἅμα. νόησιν δὲ ἢ τὴν φαντασίαν λέγει ἢ τὴν ἐνέργειαν τοῦ νοῦ.
“然而,同一事物绝不可能同时被以相反的运动所运动。” 由此是综论的第四个论点,在其中他展开了难题并说道:如果共通感觉是非肉体的且毫无时间间隔地现实活动,它又怎能同时把握相反的事物呢?因为如果它是肉体,它原本能够以不同的部分同时把握白与黑。他说“思索”,是指表象或是指理智的现实活动。
"Ἆρ’ οὖν ἅμα μὲν καὶ ἀριθμῷ ἀδιαίρετον καὶ χρόνῳ ἀχώριστον τὸ κρῖνον." Ἐντεῦθεν ἡ ψευδής ἐστι λύσις τῆς ἀπορίας. ἀριθμῷ δὲ μίαν καὶ χρόνῳ ἀχώριστον λέγει, τουτέστι μίαν μὲν τῷ ὑποκειμένῳ, πολλὰς δὲ τῷ λόγῳ· ἀντὶ δὲ τοῦ εἰπεῖν τῷ λόγῳ εἶπεν πολλὰς δὲ τῷ εἶναι.2 καθὸ μὲν οὖν ἐστι πολλά, τὰ ἐναντία δέχεται, καθὸ δὲ ἕν ἐστι, κρίνει αὐτά· τῷ μὲν γὰρ λόγῳ διαιρετόν ἐστι, τουτέστι πολλά (τὸ γὰρ διαιρούμενον πολλὰ γίνεται), τῷ δὲ ὑποκειμένῳ ἀδιαίρετον καὶ ἕν. ὅπερ ὑποκείμενον δηλῶσαι βουλόμενος εἶπεν ἀριθμῷ δὲ καὶ τόπῳ ἀδιαίρετον.
“那么,进行判定的事物同时在数目上是不可分的,且在时间上是不可分的吗?” 由此是对难题的虚假解决。他所说的在数目上为一且在时间上不可分,是指在基底上为一,但在定义上为多;而他没有说“在定义上”,却说了“在存在上为多”。因此,就其为多而言,它接受相反的事物,而就其为一而言,它对它们进行判定;因为在定义上它是可分的,也就是多数的(因为被分割之物会变成多数),而在基底上则是不可分的且为一。他正是想要指明这个基底,才说了“在数目上和处所上不可分”。
"Ἢ οὐχ οἷόν τε;" Ἐντεῦθέν ἐστιν ἡ ἀνατροπὴ τῆς ψευδοῦς λύσεως τῆς ἀπορίας. δυνάμει γάρ, φησί, τὸ αὐτὸ δύναται δέχεσθαι τὰ ἐναντία ἀδιαίρετον ὄν, τῷ δὲ εἶναι οὔ, ἀντὶ τοῦ ἐνεργείᾳ δὲ οὐ δύναται δέξασθαι τὰ ἐναντία· ἐν γὰρ τῷ ἐνεργεῖσθαι διαιρεῖται. ἐνεργοῦντος γὰρ φέρε εἰπεῖν τοῦ λευκοῦ καὶ τοῦ μέλανος διαιρεῖται τὸ ὑποκείμενον καὶ διασπᾶται καὶ οὐ μένει ἀδιαίρετον.
