- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:473.20-475.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞对亚里士多德《论灵魂》425b28–426a5展开注解,阐明现实中的感觉与感觉对象的同一性并不适用于潜能状态,运用《物理学》中动作与受动皆在受动者(感觉器官)之中的定理进行证明,并讨论了各感觉活动与其基质在命名上的异同。
" Ἔστι γὰρ ἀκοὴν ἔχοντα μὴ ἀκούειν." Εἰπὼν ὅτι ἡ κατ’ ἐνέργειαν αἴσθησις καὶ τὸ κατ’ ἐνέργειαν αἰσθητὸν τῷ ὑποκειμένῳ ταὐτόν εἰσιν, ἐπεὶ κατὰ τὸ εἶναι, τουτέστι κατὰ τὸν λόγον, διαφέρουσιν,1 ὥσπερ ἀνάβασις καὶ κατάβασις ταὐτὸν τῷ ὑποκειμένῳ (ἐν κλίμακι γὰρ ἄμφω) τῷ δὲ λόγῳ διάφορα (ἄλλο γάρ ἐστιν ἀνάβασις καὶ ἄλλο κατάβασις), φησὶν ὅτι τοῦτο μόνον ἁρμόζει ἐπὶ τῶν κατ’ ἐνέργειαν, ἐπεί τοί γε ἐπὶ τῶν δυνάμει οὔ. ἔστι γὰρ καὶ δυνάμει αἴσθησις καὶ δυνάμει αἰσθητόν. δυνατὸν * * ἔχοντά τινα μὴ ἀκούειν· ἐὰν γὰρ ἡ ἀκοὴ δυνάμει ὑπάρχῃ, οὐκ ἀκούει, καὶ πάλιν ἐὰν ᾖ τὸ ἀκουστὸν δυνάμει, οὐκ ἀκούει αὐτοῦ.
“因为具有听觉者有可能并不听见。” 在指出具有现实性的感觉和具有现实性的感觉对象在底层基质上是同一的,尽管在存在上即定义上是有差别的——正如上行与下行在底层基质上是同一的(因为二者都在同一梯子上),但在定义上是有差别的(因为上行是一回事,下行是另一回事)——之后,他[亚里士多德]说这仅仅适用于具有现实性的事物,因为对于具有潜能的事物则不然。因为既有潜能中的感觉,也有潜能中的感觉对象。某人具有[听觉]却不听见是可能的;因为如果听觉处于潜能之中,他并不听见,又如果可听之物处于潜能之中,他也不听见它。
"Εἰ δή ἐστιν ἡ κίνησις καὶ ἡ ποίησις καὶ τὸ πάθος ἐν τῷ ποιουμένῳ." Ἐντεῦθεν δείκνυσι τὸ ἐκ τῆς Φυσικῆς ἀκροάσεως θεώρημα, ὅτι ἡ κατ’ ἐνέργειαν αἴσθησις τῷ μὲν ὑποκειμένῳ ἡ αὐτή ἐστι τῷ κατ’ ἐνέργειαν αἰσθητῷ, τῇ δὲ σχέσει διάφορος. διαφέρει δὲ κίνησις ποιήσεως, ὅτι ὅπου μὲν κίνησις, ἐκεῖ καὶ ποίησις, οὐχ ὅπου δὲ ποίησις, ἐκεῖ καὶ κίνησις. ὁ γὰρ δημιουργὸς ποιεῖ μέν, ἀκίνητος δὲ ὢν ποιεῖ. καὶ τὸ πάθος δὲ καὶ ἡ ποίησις κινήσεις εἰσίν, ἀλλ’ αὕτη ἡ κίνησις, εἰ μὲν πρὸς τὸ ποιοῦν παραβάλλεται, ποίησις λέγεται, εἰ δὲ πρὸς τὸ πάσχον, πάθησις. ἐν τῷ ποιουμένῳ δὲ εἶπεν ἀντὶ τοῦ ἐν τῷ πάσχοντι. βούλεται οὖν συνάξαι ὅτι εἰ ταὐτόν ἐστι πάθησις καὶ ποίησις τῷ ὑποκειμένῳ (ἀμφότερα γὰρ κινήσεις) ἡ δὲ κίνησις ἐν τῷ ποιουμένῳ, τουτέστιν ἐν τῷ πάσχοντι, ἀνάγκη, φησί, καὶ τὴν κατ’ ἐνέργειαν αἴσθησιν καὶ τὸ κατ’ ἐνέργειαν αἰσθητὸν ταὐτὸν εἶναι· τί μὲν γὰρ πάσχον ἐστὶν ἡ αἴσθησις, τί δὲ ποιοῦν τὸ αἰσθητόν. ὅτι δὲ ἡ κίνησις ἐν τῷ πάσχοντί ἐστι, δῆλον· εἰ γὰρ ἐν τῷ ποιοῦντι, ἔσται πᾶν κινοῦν κινούμενον, καὶ τὸ πρῶτον αἴτιον, ὅπερ ἄτοπον. καὶ τὴν ἀκοὴν τὴν κατ’ ἐνέργειαν ἐν τῇ κατὰ δύναμιν εἶναι.2 ἐλλείπει τῇ λέξει τὸ ἀκοῇ, ἵνα ᾖ τὸ λεγόμενον ἐν τῇ κατὰ δύναμιν ἀκοῇ.
