- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:482.8-483.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对426b8–426b23的文句注释。斐洛庞努斯从各别感觉器官推导出共通感觉的存在,论证进行判定的“终极感觉”绝非可分割的肉体(器官),而必定是非肉体且单一的,并且对不同属感觉对象的判定必须由同一主体在同一不可分割的时间(“现在”)中进行。
" Ἑκάστη μὲν οὖν αἴσθησις τοῦ ὑποκειμένου αἰσθητοῦ ἔστιν, ὑπάρχουσα ἐν τῷ αἰσθητηρίῳ ᾗ αἰσθητήριον.1" Ἑκάστη, φησίν, αἴσθησις τῶν οἰκείων αἰσθητῶν ἀντιλαμβάνεται, οὖσα ἐν τῷ αἰσθητηρίῳ ἑαυτῆς, ὅτε κατὰ φύσιν ἔχει τὸ αἰσθητήριον. αἰσθητήριον δὲ λέγει ἢ τὸ πνεῦμα ἢ τὸ ὀστρέινον. ἡ αἴσθησις οὖν ἡ οὖσα ἐν τῷ αἰσθητηρίῳ αὐτὴ οἶδε τὰ ὁμογενῆ, ἐντεῦθεν δὲ εὐφυῶς εἰσβάλλει εἰς τὴν κοινὴν αἴσθησιν. εἰ γὰρ ἑκάστη αἴσθησις τὰ ἴδια ὁμογενῆ οἶδεν ἐναντία, τὰ δὲ [ἐναντία] ἀνομογενῆ ἡ κοινὴ αἴσθησις οἶδεν, ἔστιν ἄρα ἡ κοινὴ αἴσθησις. καὶ Πλάτων δὲ πρὸ Ἀριστοτέλους καλεῖ κοινὴν αἴσθησιν, ἔνθα φησὶν ‘εἰ γὰρ μή ἐστιν, ὅμοιοί ἐσμεν τοῖς ἐν τῷ δουρίῳ ἵππῳ’, ἐν οἷς οὐκ ἔστι κοινὴ αἴσθησις ἐν τῷ δουρίῳ οὖσα ἵππῳ.
“因此,各别感觉只要作为感觉器官,就是存在于感觉器官之中、关于基底的感觉对象的。” 他说,每一感觉在感觉器官处于自然状态时,处于它自身的感觉器官之中,把握其固有的感觉对象。他所说的感觉器官,或是精气,或是贝壳状的[骨肉]躯体。因此,存在于感觉器官之中的感觉本身认识同属的事物,从这里他巧妙地过渡到了共通感觉。因为如果每一感觉认识其自身固有的同属的相反者,而共通感觉认识不同属的事物,那么共通感觉就是存在的。柏拉图在亚里士多德之前也称之为共通感觉,他在某处说:“因为如果它不存在,我们便犹如木马中的人”,在身处木马中的那些人那里,不存在共通感觉。
"Ἐπεὶ δὲ τὸ λευκὸν καὶ τὸ γλυκὺ καὶ ἕκαστον τῶν αἰσθητῶν πρὸς ἕκαστον κρίνομεν, τινὶ καὶ αἰσθανόμεθα ὅτι διαφέρει. ἀνάγκη δὴ αἰσθήσει· αἰσθητὰ γάρ ἐστιν." Ἀνάγκη, φησί, τὰ ἀνομογενῆ αἰσθήσει τινὶ γινώσκειν, ἐπειδὴ αἰσθητῶν ἀντιλαμβάνεται, τὰ δὲ αἰσθητὰ πρὸς ἀναφορὰν αἰσθήσεων λέγεται, ὡς ὅτι ὁ λόγος οὐκ ἀντιλαμβάνεται αἰσθητῶν, ὥστε οὐδὲν ἔδειξεν ἐκ τούτου.2 ἀλλ’ ἡμεῖς καλῶς ἐδείξαμεν ἐκ τῶν ἀλόγων τοῦτο ὅτι οὐκ ἔστι λογικῆς· καὶ κύων γὰρ κρίνει διαφορὰν γλυκέος καὶ λευκοῦ, εἴπερ οὐ παντὶ λευκῷ ἐπέρχεται (οὐ γὰρ λίθῳ), ἀλλὰ μόνον τῷ ἐγχύμῳ.
