← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§476.14-477.18

作为比例的感觉与过度对象的破坏

菲洛波诺斯注解了亚里士多德《论灵魂》426a28–426b6,阐述了由于感觉是一种比例,因而极端的对象会破坏感觉,以及被引入适度比例之混合中的对象与触觉中可加热或可冷却之物为何会带来愉悦。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.36

" Λόγος δὲ ἡ συμφωνία." Τοῦτο εἶπεν, ἵνα δηλώσει ὅτι οὐκ ἔστι κρᾶσις τὸ συμφωνεῖν ἀκοὴν τῇ φωνῇ, ἀλλὰ λόγῳ τινὶ συμφωνεῖ. καὶ εἴρηται πῶς ἐν τῇ θεωρίᾳ.

“而协和是一种比例。” 他说这话,是为了表明听觉与声音的协和并不是一种混杂,而是按照某种比例相协和。至于如何协和,已在概论中述及。

§3.37

"Καὶ διὰ τοῦτο φθείρει ἕκαστον ὑπερβάλλον." Δέον ἐστὶ κατὰ κοινοῦ λαβεῖν τὸ ὑπερβάλλον φθείρει,1 ὡς ἐπὶ ἀκοῆς, γεύσεως, ὄψεως, ὀσφρήσεως· αἱ γὰρ ὑπερβολαὶ φθείρουσι τὰς αἰσθήσεις. ἑκάστη γὰρ αἴσθησις ἔχει τὰ φθαρτικὰ ἑαυτῆς, ὄψις μὲν τὸ ὑπέρλαμπρον, οἷον τὸ ἡλιακὸν φῶς, ἀκοὴ δὲ τὸν ἦχον τὸν ἐκ τῶν βροντῶν, ὄσφρησις τὰ Χαρώνια πνεύματα, γεῦσις τὰ δηλητήρια, ἁφὴ πῦρ, χιόνα. διὸ ἐπενοήθησαν τέχναι ἥδουσαι τὰς αἰσθήσεις, τῇ μὲν ὄψει ζωγραφία, τῇ δὲ ἀκοῇ μουσική, τῇ δὲ ὀσφρήσει ἡ μυρεψική, τῇ γεύσει ἡ μαγειρική, τῇ ἁφῇ τὰ λουτρὰ καὶ ἡ ὑφαντική.

“正因如此,各过度之物都会破坏[感觉]。” 必须把“过度之物会破坏”共同地理解为适用于听觉、味觉、视觉、嗅觉;因为过度会破坏感觉。因为每一种感觉都有毁灭自身的事物:视觉有过度耀眼之物,如阳光;听觉有来自雷霆的声响;嗅觉有冥府毒气;味觉有致命毒物;触觉有火与雪。因此人们发明了取悦各感觉的技术:对于视觉有绘画,对于听觉有音乐,对于嗅觉有调香术,对于味觉有烹饪术,对于触觉有沐浴与织造术。

§3.38

"Καὶ γλυκεῖα καὶ πικρά, ὡς λόγου τινὸς ὄντος τῆς αἰσθήσεως.2" Παραδείγματα βουλόμενος εἰπεῖν τῶν φθειρόντων αἰσθητῶν τὴν αἴσθησιν τέθεικε καὶ τὸ γλυκύ. καὶ μήποτε τοῦτο τῷ ἐκλύειν τὴν αἴσθησιν φθείρει αὐτήν, ὥσπερ καὶ τὸ λιπαρόν. τὸ δὲ ὡς λόγου τινὸς ὄντος τῆς αἰσθήσεως εἶπεν, ἐπειδή, φησίν, λόγος ἐστὶν ἡ αἴσθησις, ὁ δὲ λόγος ὑπερβολῆς οὐκ ἀνέχεται· διὰ τοῦτο οὐδὲ ἡ αἴσθησις ὡς λόγος καὶ συμμετρία τις.

“甜与苦亦是如此,因为感觉是某种比例。” 他意图列举破坏感觉的感觉对象之例,因而也提出了甜。也许这甜如同油腻之物一样,是通过使感觉弛缓无力而破坏感觉的。而他说“因为感觉是某种比例”,则是因为据他所言,感觉是一种比例,而比例无法容忍过度;正因如此,作为一种比例和对称均衡的感觉也不容忍过度。

