- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:480.22-482.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯结合圆心与直线的比喻,阐释了亚里士多德就同时判定相反之物这一疑难所提出的错误解决(基质上一、定义上多)与真实解决(基质上既一且多),并进而补充了基于精气可分性的自然学解释以及依《解释篇》对判定的考察,以此结束全篇的综论。
ἀλλ’ ἐπειδὴ ὧν μὲν ἀντιλαμβάνονται αἱ κατὰ μέρος αἰσθήσεις, καὶ ἡ κοινὴ ἀντιλαμβάνεται, ὧν δὲ ἡ κοινή, οὐ πάντως καὶ αἱ κατὰ μέρος, διὰ τοῦτο ὡς ἐπὶ κοινῆς αἰσθήσεως τὸ ἄπορον γυμνάζει. καὶ οὕτω μὲν ἠπόρησεν. εἶτα ἐπιλύεται αὐτὴν οὕτως ὅτι ἡ κοινὴ αἴσθησις καὶ μία ἔστι καὶ πολλαί, μία μὲν τῷ ὑποκειμένῳ, πολλαὶ δὲ τῇ σχέσει, ταὐτὸν δὲ εἰπεῖν τῷ λόγῳ· ὡς ἀπὸ κοινῆς γὰρ πηγῆς τῆς κοινῆς αἰσθήσεως προέρχονται αἱ ἄλλαι αἰσθήσεις, ὥστε μία μέν ἐστιν αὕτη τῷ ὑποκειμένῳ, πολλαὶ δὲ τῷ λόγῳ. καθὸ μὲν οὖν μία ἐστί, κατὰ τοῦτο κρίνει τὴν διαφοράν, καθὸ δὲ πολλαὶ τῷ λόγῳ, κατὰ τοῦτο δέχεται τὰ ἐναντία. αὕτη μέν ἐστιν ἡ ψευδὴς λύσις· ἀνατρέπει δὲ αὐτὴν Ἀριστοτέλης λέγων ὅτι τὰ τῷ ὑποκειμένῳ ταὐτὰ τῷ δὲ λόγῳ διάφορα δυνάμει μὲν ὄντα τὰ ἐναντία1 δύναται δέξασθαι, ἐνεργείᾳ δὲ γενόμενα οὐ δύναται δέξασθαι τὰ ἐναντία. οἷον τυχὸν τὸ θερμὸν καὶ ψυχρὸν τῷ μὲν ὑποκειμένῳ ταὐτά ἐστιν (ἐν ἑνὶ γὰρ ὑποκειμένῳ γίνεται) τῷ δὲ λόγῳ διάφορα, καὶ ὅμως οὐ δύναται ἐνεργείᾳ ἅμα εἶναι. ὥστε οὐδὲ ἡ κοινὴ αἴσθησις, ἐπειδὴ τῷ μὲν ὑποκειμένῳ μία ἐστί, τῷ δὲ λόγῳ πολλαί, ἤδη παρὰ τοῦτο δύναται δέξασθαι τὰ ἐναντία εἴδη τῶν αἰσθητῶν ἅμα. οὕτως ἀνατρέψας τὴν ψευδῆ λύσιν λέγει ἄλλην λύσιν ἀληθῆ· φησὶ γὰρ ὅτι ἡ κοινὴ αἴσθησις καὶ μία ἐστὶ τῷ ὑποκειμένῳ καὶ πολλαὶ πάλιν τῷ ὑποκειμένῳ.2 κατὰ τοῦτο γὰρ διαφέρει αὕτη ἡ λύσις τῆς προτέρας λύσεως, ὅτι ἐκείνη μὲν μίαν ἔλεγε τὴν κοινὴν αἴσθησιν τῷ ὑποκειμένῳ, πολλὰς δὲ τῷ λόγῳ, αὕτη δὲ καὶ μίαν καὶ πολλὰς λέγει αὐτὴν τῷ ὑποκειμένῳ. οἷον ὡς ἐπὶ παραδείγματος γυμνάσωμεν τὸν λόγον, νόησόν μοι κέντρον καὶ ἐξ αὐτοῦ πέντε εὐθείας ἐκβαλλομένας καὶ μετὰ τοῦτο διαιρουμένας ἀπ’ ἀλλήλων. τοῦτο δὴ τὸ κέντρον καὶ ἕν ἐστι πρὸς τὴν οἰκείαν φύσιν, ἀλλὰ μὴν καὶ πολλά· ἑκάστης γὰρ πέρας ἐστὶ τὸ ἓν ἐκεῖνο καὶ μετὰ τὸ διαιρεθῆναι αὐτὰς ἐξ ἀλλήλων. καὶ μὴ εἴπῃς ‘πῶς τὸ ἀμερὲς ὂν πρὸς ἑκάστην ἀπονέμεται’; τοιαύτη