“既然我们判定白与甜,并将感觉对象的每一项与另一项加以判定,我们也就是通过某物感知到它们相异。这必然是通过感觉;因为它们是感觉对象。” 他说,必然要通过某种感觉来认识不同属的事物,既然它把握的是感觉对象,而感觉对象又是相对于诸感觉而言的,这仿佛是因为理性并不把握感觉对象,以致他由此什么也没有证明一样。然而我们从非理性动物出发恰当地证明了这并不属于理性能力;因为狗也判定甜与白的差异,只要它并不是朝向一切白的东西奔去(因为并不朝向石头),而只朝向有风味之物奔去。
"Ἧι καὶ δῆλον ὅτι ἡ σὰρξ οὐκ ἔστι τὸ ἔσχατον αἰσθητήριον." Ἐντεῦθέν ἐστι τὸ δεύτερον κεφάλαιον· καὶ σημείωσαι ὅτι τὸ σῶμα σάρκα ἐκάλεσε καὶ τὴν αἴσθησιν αἰσθητήριον. δέον δὲ ἦν αὐτὴν εἰπεῖν ὅτι ἡ ἐσχάτη αἴσθησις οὐκ ἔστι σῶμα· εἶπε δὲ αὐτὸς ὅτι τὸ ἔσχατον αἰσθητήριον οὐκ ἔστι σάρξ. ἐσχάτην δὲ αἴσθησιν ἀκουστέον τὴν κοινὴν αἴσθησιν· ἐσχάτην δὲ αὐτὴν ἐκάλεσε, διότι εἰς αὐτὴν ἀποπερατοῦνται αἱ αἰσθήσεις, καὶ οἱ ἐν αὐταῖς τύποι μετὰ τὸ παρελθεῖν πάντα εἰς αὐτὴν ἔρχονται. εἰ δὲ ἦν σῶμα, φησίν, ἡ κοινὴ αἴσθησις, ἀνάγκη ἦν αὐτὴν ἁπτομένην τῶν αἰσθητῶν κρίνειν αὐτά. καὶ ὅτι οὐ κεχωρισμένως ἐν ἄλλῳ καὶ ἄλλῳ μορίῳ αἰσθάνεται οὗ ἐστι σώματος,3 ἐπεὶ ἔσται ὡς εἰ τοῦ μὲν ἐγώ, σὺ δὲ τοῦδε αἴσθοιο. εἰ γὰρ μὴ μία ἐστὶ δύναμις ἡ κρίνουσα τὸ λευκὸν καὶ τὸ γλυκύ, ὅμοιόν ἐστιν ὡς εἰ δύο τινὲς διαφόρων αἰσθανόμενοι διάφορα αὐτὰ ἔφασαν, ὧν ἑκάτερος οὐκ οἶδε τίνος ὁ ἕτερος ᾔσθετο.
“由此也显然,肉并不是终极的感觉器官。” 由此是第二章[论点];请注意,他把肉体称为肉,把感觉称为感觉器官。原本应当说终极的感觉不是肉体,他自己却说终极的感觉器官不是肉。终极的感觉应当理解为共通感觉;他之所以称之为终极的,是因为诸感觉在它之中终结,并且它们之中的各种印迹在穿过一切之后都来到它这里。他说,如果共通感觉是肉体,那么它就必须在接触感觉对象的同时对它们进行判定。并且它并非在它所属的肉体的不同部分中分割地进行感知,否则就会犹如我感知这个而你感知那个一样。因为如果判定白与甜的能力不是单一的,就犹如两个感知不同事物的人说它们各不相同,而他们中谁也不知道另一人感知到了什么。
"Δεῖ δὲ τὸ ἓν λέγειν ὅτι ἕτερον." Μίαν, φησίν, αἴσθησιν δεῖ εἰπεῖν ὅτι ἕτερόν ἐστι τὸ γλυκὺ καὶ τὸ λευκόν, καὶ τὸ λευκὸν καὶ τὸ γλυκύ. τὸ γὰρ αὐτὸ λέγει, καὶ οὐ δεῖ κεχωρισμένον εἶναι σῶμα τὸ λέγον. ὥστε ὡς λέγει, οὕτως καὶ νοεῖ καὶ αἰσθάνεται. νοεῖ λέγει ἀντὶ τοῦ φαντάζεται.
