← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§475.6-476.13

现实中感觉与感觉对象的共时性

注疏家针对亚里士多德论述现实中感觉与感觉对象的共时性以及潜能中的非同一性(426a15–27)展开阐释,指出普罗泰戈拉派的错误,并从语法上分析“如果确实(εἰ δή)”的词性及其关于协和与感觉受损的推论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.32

" Ἐπεὶ δὲ μία μέν ἐστιν ἐνέργεια ἡ τοῦ αἰσθητικοῦ καὶ τοῦ αἰσθητοῦ, τὸ δὲ εἶναι ἕτερον, ἀνάγκη ἅμα φθείρεσθαι καὶ σώζεσθαι." Ἐντεῦθεν τὸ πρῶτον πόρισμα συνάγει ὅτι ἡ κατ’ ἐνέργειαν αἴσθησις ἡ αὐτή ἐστι τῷ κατ’ ἐνέργειαν αἰσθητῷ, τουτέστι τῷ ὑποκειμένῳ, τῇ δὲ σχέσει διάφορος. οὐ δεῖ δὲ εἰπεῖν αὐτὸ πόρισμα· οὐ γὰρ διὰ τὸ εἶναι ταῦτα διάφορα τῷ λόγῳ ἕπεται τὸ ἅμα φθείρεσθαι καὶ σώζεσθαι,1 ὡς λέγει, ἀλλὰ διὰ τὸ εἶναι αὐτὰ πρός τι· ὥστε ἕτερον δεῖ λέγειν τοῦτο πρόβλημα καὶ οὐ πόρισμα.

“既然感觉者的现实活动与感觉对象的现实活动是一,但其存在不同,它们就必然同时毁灭并同时被保存。” 由此他得出了第一个推论,即现实中的感觉与现实中的感觉对象在底层基质上是同一的,但在关系上是不同的。但不应当称之为推论;因为并不是由于它们在定义上不同,就如同他所说的那样伴随着同时毁灭与被保存,而是由于它们是相对者;因此应当把这称为另一个课题,而不是推论。

§3.33

"Τὰ δὲ κατὰ δύναμιν λεγόμενα οὐκ ἀνάγκη." Τὰ δὲ δυνάμει, φησίν, οὐκ ἀνάγκη. τί οὐκ ἀνάγκη; οὐ δήπου ἅμα εἶναι·2 ἀνάγκη γὰρ καὶ αὐτὰ τῷ νόμῳ τῶν πρός τι ἅμα εἶναι. τὸ δυνάμει γὰρ αἰσθητὸν ἅμα ἐστὶ τῇ δυνάμει αἰσθήσει, ὥσπερ καὶ τὸ ἐνεργείᾳ αἰσθητὸν τῇ ἐνεργείᾳ αἰσθήσει. τί οὖν λέγει τὸ οὐκ ἀνάγκη; ἢ δῆλον ὅτι τὸ πρῶτον, ὅτι οὐκ ἀνάγκη τὴν δυνάμει αἴσθησιν τὴν αὐτὴν εἶναι τῷ δυνάμει αἰσθητῷ, ὡς ἐν τῇ θεωρίᾳ εἴρηται.

“但在就潜能而言的事物上则并非必然。” 至于处于潜能中的事物,他说,并非必然。什么并非必然?绝非是指同时存在;因为根据相对者的法则,它们也必然同时存在。因为潜能中的感觉对象与潜能中的感觉同时存在,正如现实中的感觉对象与现实中的感觉同时存在一样。那么“并非必然”究竟是什么意思?岂不明摆着是指第一点,即如在概论中所说的,潜能中的感觉并非必然与潜能中的感觉对象同一。

§3.34

"Τῇ μὲν γὰρ ἔλεγον ὀρθῶς, τῇ δ’ οὐκ ὀρθῶς." Τοὺς Πρωταγορείους αἰνίττεται. λέγει δὲ αὐτοὺς ὀρθῶς λέγειν κατὰ τὸ λέγειν τὴν κατ’ ἐνέργειαν αἴσθησιν ταὐτὸν εἶναι τῷ κατ’ ἐνέργειαν αἰσθητῷ· οὐκ ὀρθῶς δὲ ἔλεγον, ἐπειδὴ καὶ τὰ δυνάμει ταὐτὰ καὶ ἁπλῶς ταὐτὰ ἔλεγον πάντα ἃ οὐ δεῖ ἁπλῶς ταὐτὰ λέγειν. ἤλεγξε δὲ καὶ Πλάτων τὸ δόγμα τοῦτο ἐν Πρωταγόρᾳ τῷ διαλόγῳ.