γὰρ ἡ τῶν ἀσωμάτων φύσις, ὥσπερ γοῦν καὶ τὸ ζῷον ἕν ἐστι πρὸς τὴν φύσιν καὶ πολλά· ὅλον γὰρ ὡς ὅλον ἐν τῇ ἑκάστου ἀτόμου ἐστὶ φύσει. εἰ οὖν καὶ ἕν ἐστιν ἡ κοινὴ αἴσθησις καὶ πολλὰ τῷ ὑποκειμένῳ, ὡς μὲν ἓν ταύτῃ κρίνει, ὡς δὲ πολλὰ γινώσκει πολλά, κἂν ὦσι ταῦτα ἐναντία. καὶ τὰ μὲν διὰ τῆς λέξεως ταῦτα. ἀλλ’ ἐπειδὴ λογικωτέρα ἐστὶν ἡ τοιαύτη ἀπόδοσις, φέρε φυσικωτέραν λύσιν ἐπινοήσωμεν· ἔστι δὲ αὕτη. ἡ κοινὴ αἴσθησις αὐτὴ μὲν ἀσώματός ἐστιν, ἐν ὑποκειμένῳ δέ ἐστι τῷ σώματι· ὑπόκειται γὰρ αὐτῇ τὸ πνευματικὸν σῶμα. τὰ οὖν εἴδη τῶν αἰσθητῶν, κἂν ὦσιν ἐναντία, ἐν τῷ πνευματικῷ γίνονται κατ’ ἄλλο καὶ ἄλλο αὐτοῦ μέρος· λοιπὸν ἡ δύναμις αὕτη τὰ ἐν τῷ πνεύματι πάθη κρίνει. καὶ οὕτως ἐπιλυόμεθα τὸν λόγον, καὶ οὔ φαμεν ἐν ἀμερεῖ τὰ ἐναντία εἴδη γίνεσθαι, ἀλλ’ ἐν μεριστῷ, τουτέστι τῷ πνευματικῷ, κατ’ ἄλλο καὶ ἄλλο μέρος. εἰπὲ δὲ καὶ τὸ ἄλλο ὅτι ὑλικῶς μὲν οὐχ ἅμα τῶν ἐναντίων ἀντιλαμβάνεται, κριτικῶς δὲ ἅμα, ἐπειδὴ ἅμα κρίνει τὰ ἐναντία. πλὴν ἐὰν προσσχῇς, οὐδὲ κριτικῶς· εἴρηται γὰρ ἐν τῷ Περὶ ἑρμηνείας ὅτι ἐναντίαι δόξαι εἰσὶν οὐχ αἱ περὶ ἐναντίων ἐναντία λέγουσαι, οἷον ὅτι τὸ μὲν λευκὸν διακρίνει τὸ δὲ μέλαν συγκρίνει, ἀλλ’ αἱ περὶ τοῦ αὐτοῦ τὰ ἐναντία λέγουσαι, οἷον ὅτι τὸ λευκὸν καὶ διακρίνει καὶ συγκρίνει. αὗται οὖν εἰσιν αἱ ἐναντίαι δόξαι. εἰ οὖν ἡ κοινὴ αἴσθησις εἴποι ὅτι τὸ μὲν λευκὸν διακρίνει, τὸ δὲ μέλαν συγκρίνει, οὐδὲν πείσεται,3 διότι οὐ τὰ ἐναντία ἔκρινε, καὶ ἄμφω ἀληθῶς καὶ οὐ περὶ τοῦ αὐτοῦ ἐναντία ἀπεφήνατο. ὥστε οὐδὲ κριτικῶς τῶν ἐναντίων ἀντιλαμβάνεται. ἡ πρὸ ταύτης οὖν λύσις καλῶς ἔχει. ὅρα δὲ ὅτι μεμφόμενος Πλάτωνι, διότι κατεμαθηματικεύσατο τὴν φύσιν, αὐτὸς διὰ μαθηματικῶν ἐπελύσατο τὰ φυσικά· ἰδοὺ γὰρ εἶπεν τὴν τῆς στιγμῆς λύσιν. πρὸς ὃ λέγομεν ὅτι οὐ διὰ τὸ ἐπιλύεσθαι ἐκ τῶν μαθηματικῶν τὰ φυσικὰ ἐπιμέμφεται αὐτῷ, ἀλλ’ ὅτι τὰ φυσικὰ μεγέθη ἐκ τῶν μαθηματικῶν συνίστησι. ταῦτα εἰπών, ἐπειδὴ ταὐτὸν λέγει φαντασίαν καὶ κοινὴν αἴσθησιν, τὸν περὶ φαντασίας λόγον γυμνάζει καὶ τρέπεται εἰς τὴν περὶ τῆς λογικῆς ψυχῆς διδασκαλίαν, ἵνα δείξῃ ὅτι αὕτη ἐστὶν ἡ πρώτως κινοῦσα καὶ οὐχ ἡ ἄλογος· ἐν οἷς ἡ θεωρία.