“抑或这是不可能的?” 由此是对难题的虚假解决的驳斥。因为他说,在潜能上,同一事物在保持不可分的状态下能够接受相反的事物,但在存在上则不能,换言之,在现实上它不能接受相反的事物;因为在处于现实活动的过程中它被分割了。因为比方说当白与黑现实活动时,基底便被分割和撕扯开来,不再保持不可分。
"Ἀλλ’ ὥσπερ ἣν καλοῦσί τινες στιγμήν, ᾗ μία καὶ δύο, ταύτῃ καὶ διαιρετή.3" Ἐντεῦθέν ἐστιν ἡ δευτέρα λύσις, ὅτι ὥσπερ ἡ στιγμὴ καὶ μία ἐστὶν ὡς στιγμὴ καὶ δύο καὶ πολλαί, καθὸ συμπερατοῦται ταῖς εὐθείαις καὶ ὡς πολλαὶ κεχώρισται, οὕτω καὶ ἡ αἴσθησις· καθὸ ὡς στιγμὴ ἐστιν, ἕν ἐστι τὸ αἰσθανόμενον καὶ ἅμα, καθὸ 〈δὲ〉 συνεξέρχεται τοῖς αἰσθητοῖς, ὡς ἡ στιγμὴ ταῖς εὐθείαις, καὶ δύο καὶ πολλὰ κρίνει· καθὸ δὲ ἕν ἐστιν, ἅμα καὶ ἀχρόνως ἀντιλαμβάνεται.
“然而,正如某些人所称的点一样,只要它是一也是二,在这方面它也是可分的。” 由此是第二个解决:正如点作为点自身是一,但只要它与诸直线共同构成界限并作为多数而被分割开,它也是二和多,感觉同样也是如此;只要它犹如点一般,进行感知的主体就是一且是同时的,但只要它伴随着诸感觉对象展开,如同点伴随着诸直线一样,它也判定二和多;而只要它是一,它就同时且毫无时间间隔地进行把握。
"Περὶ μὲν οὖν τῆς ἀρχῆς ᾗ φαμεν τὸ ζῷον αἰσθητικὸν εἶναι, διωρίσθω τὸν τρόπον τοῦτον." Τὸ ᾗ ἀντὶ τοῦ καθό ἐστι·4 οὐχ ὅτι πολλὰς ἔχει ἀρχὰς τὸ ζῷον, διὰ τοῦτο εἶπεν Ἀριστοτέλης ὅτι περὶ ἐκείνης τῆς ἀρχῆς λέγω [περὶ] ᾗ τὸ ζῷον λέγομεν αἰσθάνεσθαι, ἀλλ’ ὅτι μία ἐστὶ καὶ πολλαί, ὥς φησιν ὁ Πλούταρχος. ἐν οἷς ἡ πρᾶξις καὶ τὸ πρῶτον τμῆμα σὺν θεῷ πληροῦται.
“因此,关于我们赖以称动物具有感觉能力的始基,就按这种方式来规定吧。” “赖以”一词代替的是“就其……而言”;并不是因为动物拥有许多始基,亚里士多德才因此说“我谈论的是我们赖以说动物进行感知的那一始基”,而是因为它既是一又是多,正如普鲁塔克所说。至此,本讲以及第一部分在神的相助下圆满结束。
- 3.47ἀχώριστός ἐστι σώματι
与格 σώματι 是表示视点或方面的与格(“在肉体方面不可分割”)。斐洛波诺斯在此转述引文中的 ἀχώριστον,以阐明共通感觉并不像肉体那样在空间上被分割。
- 3.49ἀντὶ δὲ τοῦ εἰπεῖν τῷ λόγῳ εἶπεν πολλὰς δὲ τῷ εἶναι
针对亚里士多德原文中的“在存在上(τῷ εἶναι)”,斐洛波诺斯指出它是用来代指“在定义上(τῷ λόγῳ)”。这里的与格 τῷ λόγῳ 和 τῷ εἶναι 均为限定或方面的与格。
- 3.51ᾗ μία καὶ δύο, ταύτῃ καὶ διαιρετή
由关系副词 ᾗ(“在……的限度内/只要……”)与指示副词 ταύτῃ(“在这方面/在此限度内”)呼应构成的相关句结构。通过限定视角,合理解释了点既不可分又可分的看似矛盾的特性。
- 3.52Τὸ ᾗ ἀντὶ τοῦ καθό ἐστι
斐洛波诺斯将引文中 ᾗ 的句法功能解释为等同于 καθό(“就其……而言”/“在……的限度内”)的限定性副词,排除了纯粹工具性格的“凭借它”,而是指判定动物具有感觉能力的具体层面。
