← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§477.19-479.4

共通感觉的论证框架与异种感觉对象的判别

菲洛波诺斯在第三卷第二章讲论之始,首先列明了共通感觉的存在、非肉体性、无时间延搁之活动以及相关疑难与解答的整体论述框架,随后论证了认识异种感觉对象(如白与甜)之差异者既非理智,亦非单一特定感觉或两种分离的感觉,而必定是独立于五种感觉之外的单一共通感觉。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.41#1

" Ἑκάστη μὲν οὖν αἴσθησις τοῦ ὑποκειμένου αἰσθητοῦ ἐστιν, ὑπάρχουσα ἐν τῷ αἰσθητηρίῳ ᾗ αἰσθητήριον." Διαλεχθεὶς περὶ τῶν πέντε αἰσθήσεων καὶ διδάξας ὅτι οὐκ ἔστιν ἄλλη αἴσθησις ἕκτη ἀντιδιῃρημένη ταῖς πέντε ταύταις, ἵνα μή τις οἰηθῇ ὅτι τούτῳ τῷ λόγῳ οὐδὲ ἡ κοινή ἐστιν αἴσθησις, βούλεται διὰ τούτων δεῖξαι ὅτι ἔστιν ἡ κοινὴ αἴσθησις, καὶ οὐ μόνον τοῦτο, ἀλλ’ ὅτι καὶ ἀσώματός ἔστιν αὕτη ἡ κοινὴ αἴσθησις, τρίτον πρὸς τούτοις, ὅτι ἀχρόνως ἐνεργεῖ· οὔτε γὰρ ἐν ἄλλῳ χρόνῳ οἶδεν τὸ γλυκύ, ἐν ἄλλῳ δὲ τὸ λευκόν, ἀλλ’ ἐν τῷ αὐτῷ νῦν γινώσκει ὅτι τόδε μὲν γλυκύ ἐστι, τόδε δὲ λευκόν. // τέταρτον δὲ ἀπορίαν προβάλλεται πρὸς τὴν κοινὴν αἴσθησιν καὶ λύει τὴν ἀπορίαν ψευδῶς, εἶτα ἀνατρέπει τὴν ψευδῆ λύσιν, καὶ εἶθ’ οὕτω λοιπὸν λέγει τὴν ἀληθῆ λύσιν. // καὶ ἡ μὲν διασκευὴ τῆς θεωρίας τοιαύτη. φέρε δὲ καὶ ἕκαστον τούτων ἀναπτύξωμεν. πρῶτον τοίνυν δεικτέον ὅτι ἔστιν ἡ κοινὴ αἴσθησις τὸν τρόπον τοῦτον. ἐπειδήπερ οὐ μόνον ἴσμεν τὴν διαφορὰν τῶν ὁμογενῶν, οἷον λευκοῦ καὶ μέλανος καὶ φαιοῦ καὶ ξανθοῦ καὶ τῶν τοιούτων, ἀλλὰ καὶ τῶν ἀνομοιοειδῶν, οἷον λευκοῦ καὶ γλυκέος, ζητητέον ποῖόν ἐστι μόριον τῆς ψυχῆς τὸ γινῶσκον ταύτην τὴν διαφοράν. κἂν γὰρ ὁ νοῦς γινώσκῃ τὴν τοιαύτην διαφορὰν καὶ λέγῃ τὴν διαφορὰν τοῦ λευκοῦ πρὸς τὸ γλυκύ, ἀλλ’ οὐ καθ’ ἑαυτὸν ὁ νοῦς λέγει τὴν τοιαύτην διαφοράν, ἀλλὰ προσκεχρημένος τῇ αἰσθήσει ὀργάνῳ. ἄνευ γὰρ αἰσθήσεως οὐκ ἦν γνῶναι τὰ αἰσθητά· εἰ οὖν τὸ λευκὸν καὶ γλυκὺ αἰσθητά ἐστιν, πῶς ὁ νοῦς τὴν διαφορὰν τούτων εἶχε γνῶναι μὴ προσκεχρημένος ὀργάνῳ τῇ αἰσθήσει;1 ὥστε οὐκ ἀμέσως οὐδὲ καθ’ αὑτὸ ὁ νοῦς εἶχε λέγειν τὴν διαφορὰν τούτων. καὶ ὅτι τὰ μὴ ἔχοντα νοῦν ἴσασι τὴν διαφορὰν τούτων.2 καὶ γοῦν ὁ κύων θεασάμενος μόνον, οὐ μὴν γευσάμενος οἶδε τὰ γευστά· οἶδε γοῦν ὅτι τὸ κρέας γευστόν ἐστι, κἂν μὴ γεύσηται αὐτοῦ, ἀλλὰ μόνον θεάσηται, καὶ τὸν λίθον ὅτι οὐκ ἔστι γευστὸς οἶδε καὶ πρὶν γεύσηται. ὥστε οὐ τοῦ νοῦ ἔστι λέγειν τὴν διαφορὰν γλυκέος πρὸς λευκόν, ἀλλ’ αἰσθήσεως. καὶ ποίας ἄρα αἰσθήσεως; πότερον μιᾶς τῶν πέντε ἢ δύο, οἷον ὄψεως καὶ γεύσεως; λέγομεν οὖν ὅτι οὐκ ἔστι μιᾶς αἰσθήσεως τὸ γνῶναι τὴν τοιαύτην διαφοράν. εἰ γὰρ μία αἴσθησις οἶδε τὴν διαφορὰν ταύτην, οὐκοῦν εἴσεται οὐ μόνον τὸ οἰκεῖον αἰσθητόν, ἀλλὰ καὶ τὸ ἀλλότριον. τὸ γὰρ γινῶσκον τὴν διαφορὰν πρῶτον τὰ διαφέροντα οἶδε τίνα ἐστίν, ἵνα καὶ καθὸ διαφέρουσι γνῷ. ἡ οὖν αἴσθησις ἡ γινώσκουσα τὴν διαφορὰν τοῦ λευκοῦ πρὸς τὸ γλυκὺ εἴσεται οὐ μόνον τὸ λευκὸν ἀλλὰ καὶ τὸ γλυκύ. ἀλλὰ μὴν τοῦτο ἄτοπον τὸ συγχεῖν τὰ αἰσθητὰ καὶ λέγειν τὴν ὄψιν τὰς γευστὰς ποιότητας εἰδέναι.3 ἄτοπον ἄρα τὸ μίαν τῶν πέντε αἰσθήσεων εἰδέναι τὰς διαφορὰς τῶν ἀνομογενῶν. καὶ μή τις λεγέτω ὅτι οὐκ ἀναγκαῖον τὸ εἰδέναι τὰ ἀλλότρια αἰσθητά· ἅπαξ γὰρ τὰ οἰκεῖα οἶδεν ὅτι λευκόν, λοιπὸν ἐξ ἀποφάσεως οἶδεν ὅτι οὐ λευκόν· καὶ ταύτῃ οἶδε τὴν διαφορὰν τῷ εἰδέναι ὅτι οὐ λευκόν. μή τις οὖν ταῦτα λεγέτω· οὐ γὰρ εἴπομεν τί ἐστι τὸ γινῶσκον τὴν διαφορὰν τοῦ λευκοῦ πρὸς τὸ οὐ λευκόν, ἀλλὰ πρὸς τὸ γλυκύ. τὸ γὰρ οὐ λευκὸν δύναται καὶ ὀσμὴ εἶναι καὶ θερμὸν εἶναι· ἡμεῖς δὲ ὡρισμένως εἴπομεν γλυκύ· δεῖ οὖν εἰδέναι πάντως τὸ γλυκὺ ἐκ καταφάσεως, ἵνα τὴν διαφορὰν αὐτοῦ πρὸς τὸ λευκὸν μάθωμεν. ὥστε οὐκ ἔστι μία αἴσθησις ἡ τὴν τοιαύτην διαφορὰν ἐπισταμένη. ἀλλ’ οὐδὲ δύο αἰσθήσεις, οἷον ὄψις καὶ γεῦσις· δεῖ γὰρ ἓν εἶναι τὸ λέγον τὴν διαφορὰν αὐτῶν. εἰ γὰρ μή ἐστιν ἓν τὸ δεχόμενον ἀμφοτέρων τὰ εἴδη, πῶς ἔχει γνῶναι αὐτῶν τὸ διάφορον, εἴπερ ἄλλη μὲν τὸ λευκὸν ἄλλη δὲ τὸ γλυκὺ δέχεται εἶδος; ἐπεὶ καὶ οἱ δικασταὶ ἀμφοτέρων τῶν μερῶν βούλονται ἀκούειν, ἵνα τὸ διάφορον αὐτῶν γνῶσιν. εἰ οὖν ἕν ἐστι τὸ λέγον διαφορὰν λευκοῦ πρὸς γλυκύ, ἓν ἔσται καὶ τὸ κρῖνον αὐτήν. ὥστε οὐδὲ τῶν δύο αἰσθήσεων ἴδιόν ἐστι τὸ γνῶναι τὴν διαφορὰν τούτων οὔτε μιᾶς τινος μερικῆς· ἄλλης ἄρα ἐστὶν αἰσθήσεως παρὰ τὰς πέντε αἰσθήσεις τὸ γνῶναι τὴν διαφορὰν λευκοῦ πρὸς γλυκύ. καὶ ἆρα αὕτη διακεκριμένη ἐστὶ τῶν πέντε αἰσθήσεων ἢ οὔ;