§3.39

"Διὸ καὶ ἡδέα μέν, ὅταν ἄγηται εἰλικρινῆ καὶ ἄμικτα ὄντα εἰς τὸν λόγον, οἷον τὸ ὀξὺ ἢ γλυκὺ ἢ ἁλμυρόν." Ἐντεῦθεν βούλεται εἰπεῖν ποῖόν ἐστιν ἡδὺ αἰσθητόν, καί φησιν ὅτι ἐκεῖνό ἐστιν ἡδὺ αἰσθητὸν τὸ πρώην μὲν ὂν εἰλικρινὲς καὶ ἄμικτον † μὴ μείνῃ δὲ εἰλικρινές, ἀλλ’ ἀχθῇ εἰς λόγον, τουτέστιν εἰς μῖξιν. τὰ γὰρ μικτὰ ἡδέα ὡς τὸ ἄκρον καθαιροῦντα, οἷον τὸ βαρὺ καὶ ὀξὺ οὐκ ἔστιν ἡδέα, εἰ μὴ μίξεις αὐτά· τῇ γὰρ μίξει ἕπεται ἡ συμφωνία καὶ ἡ ἡδύτης ὡς μεσότητι.

“因此,当它们虽原本纯粹且不相混杂却被引入比例之中时,例如尖锐、甜或咸,它们便是令人愉悦的。” 从这里开始,他意图阐明何种感觉对象是令人愉悦的;他说,那种原先是纯粹且不相混杂的、并不保持纯粹而是被引入比例(即混合)之中的感觉对象,才是令人愉悦的感觉对象。因为混合之物通过去除极端而是令人愉悦的,例如低音与高音如果不予混合就不是令人愉悦的;因为协和与愉悦伴随着作为中道的混合而来。

§3.40

"Ἁφῇ δὲ τὸ θερμαντὸν ἢ ψυκτόν.3" Τῇ ἁφῇ, φησίν, ἐστὶν ἡδὺ τὸ θερμαντὸν καὶ ψυκτόν· καὶ ὅρα πῶς εἶπεν τὸ θερμαντόν, τουτέστι τὸ δυνάμενον θερμανθῆναι, καὶ ψυκτὸν τὸ δυνάμενον ψυχθῆναι. τότε γάρ ἐστιν ἡδύ, ὅταν δύνηται δέχεσθαι ἐπίτασιν· τὸ γὰρ ἄμετρον ψυχρὸν καὶ θερμὸν ἀνιαρόν. καλῶς οὖν εἶπεν ὅτι ἡδύ ἐστι τῇ ἁφῇ τὸ θερμαντὸν καὶ ψυκτόν, καὶ οὐκ εἶπεν τὸ θερμὸν ἢ ψυχρόν· εἰ γὰρ τοῦτο εἶπεν, τὸ ἄκρως ἐνόει [τὸ] θερμὸν καὶ ψυχρόν, ὅπερ οὐχ ἡδύνει τὴν ἁφήν, ἀλλὰ καὶ φθείρει αὐτήν. ἐν οἷς ἡ πρᾶξις.

“对于触觉,则是可被加热或可被冷却之物。” 他说,对于触觉而言,可被加热与可被冷却之物是令人愉悦的;注意看他是如何说“可被加热之物”(即能够被加热之物)以及“可被冷却之物”(即能够被冷却之物)的。因为只有当它能够承受强度加剧时,才是令人愉悦的;极度的冷与热则是令人痛苦的。因此,他恰当地指出对于触觉而言令人愉悦的是可被加热和可被冷却之物,而没有说是热或冷;因为如果他这样说,就会意指极端的热与冷,而这不但不能使触觉感到愉悦,反而会破坏触觉。本讲至此结束。

语法注3 条
  1. 3.37Δέον ἐστὶ κατὰ κοινοῦ λαβεῖν τὸ ὑπερβάλλον φθείρει

    使用了修辞和释经术语 κατὰ κοινοῦ(共同地、公用地)的指示句。它指示读者将谓述短语 τὸ ὑπερβάλλον φθείρει(“过度之物破坏”)共同且普遍地套用到后文所列举的各个感觉器官(听觉、味觉、视觉、嗅觉)上。

  2. 3.38ὡς λόγου τινὸς ὄντος τῆς αἰσθήσεως

    由连词 ὡς 引导的属格绝对结构,表示亚里士多德所提出的主观理由或依据。τῆς αἰσθήσεως 作逻辑主语,λόγου τινὸς 作表语。

  3. 3.40τὸ θερμαντὸν ἢ ψυκτόν

    动词性形容词 θερμαντός 和 ψυκτός 在此处被理解为具有潜能/被动能力之义(“可被加热的”、“可被冷却的”)。正如菲洛波诺斯紧随其后用 τὸ δυνάμενον θερμανθῆναι(“能够被加热之物”)所明确阐释的那样,此处之重点在于其接受加强的潜能,而非已经极度现实化的状态(θερμόν, ψυχρόν)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:476.14-477.18