“因为在某种意义上他们说得正确,在另一种意义上则不正确。” 他暗指普罗泰戈拉派。他说他们说得正确,是在于他们说现实中的感觉与现实中的感觉对象是同一的;而他们说得不正确,则是因为他们声称潜能中的事物也是同一的,并把所有绝不应当说成是无条件同一的事物都说成是无条件同一的。柏拉图在对话录《普罗泰戈拉》中也反驳了这一主张。

§3.35

"Εἰ δὴ συμφωνία φωνή τίς ἐστιν." Τὸ η τὸ ἐν τῇ δευτέρᾳ συλλαβῇ τοῦ εἰ δὴ οὐκ ἔστιν ἄρθρον,3 ἀλλὰ μέρος συνδέσμου, ὡσεὶ ἔλεγεν ὅτι ἐπειδή τις φωνὴ συμφωνία ἐστί· τὶς δέ ἐστιν ἥτις φωνή, δηλονότι ἡ κατ’ ἐνέργειαν· αὕτη γάρ ἐστιν ἡ συμμέτρως ἔχουσα πρὸς τὴν κατ’ ἐνέργειαν ἀκοήν. οὐ δύναται δὲ εἶναι ἄρθρον, ἐπειδὴ συνῆπται τῷ κατηγορουμένῳ· τὰ γὰρ ἄρθρα τοῖς προσδιορισμοῖς ἰσοδυναμεῖ, οἱ δὲ προσδιορισμοὶ ἀεὶ τῷ ὑποκειμένῳ συνάπτονται· νυνὶ δὲ τὴν συμφωνίαν ὡς κατηγορούμενον λαμβάνει ἀκοῆς καὶ φωνῆς. καὶ διὰ τοῦτο οὐ δεῖ τὸ η ὡς ἄρθρον λαμβάνεσθαι, ἵνα μὴ εὑρεθῇ συμπλεκόμενον τῷ κατηγορουμένῳ. διὸ εἶπε τὸ εἰ δὴ ἓν μέρος λόγου. ἐντεῦθεν δέ ἐστι τὸ β πόρισμα τῆς θεωρίας, ἐν ᾧ βούλεται εἰπεῖν, διὰ τί αἱ ἀκρότητες τῶν αἰσθητῶν φθείρουσι τὰς αἰσθήσεις. καὶ δείκνυσι τοῦτο διὰ τῆς συμφωνίας καὶ τοῦ λόγου, ὡς εἴρηται. ἡ δὲ φωνὴ καὶ ἀκοὴ ἔστιν ὡς ἓν καὶ ἔστιν ὡς οὐχ ἕν. καλῶς τοῦτο εἶπεν· τῷ γὰρ ὑποκειμένῳ μία ἐστὶν ἡ ἀκοὴ καὶ ἡ φωνή, τῷ δὲ λόγῳ καὶ τῇ σχέσει οὐ μία ἀλλὰ διάφορος· ὥστε καὶ ἓν καὶ οὐχ ἕν.

“如果确实协和是某种声音。” “如果确实”中第二音节的艾塔并不是冠词,而是连词的一部分,就好像他是在说“既然某种声音是协和”一样;而“某种声音”又是哪种声音呢?显然是现实中的声音;因为正是它与现实中的听觉保持着对称均衡。但这不可能是冠词,因为它与谓项相连;因为冠词等同于限定词,而限定词总是与主项相连的;然而在此处他把协和作为听觉和声音的谓项来取用。正因如此,艾塔不应被当成冠词来理解,以免它被发现与谓项交织在一起。因此他说“如果确实”是一个词类。而从这里开始是概论的第二个推论,在其中他意图阐明,为什么感觉对象的极度过量会破坏感觉。正如已经说过的,他通过协和与比例证明了这一点。“而声音与听觉在某种意义上是一,在某种意义上又不是一”。他这话讲得很恰当;因为在底层基质上听觉与声音是一,但在定义与关系上并不是一而是有差别的;因此既是一,又不是一。

语法注3 条
  1. 3.32οὐ γὰρ διὰ τὸ εἶναι ταῦτα διάφορα τῷ λόγῳ ἕπεται τὸ ἅμα φθείρεσθαι καὶ σώζεσθαι

    主动词 ἕπεται 的主语是带冠词的不定式短语 τὸ ἅμα φθείρεσθαι καὶ σώζεσθαι。介词短语 διὰ τὸ εἶναι ταῦτα διάφορα τῷ λόγῳ 表示原因,并与后文的 ἀλλὰ διὰ τὸ εἶναι αὐτὰ πρός τι 相对照。

  2. 3.33οὐ δήπου ἅμα εἶναι

    自问自答中的省略句。在反诘小词 οὐ δήπου(“绝非……”)之后省略了 ἀνάγκη ἐστίν,不定式 ἅμα εἶναι 作为其主语得到补足。

  3. 3.35Τὸ η τὸ ἐν τῇ δευτέρᾳ συλλαβῇ τοῦ εἰ δὴ οὐκ ἔστιν ἄρθρον

    关于字母 η 的语法学判定。注疏者排除了将引文中的 εἰ δή 解析为 εἰ δ' ἡ(连词 δέ + 阴性定冠词 ἡ)的异读与不同理解,明确将其视为相当于 ἐπειδή 的单一连词短语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:475.6-476.13