但既然各别感觉所把握之物,共通感觉也同样把握,而共通感觉所把握之物,各别感觉却绝非全都能把握,因此他是如同针对共通感觉那样推演这一疑难的。他就是这样提出疑难的。随后他如下这样解决它:共通感觉既是一又是多,在基质上是一,但在关系上、也就是就定义[逻各斯]而言是多;因为其他感觉仿佛从共通感觉这一共同源泉中流出,以致它在基质上是一,但在定义上是多。因此,就其为一而言,据此它判定差异;就其在定义上为多而言,据此它接收相反之物。这是错误的解决;亚里士多德驳斥了它,指出在基质上同一而在定义上不同的事物,当潜在地是相反者时能够接收相反之物,但一旦现实地生成[为相反者],便不能接收相反之物。例如,比方说热与冷在基质上同一(因为它们产生于同一个基质中),而在定义上不同,然而它们却不能同时现实地存在。因此,共通感觉也不会因为在基质上是一而在定义上是多,就立刻由于这一点而能够同时接收感觉对象的相反形式。在如此驳斥了错误的解决之后,他又提出了另一个真实的解决;因为他说,共通感觉在基质上是一,而且再次在基质上也是多。正是在这一点上,这一解决不同于前一个解决:前一个解决主张共通感觉在基质上是一而在定义上是多,而这一个解决则主张它在基质上既是一又是多。例如,让我们通过一个例子来推演这一论据:请为我想象一个中心,从它引出五条直线,随后它们彼此分开。这个中心就其自身的本性而言确实是一,但又确实是多;因为即使在它们彼此分开之后,那单一个中心也是每一条直线的端点。而且切莫说“无部分之物如何分配给每一条线”;因为非肉体之物的本性便是如此,正如动物就其本性而言既是一又是多;因为整体作为一个整体存在于每个个体的本性之中。因此,如果共通感觉在基质上既是一又是多,那么就其为一而言,它据此进行判定;就其为多而言,它认识多数事物,即使这些事物是相反的。从文句上而言便是这些内容。但既然这样的说明偏于逻辑[抽象],来吧,让我们构想一个更具自然学性质的解决;它便是如此:共通感觉自身是非肉体的,但存在于作为基质的物体之中;因为精气之躯充当着它的基底。因此,感觉对象的形式,即使是相反的,也是依精气之躯的不同部分而在其中生成的;随后这一能力判定精气中的诸受动。我们由此解决了这一论据,而不必说相反的形式产生于不可分之物中,而是产生于可分之物中,即精气之中,且是依不同部分生成的。还要说明另一点:在质料上它并非同时把握相反之物,但在判定上则是同时的,因为它同时判定相反之物。然而如果你仔细留意,甚至在判定上也不是[把握相反之物];因为正如在《解释篇》中所说,相反的意见并不是针对相反事物陈述相反之事的意见(例如白使散开,黑使聚合),而是针对同一事物陈述相反之事的意见(例如白既使散开又使聚合)。因此,这些才是相反的意见。所以,如果共通感觉说白使散开而黑使聚合,它不会蒙受任何[反驳与矛盾],因为它并未判定相反之物,并且真实地断言了两件事,而不是针对同一事物断言了相反之事。因此,甚至在判定上它也没有把握相反之物。所以前于此说的那个解决是成立的。但请注意,他在责难柏拉图将自然数学化时,自己却通过数学之物解决了自然学的问题;因为看啊,他提出了关于点的解决。对此我们说,他责难柏拉图并不是因为从数学之物来解决自然学问题,而是因为柏拉图从数学之物构成自然学的量度。在说了这些之后,既然他主张想象[凡塔西亚]与共通感觉是同一的,他便推演关于想象的论述,并转向关于理性灵魂的学说,以证明理性灵魂才是首要的发动者,而非非理性灵魂;综论[理论阐述]至此告终。
- 3.41δυνάμει μὲν ὄντα τὰ ἐναντία δύναται δέξασθαι, ἐνεργείᾳ δὲ γενόμενα οὐ δύναται δέξασθαι τὰ ἐναντία
分词 ὄντα 和 γενόμενα 与 ὅτι 从句中限定动词单数形式 δύναται 的主语(中性复数主格)τὰ τῷ ὑποκειμένῳ ταὐτὰ τῷ δὲ λόγῳ διάφορα 一致,作时间或条件性的附加分词。词组 τὰ ἐναντία 既作为 δυνάμει ὄντα / ἐνεργείᾳ γενόμενα 的表语补足语,又作为两个 δέξασθαι 的直接宾语。
- 3.41καὶ μία ἐστὶ τῷ ὑποκειμένῳ καὶ πολλαὶ πάλιν τῷ ὑποκειμένῳ
该句法的关键在于限定与格 τῷ ὑποκειμένῳ 在两个表语中的重复,明确对照于前述错误解决中 τῷ ὑποκειμένῳ 与 τῷ λόγῳ 的对立。阴性单数 μία 和阴性复数 πολλαί 共同充当主语 ἡ κοινὴ αἴσθησις 的表语。
- 3.41οὐδὲν πείσεται
动词 πάσχω 的将来时习惯用法,意为“不会蒙受任何矛盾/不合情理之处”或“不会受到任何对立受动”。承接前文关于接收(δέχεσθαι)和受动(πάθος)的讨论,此处表明:断言不同事物的相反性质并不会使感知主体自身承受相反性质的冲突。