“而且那单一个必须说它们是相异的。” 他说,必须由单一个感觉来说甜与白是相异的,白与甜也是相异的。因为陈述的是同一者,而且陈述者绝不能是分割开的肉体。因此,正如它陈述的那样,它也同样地思索[表象]并感知。他说“思索”是用来代替“表象”。
"Ὅτι δ’ οὐδ’ ἐν κεχωρισμένῳ χρόνῳ." Ἐντεῦθεν τὸ τρίτον τῆς θεωρίας κεφάλαιον λέγεται, ὅτι ἀχρόνως ἐνεργεῖ ἡ κοινὴ αἴσθησις. ὥσπερ γάρ, φησί, μία ἐστὶν ἀσώματος αἴσθησις ἡ λέγουσα ὅτι διαφέρει τὸ ἀγαθὸν τοῦ κακοῦ, καὶ τὸ κακὸν ἄρα ὅτε λέγει διαφέρειν τοῦ ἀγαθοῦ, ἐν τῷ αὐτῷ χρόνῳ τῷ πρώτῳ λέγει· νῦν γὰρ λέγει ἄμφω, καὶ νῦν κατὰ τὸ κύριον νῦν καὶ οὐ κατὰ συμβεβηκός,4 〈ὡς〉 ὅταν τὸ πάλαι γενόμενον νῦν εἴπω γενέσθαι, οἷον ἐπειδὴ νῦν ἤκουσα, νῦν ἐγένετο τὰ Τρωϊκά. λέγεται δὲ καὶ κυρίως νῦν, ὅταν τὸ νῦν γινόμενον νῦν εἰδῶ, ὥσπερ, φησί, καὶ ἡ κοινὴ αἴσθησις νῦν λέγει τὴν διάκρισιν κατὰ τὸ κυρίως νῦν· ὅτε γὰρ αἰσθάνεται, διακρίνει· τὸ γὰρ περὶ ἀπὸν ἐνεργεῖν φαντασίας ἐστίν.
“而且也不是在分割开的时间中。” 由此阐述了综论[理论阐述]的第三个论点:共通感觉毫无时间间隔地现实活动。因为他说,正如断言善与恶相异的非肉体感觉是单一的一样,当它断言恶与善相异时,也是在同一的原初时间中陈述的;因为它是现在断言这两者的,而且是在本义的“现在”之中,而不是在偶性上的“现在”之中,比如当我说很久以前发生的事在现在发生时,例如“既然我刚刚听说,特洛伊战事就是现在发生的”。但当我知道正在发生的事是现在发生时,也被称为本义的“现在”,正如他说共通感觉也是在本义的“现在”中断言这一区分的;因为当它感知时,它便进行区分;因为针对不在场的事物现实活动是属于想象的。
- 3.42ᾗ αἰσθητήριον
限定副词 ᾗ(“只要作为感觉器官”)。修饰前面的分词短语 ὑπάρχουσα ἐν τῷ αἰσθητηρίῳ,限定感觉能力存在于器官中并非纯粹质料性或被动地存在,而是严格依据其作为感觉器官的功能性本性而存在。
- 3.43ὡς ὅτι ὁ λόγος οὐκ ἀντιλαμβάνεται αἰσθητῶν, ὥστε οὐδὲν ἔδειξεν ἐκ τούτου
句法上,ὡς ὅτι(“仿佛因为……”)引导表示假设性原因的从句,随后的 ὥστε οὐδὲν ἔδειξεν ἐκ τούτου 则表示其推导出的结果:“仿佛因为理性并不把握感觉对象,以致他由此什么也没有证明一样”。此结构引出了一种潜在的反驳,斐洛庞努斯随后以 ἀλλ’ ἡμεῖς καλῶς ἐδείξαμεν 予以回应。
- 3.44ἐν ἄλλῳ καὶ ἄλλῳ μορίῳ οὗ ἐστι σώματος
在关系从句 οὗ ἐστι σώματος 中,先行词 σῶμα 被吸引入关系从句内部并变为属格 σώματος(关系词吸引)。按常规语序相当于 ἐν ἄλλῳ καὶ ἄλλῳ μορίῳ τοῦ σώματος οὗ ἐστι(“在它所从属的肉体的不同部分中”)。
- 3.46νῦν κατὰ τὸ κύριον νῦν καὶ οὐ κατὰ συμβεβηκός
对偶结构 νῦν κατὰ τὸ κύριον νῦν καὶ οὐ κατὰ συμβεβηκός 与下文两个 ὅταν 从句精确对应:偶性上的“现在”(ὅταν τὸ πάλαι γενόμενον νῦν εἴπω)指陈述或听闻的时刻,而本义的“现在”(ὅταν τὸ νῦν γινόμενον νῦν εἰδῶ)则指事物生起与感知判定的严格同时性。
