- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:479.4-480.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞奴斯就426b8进行注疏,总结了关于共通感觉四个章节中的第一章(共通感觉的存在),并依次展开第二章(非肉体性)、第三章(无时间延搁活动及“现在”的本质性)与第四章(非肉体且无时间延搁的感觉如何能同时判定并接收相反形式的疑难)。
λέγομεν ὅτι οὐκ ἔστι διακεκριμένη· δέδεικται γὰρ ὅτι οὐκ ἔστιν ἕκτη τις ἑτέρα διακεκριμένη τῶν πέντε τούτων· κοινὴ ἄρα ἐστίν. οὐκοῦν δέδεικται οὖσα ἡ κοινὴ αἴσθησις. ἐν οἷς τὸ πρῶτον πληροῦται κεφάλαιον. Δεύτερον κεφάλαιόν ἐστιν ἐν ᾧ δείκνυσιν ὅτι οὐκ ἔστι σῶμα ἡ κοινὴ αἴσθησις. εἰ γὰρ ἦν σῶμα, μεριστῶς ἐνήργει· πᾶν γὰρ σῶμα μεριστῶς ἐνεργεῖ. εἰ οὖν ἦν σῶμα, οὐδέποτε ἐν τῷ αὐτῷ καὶ γλυκὺ καὶ λευκὸν ἐδέχετο, ἀλλ’ ἐν τῷδε μὲν ἑαυτῆς μέρει τὸ γλυκύ, ἐν ἄλλῳ δὲ τὸ λευκόν, καὶ οὐκ ἦν ὅλως τὸ κρῖνον· ὅμοιον γὰρ ἦν τὸ τοιοῦτο, φησίν, ὡς εἰ σὺ μὲν τοῦδε αἴσθοιο, τοῦδε δὲ ἐγώ.1 οὐκοῦν ὅλη ὡς ὅλη ἡ κοινὴ αἴσθησις αἰσθάνεται γλυκέος καὶ λευκοῦ. εἰ δὲ μὴ ὅλη ὡς ὅλη ἀντελαμβάνετο, πῶς εἶχεν αὐτὰ κρῖναι μὴ γινώσκουσα ἀμφότερα; εἰ δὲ καὶ συγχωρήσω ὅτι δύναται λευκὸν καὶ γλυκὺ ἐν τῷ αὐτῷ μέρει δέξασθαι, ἀλλ’ οὐ δὴ καὶ τὰς ἐναντίας ποιότητας, οἷον λευκοῦ καὶ μέλανος, θερμοῦ καὶ ψυχροῦ. ἄλλως τε δὲ εἰ ἦν σῶμα, ἐχρῆν αὐτὴν ἁπτομένην τῶν αἰσθητῶν ἐνεργεῖν· πᾶν γὰρ σῶμα ἁπτόμενον δρᾷ. ἀλλὰ μὴν ἡ κοινὴ αἴσθησις οὐχ ἁπτομένη τῶν αἰσθητῶν δρᾷ· οὐκ ἄρα ἐστὶ σῶμα. τοῦτο καὶ τὸ δεύτερον κεφάλαιον. Τρίτον ἐστὶ κεφάλαιον ἐν ᾧ δείκνυσιν ὅτι ἀχρόνως ἐνεργεῖ· τοῦτο δὲ δείκνυσιν οὕτως. ὡς λέγει ἡ κοινὴ αἴσθησις, οὕτω καὶ γινώσκει. εἰ οὖν ἐν ἑνὶ νῦν λέγει τὴν διαφορὰν γλυκέος καὶ λευκοῦ, καὶ οὐκ ἐν ἄλλῳ μὲν νῦν τὴν διαφορὰν τοῦ λευκοῦ, ἐν ἄλλῳ δὲ νῦν τὴν διαφορὰν τοῦ γλυκέος, δῆλον ἄρα ὅτι καὶ ἐν ἑνὶ νῦν οἶδε τὴν διαφορὰν γλυκέος καὶ λευκοῦ. ὅταν γὰρ λέγῃ ἡ κοινὴ αἴσθησις ἐν ἑνὶ νῦν, οὐ κατὰ συμβεβηκὸς λέγει, ἀλλὰ καθ’ αὑτό, οἷον ἐπὶ παραδείγματος νόει ὃ λέγω ‘νῦν ἤκουσα ὅτι Πλάτων ἐν Σικελίᾳ γενόμενος συνέτυχε Σωκράτει’. ἰδοὺ ἐνταῦθα τὸ νῦν πρὸς μὲν τὴν ἐμὴν ἀκοὴν καθ’ αὑτό ἐστιν (νῦν