“因此,各感觉都是属于底层感觉对象的,只要感觉器官作为感觉器官,感觉便存在于感觉器官之中。” 在论述了五种感觉并指出并没有与这五种感觉相对立的第六种其他感觉之后,为了不让人以为照此道理连共通感觉也不存在,他意图通过这些话表明共通感觉是存在的;不仅如此,而且这共通感觉也是非肉体的;此外第三点,它无时间延搁地活动;因为并不是在一个时间知道甜,在另一个时间知道白,而是在同一个“现在”认识到这一者是甜,另一者是白。第四,他提出了关于共通感觉的疑难,并对该疑难作出了错误的解答,接着推翻了这一错误解答,随后最终道出了真实的解答。本次讲论的布局便是如此。来吧,让我们也逐一展开这些内容。首先,应当以下述方式证明共通感觉的存在。既然我们不仅认识同属之物(如白与黑、灰、黄及诸如此类者)的差异,而且也认识异种之物(如白与甜)的差异,那么就必须探究究竟是灵魂的哪个部分在认识这一差异。因为即便理智认识这种差异,并述说白与甜的差异,理智却也不是凭其自身述说这种差异的,而是使用感觉作为工具。因为若没有感觉,便不可能认识感觉对象;既然白与甜是感觉对象,理智若不把感觉当作工具使用,又怎能认识它们之间的差异呢?因此,理智不可能直接地或凭其自身述说它们之间的差异。而且,没有理智之物也知道它们之间的差异[由此亦可见一斑]。至少狗仅仅看了一眼,并未品尝,就知道可尝之物;至少它知道肉是可尝之物,即便它尚未品尝而只是看到;并且在品尝之前它就知道石头不是可尝之物。因此,述说甜与白的差异并不属于理智,而是属于感觉。那么究竟属于何种感觉呢?属于五种感觉中的一种,还是两种(如视觉与味觉)?我们因而主张,认识这种差异并不属于单一种感觉。因为如果单一种感觉知道这种差异,那么它不仅会知道自身特有的感觉对象,而且还会知道外在的感觉对象。因为认识差异者首先要知道相异之物是什么,以便也能认识它们在何种方面相异。于是,认识白与甜之差异的感觉不仅会知道白,而且还会知道甜。然而,将诸感觉对象混淆起来并断言视觉知道可尝之性质,这是荒谬的。因此,五种感觉中的一种知道不同属之物的差异,乃是荒谬的。任何人都不应说认识外在感觉对象不是必需的:“因为一旦它知道特有的对象是白,接下来便由否定而知道〔外在对象〕不是白;正是通过知道〔外在对象〕不是白,它在这一方面知道了差异。”任何人都不应这样说;因为我们并不是问什么是认识白与非白之差异者,而是问白与甜之差异。因为非白既可以是气味,也可以是热;而我们明确说的是甜;因此必须全凭肯定知道甜,以便我们明了它与白的差异。因此,通达这种差异的并不是单一种感觉。但也不是两种感觉(如视觉与味觉);因为述说它们差异的必须是一者。因为如果接收两者的形式的不是单一者,倘若一种感觉接收白的形式,而另一种感觉接收甜的形式,它又怎能知道它们之间的相异之处呢?正如法官们也希望听取双方的陈述,以便认识它们的分歧。因此,如果述说白与甜之差异者是一,那么判定这一差异者也将是一。所以,认识它们之间的差异既不特属于两种感觉,也不特属于任何一种个别感觉;因此,认识白与甜的差异属于五种感觉之外的另一种感觉。那么这种感觉究竟是与五种感觉相分离的,还是不分离的呢?

语法注3 条
  1. 3.41πῶς ὁ νοῦς τὴν διαφορὰν τούτων εἶχε γνῶναι μὴ προσκεχρημένος ὀργάνῳ τῇ αἰσθήσει;

    εἶχε γνῶναι 是 ἔχω 搭配不定式表示能力或可能性(“怎能认识……”)的句式。直陈式未完成过去时 εἶχε 带有潜在或与事实相反的意味,在随后的 ὥστε οὐκ ... εἶχε λέγειν 中亦重复了此结构。

  2. 3.41καὶ ὅτι τὰ μὴ ἔχοντα νοῦν ἴσασι τὴν διαφορὰν τούτων.

    由名词性分句(ὅτι 分句)构成的无主句谓语动词的补充论据。在句法上,承接前述理智并非断定差异者的论证,省略了诸如“[由此亦显然可见/应指出]……”(δῆλον / δεικτέον)之类的统治主句。

  3. 3.41ἀλλὰ μὴν τοῦτο ἄτοπον τὸ συγχεῖν τὰ αἰσθητὰ καὶ λέγειν τὴν ὄψιν τὰς γευστὰς ποιότητας εἰδέναι.

    带冠词的不定式短语 τὸ συγχεῖν ... καὶ λέγειν 作为表语形容词 ἄτοπον 的真正主语,或者与指示代词 τοῦτο 构成同格,阐释何为荒谬之事。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:477.19-479.4