“如果运动、能动与受动确实存在于承受作用者之中。” 由此他证明了出自《物理学》的定理,即现实中的感觉在底层基质上与现实中的感觉对象是同一的,但在关系上是不同的。而运动与能动有所不同,在于凡有运动之处亦有能动,但并非凡有能动之处亦有运动。因为造物主在能动,但他是作为不动者在能动的。受动与能动也都是运动,但这种运动若相对于作用者来比较,被称为能动;若相对于受动者来比较,则被称为受动。而他说“在承受作用者之中”,是用以代替“在受动者之中”。因此他意在推导出:如果受动与能动在底层基质上是同一的(因为二者皆为运动),而运动存在于承受作用者之中,即在受动者之中,那么他说,现实中的感觉与现实中的感觉对象必然也是同一的;因为感觉是某种受动者,而感觉对象是某种作用者。而运动存在于受动者之中是显而易见的;因为若存在于作用者之中,则一切动者皆将是被动者,乃至第一原因也是如此,而这是荒谬的。“现实中的听觉存在于潜能中的那个之中”。文句中缺少了“听觉”一词,以便所说的是“在潜能中的听觉之中”。
"Διὸ οὐκ ἀνάγκη τὸ κινοῦν κινεῖσθαι." Λαβὼν τὸ λῆμμα λοιπὸν καὶ μεταξυλογίᾳ κέχρηται καί φησιν ὅτι ἡ κίνησις οὐκ ἔστιν ἐν τῷ κινοῦντι, ἀλλ’ ἐν τῷ κινουμένῳ. εἰ γὰρ ἦν ἐν τῷ κινοῦντι, καὶ αὐτὸ ἐκινεῖτο. ἡ δὲ τοῦ ἀκουστικοῦ ἀκοὴ ἢ ἄκουσις.3 ἄλλο ἐστὶν ἀκοή, ἄλλο ἄκουσις. ἀκοὴ μὲν γάρ ἐστιν αὐτὴ ἡ ἐνέργεια, ἄκουσις δὲ ἡ ἀντίληψίς ἐστιν, ὥσπερ καὶ ψόφος μὲν λέγεται αὐτὸς ὁ κτύπος, τὸ δ’ ἐν ἐμοὶ πάθος ἐκ τοῦ κτύπου γινόμενον ψόφησις. εἰδὼς οὖν ὅτι διαφέρει, διέκρινεν αὐτὰ εἰπὼν διττὸν γὰρ ἡ ἀκοή, καὶ διττὸς ὁ ψόφος· τὰ μὲν γάρ εἰσι δυνάμει, τὰ δὲ ἐνεργείᾳ. οὕτω καὶ ἡ τοῦ αἰσθητοῦ ἐνέργεια καὶ ἡ τοῦ αἰσθητικοῦ ἐν τῷ αἰσθητικῷ. ἵνα σαφὲς τὸ λεγόμενον ποιήσομεν, ἐπὶ παραδείγματος τὸν λόγον γυμνάσωμεν. ὥσπερ τέκτονος ποιοῦντος θύραν ἡ ἐνέργεια αὐτοῦ ἐν τοῖς ξύλοις ἐστί, καὶ τὸ πάθος τῶν ξύλων ἐν αὐτοῖς τοῖς ξύλοις, οὕτω καὶ ὅταν ὁρῶμεν, ἡ μὲν τοῦ αἰσθητοῦ ἐνέργεια, τυχὸν τοῦ χρώματος, ἐν τῇ ὄψει ἐστί, καὶ ἡ τοῦ αἰσθητικοῦ κίνησις (αἰσθητικὸν δὲ λέγει τὴν αἴσθησιν ἐκ τοῦ ὑποκειμένου) πάλιν ἐν αὐτῇ ἐστι τῇ ὄψει καὶ οὐκ ἐν τῷ αἰσθητῷ, τουτέστι τῷ χρώματι, ὥσπερ οὐδὲ ἐν τῷ τέκτονι. ἀλλ’ ἐπ’ ἐνίων μὲν καὶ ὠνόμασται, οἷον ἡ ψόφησις καὶ ἡ ἄκουσις. διὰ τί ὥσπερ ἐπὶ τῆς ἀκοῆς λέγομεν καὶ ἀπὸ τῆς αἰσθήσεως ἄκουσιν καὶ ἀπὸ τοῦ ὑποκειμένου