γὰρ τῷ ὄντι ἐγὼ ἤκουσα), πρὸς δὲ τὴν Πλάτωνος ἄφιξιν τὸ νῦν κατὰ συμβεβηκός ἐστι· κἂν γὰρ ἐγὼ νῦν ἤκουσα, οὐδὲν ἄτοπον ἐκεῖνον ἐκ πολλοῦ ἐκεῖ παραγενέσθαι. εἰ δὲ συμβῇ νῦν ναυμαχίαν γενέσθαι, καὶ ἐν ᾧ νῦν γέγονεν ἡ ναυμαχία, ἐν τούτῳ εἴπω ‘νῦν ἤκουσα ναυμαχίαν γενομένην’, τότε τὸ νῦν καὶ πρὸς ἐμὲ〈καθ’ αὑτό〉 ἐστιν (νῦν γὰρ ἤκουσα) καὶ πρὸς τὴν ναυμαχίαν καθ’ αὑτὸ πάλιν ἐστί· νυνὶ γὰρ κἀκείνη γέγονεν. ἡ οὖν κοινὴ αἴσθησις ἐν ᾧ νῦν λέγει τὴν διαφορὰν τοῦ λευκοῦ πρὸς τὸ γλυκύ, ἐν τῷ αὐτῷ αἰσθάνεται καὶ τῆς διαφορᾶς, τοῦ νῦν καθ’ αὑτὸ ὑπάρχοντος καὶ πρὸς τὸ λέγειν καὶ πρὸς τὸ εἰδέναι·2 ὥστε ἀχρόνως ἐνεργεῖ ἡ κοινὴ αἴσθησις. τοῦτο καὶ τὸ τρίτον κεφάλαιον. Τέταρτον κεφάλαιόν ἐστιν ἐν ᾧ τὴν ἀπορίαν προβάλλεται. πῶς, φησίν, ἡ κοινὴ αἴσθησις τὰ ἐναντία κρίνει, οἷον λευκὸν καὶ μέλαν ἢ θερμὸν καὶ ψυχρόν; οὔτε γὰρ μόνον τὰ ἀνομογενῆ κρίνει, ἀλλὰ καὶ τὰ ὁμογενῆ. ἄξιον οὖν ἀπορῆσαι πῶς τὰ ἐναντία εἴδη γίνεται παρὰ τὴν κοινὴν αἴσθησιν. εἰ μὲν γὰρ ἦν σῶμα, οὐκ ἦν ἀπορῆσαι· δυνατὸν γὰρ ἦν λέγειν ὅτι κατ’ ἄλλο καὶ ἄλλο μέρος γίνεται τὰ ἐναντία· ἀλλ’ ἐπειδὴ ἀσώματος οὖσα καὶ ἀμερής ἐστιν, ἀποροῦμεν πῶς ἐν τῷ αὐτῷ γίνεται τὰ ἐναντία εἴδη. καὶ πάλιν εἰ ἀσώματος οὖσα ἐν χρόνῳ ἐνήργει, δυνατὸν ἦν λέγειν ὅτι ἐν ἄλλῳ καὶ ἄλλῳ χρόνῳ ἐγίνετο τὰ ἐναντία, οἷον ἐν τῷδε μὲν τῷ χρόνῳ τὸ θερμὸν ἐν τῷδε δὲ τὸ ψυχρόν. ἀλλ’ ἐπειδὴ ἀχρόνως ἐνεργεῖ καὶ ἐν τῷ αὐτῷ νῦν, διὰ τοῦτο ἄξιον ἀπορῆσαι. ὥστε ἐκ τῶν δύο κεφαλαίων τῶν φθασάντων δεινοῦται ἡ ἀπορία. εἴτε γὰρ σῶμα ἦν, οὐκ ἦν ἄπορον (κατ’ ἄλλο γὰρ μέρος καὶ ἄλλο ἠδύνατο δέξασθαι τὰ ἐναντία) εἴτε ἀσώματος οὖσα ἐν χρόνῳ ἐνήργει, πάλιν ἠδύνατο ἐν ἄλλῳ καὶ ἄλλῳ χρόνῳ δέξασθαι τὰ ἐναντία· ἀλλ’ ἐπειδήπερ καὶ ἀσώματός ἐστι καὶ ἀχρόνως ἐνεργεῖ, διὰ τοῦτο ἀποροῦμεν πῶς δέχεται τὰ ἐναντία εἴδη ἅμα. αὕτη μέν ἐστιν ἡ ἀπορία, ἣν ἐπὶ μὲν τῆς κοινῆς αἰσθήσεως γυμνάζει, ἁρμόζει δὲ ἐπὶ τῶν κατὰ μέρος αἰσθήσεων μᾶλλον·3 αὗται γὰρ μᾶλλον τῶν ἐναντίων ἀντιλαμβάνονται ἤπερ ἡ κοινὴ αἴσθησις.
我们主张它并不是与[这五种感觉]相分离的;因为已经证明,并没有与这五种感觉相分离的第六种其他感觉;因此它是共通的。于是已经证明共通感觉是存在的。至此第一章告竣。 第二章是他证明共通感觉不是物体的地方。因为如果它是物体,它就会具部分地活动;因为凡物体都具部分地活动。因此,如果它是物体,它绝不会在同一[部分]中同时接收甜与白,而是在自身的这一部分接收甜,在另一部分接收白,并且根本就不会有作为整体进行判定者;因为他说,这种情形就像“如果你感知这一者,而我感知另一者”。因此,共通感觉作为整体、作为一个整体去感知甜与白。如果它不是作为整体作为一个整体去把握,既然不知道两者,它又怎能判定它们呢?而且即使我让步说它能在同一部分中接收白与甜,却断不能同时接收相反的性质,如白与黑、热与冷。再者从另一方面说,如果它是物体,它就必须通过接触感觉对象而活动;因为凡物体都通过接触发生作用。然而共通感觉并不是通过接触感觉对象而起作用的;因此它不是物体。这也是第二章。 第三章是他证明它无时间延搁地活动的地方;他如下这样证明这一点。正如共通感觉述说的那样,它也同样如此认识。因此,如果它在一个单一的“现在”述说甜与白的差异,而不是在一个“现在”述说白的差异而在另一个“现在”述说甜的差异,那么显而易见,它也是在一个单一的“现在”知道甜与白的差异。因为当共通感觉在一个单一的“现在”述说时,它不是偶然地述说,而是本质地述说;例如,从一个例子来领会我所说的话:“我现在听说柏拉图到了西西里并遇见了苏格拉底。”看啊,在这里,“现在”相对于我的听闻是本质的(因为我确实是现在听说的),但相对于柏拉图的到达,“现在”则是偶然的;因为即便我是现在听说,他早在很久以前就到达那里也是毫不悖谬的。但如果碰巧现在发生了一场海战,并且在海战发生的那同一个“现在”中,我说“我现在听说发生了一场海战”,那么这时“现在”不仅对我而言是本质的(因为我是现在听说的),而且对海战而言同样也是本质的;因为那场海战也是刚刚发生的。因此,共通感觉在它述说白与甜之差异的那个“现在”中,在同一时刻也感知到了这一差异,“现在”无论对于述说还是对于知道都是本质存在的;因此共通感觉是无时间延搁地活动的。这也是第三章。 第四章是他提出疑难的地方。他说,共通感觉如何判定相反之物,如白与黑,或热与冷呢?因为它不仅判定不同属之物,而且也判定同属之物。因此,相反的形式如何存在于共通感觉之中,乃是值得发难的。因为如果它是物体,便不会成其为疑难;因为尽可以说相反之物是依不同部分而产生的;但既然它是非肉体且无部分的,我们便困惑相反的形式如何产生于同一处。再者,如果它虽非肉体却在时间中活动,尽可以说相反之物是在不同时间中产生的,例如在这一时间产生热,而在另一时间产生冷。但既然它是无时间延搁地且在同一个“现在”中活动的,因此才值得发难。所以,由前面的两章,疑难变得更为尖锐。因为如果它是物体,便不会成疑难(因为它能够依不同部分接收相反之物);抑或如果它虽非肉体却在时间中活动,也同样能够在不同时间接收相反之物;但既然它既是非肉体的又无时间延搁地活动,正因如此我们才困惑它如何能同时接收相反的形式。这便是他针对共通感觉所推演的疑难,但它其实更适用于各别感觉;因为比起共通感觉,毋宁是这些[各别感觉]更能把握相反之物。
- 3.41ὡς εἰ σὺ μὲν τοῦδε αἴσθοιο, τοῦδε δὲ ἐγώ
改述引用自亚里士多德原文(426b18)。连词 ὡς εἰ 后接希求法(αἴσθοιο),表示假设性或虚拟性比喻(“正如……一样”)。从句主语分立为 σὺ μὲν 与 ἐγώ,简明地表明若共通感觉依不同空间部分活动,感知的主体统一性将丧失,等同于两个不同的人各自感知不同的事物这一荒谬结论。
- 3.41τοῦ νῦν καθ’ αὑτὸ ὑπάρχοντος καὶ πρὸς τὸ λέγειν καὶ πρὸς τὸ εἰδέναι
独立属格结构(genitive absolute),以名词短语 τοῦ νῦν 为主语,分词 ὑπάρχοντος 为谓词。承接前文关于海战的比喻(主观听闻与客观事件在同一“现在”重合),此句阐明了在共通感觉中,“现在”对于陈述(τὸ λέγειν)与认识(τὸ εἰδέναι)两者而言都是本质地(καθ’ αὑτό)而非偶然地成立的条件和理由。
- 3.41ἣν ἐπὶ μὲν τῆς κοινῆς αἰσθήσεως γυμνάζει, ἁρμόζει δὲ ἐπὶ τῶν κατὰ μέρος αἰσθήσεων μᾶλλον
关系代词 ἣν 的先行词是前文的 ἡ ἀπορία。动词 γυμνάζει 省略了主语,依语境指亚里士多德(“他针对共通感觉所推演的”)。连词 μέν...δέ 将亚里士多德在共通感觉上探讨此疑难,与注释家斐洛庞奴斯指出的这一疑难实际上更适用于各别感觉(ἁρμόζει δὲ...)作了对比。