αἰσθητοῦ ψόφησιν, μὴ καὶ ἐπὶ τῆς ὁράσεως οὕτω λέγομεν, ἀλλ’ ἀπὸ τῆς αἰσθήσεως λέγομεν ὅρασιν, ἀπὸ δὲ τοῦ ὑποκειμένου οὐ λέγομεν χρῶσιν; καὶ λέγομεν, ἐπειδὴ ἡ χρῶσις οὐδὲν ἄλλο δηλοῖ εἰ μὴ τὸ χρωσθὲν σῶμα ἐκ τοῦ ἔχοντος ἄλλο χρῶμα, ὥστε οὐκ ἐξ αὐτοῦ τοῦ ὑποκειμένου ἐστίν, ἡ δὲ ψόφησις ἐξ αὐτοῦ ἐστι τοῦ ὑποκειμένου. εἶτα πάλιν ζητοῦμεν, διὰ τί μὴ λέγομεν χύμωσιν ἐκ τοῦ ὑποκειμένου τῇ γεύσει, ὥσπερ λέγομεν γεῦσιν ἐκ τῆς αἰσθήσεως. εἰπὲ πρὸς τοῦτο ὅτι τὸ τῆς χυμώσεως ὄνομα μαγειρικόν ἐστι, διὸ ἐπὶ φυσικῶν οὐκ εἴρηται.
“因此推动者并非必然被动。” 在获得了这一前提之后,他又插入了插叙之论,并说运动不在推动者之中,而在被推动者之中。因为如果它在推动者之中,它自身也将被推动了。“能听者的听觉或听取”。听觉是一回事,听取是另一回事。因为听觉是现实活动本身,而听取则是领会,正如响声是指撞击本身,而由撞击在我之中产生的受动被称为发声。因此,既然知道它们是不同的,他通过说“因为听觉是双重的,响声也是双重的;因为一些处于潜能中,另一些处于现实中”区分了它们。“同样,感觉对象的现实活动和感觉者的现实活动也存在于感觉者之中”。为了使所说的话明白清晰,让我们用一个例证来展开论述。正如木匠制造门时,他的现实活动存在于木材之中,而木材的受动也存在于木材自身之中,同样当我们在看时,感觉对象(比如颜色)的现实活动存在于视觉之中,而感觉者的运动(他根据底层基质将感觉称为“感觉者”)也同样存在于视觉自身之中,而不是在感觉对象(即颜色)之中,正如它也不在木匠之中一样。“但在某些情况下也已被命名,例如发声和听取”。为什么正如在听觉的情形中我们既由感觉说出“听取”,又由底层基质的感觉对象说出“发声”,我们在视觉的情形中却不这样说,而是由感觉说出“视取”,却不由底层基质说出“赋色”呢?我们说,这是因为“赋色”所指的无非是由具有另一种颜色的物体所染色的物体,从而并不是出自底层基质本身,而发声则是出自底层基质本身。随后我们再次探问:为什么我们不从味觉的底层基质说出“赋味”,正如我们从感觉说出“尝味”一样?对此请回答说,“赋味”这一名称属于烹饪,因此在自然事物上并不使用。
- 3.29ἐπεὶ κατὰ τὸ εἶναι, τουτέστι κατὰ τὸν λόγον, διαφέρουσιν
连词 ἐπεί 在此并非引导纯粹的原因从句,而是带有转折或让步意味(“尽管在存在上有所区别”),被嵌入到主导的分词短语 Εἰπὼν ὅτι 之中,用以对比底层基质的同一性与本质/定义上的差异。
- 3.30καὶ τὴν ἀκοὴν τὴν κατ’ ἐνέργειαν ἐν τῇ κατὰ δύναμιν εἶναι
此处为带不定式的宾格句式,以间接引语形式引用了亚里士多德原文(426a4–5)的断言。正如注释者紧接着指出的,原文短语 ἐν τῇ κατὰ δύναμιν 省略了阴性名词 ἀκοῇ,需结合前面的宾格主语 τὴν ἀκοὴν τὴν κατ’ ἐνέργειαν 予以补充理解。
- 3.31ἡ δὲ τοῦ ἀκουστικοῦ ἀκοὴ ἢ ἄκουσις
亚里士多德文本(426a8–9)的零散引文,作为一个省略了系动词的主题性短语出现,紧接着由注释者引出两词的区别:ἄλλο ἐστὶν ἀκοή, ἄλλο ἄκουσις。
