- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:472.4-473.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞解释了亚里士多德如何通过协和与比例的概念证明感觉对象的极端会摧毁现实中的感觉,并结合叙利亚努斯和阿摩尼奥斯的见解与疑难解答,探讨了为何以听觉和声音的关系作为论证中介。
τοῦτο πρῶτον πόρισμα. δεύτερον πόρισμα ἐν ᾧ ζητεῖ, διὰ τί αἱ ἀκρότητες τῶν αἰσθητῶν φθείρουσι τὴν κατ’ ἐνέργειαν αἴσθησιν. καὶ δείκνυσι τοῦτο οὕτως· ἡ κατ’ ἐνέργειαν αἴσθησις συμφωνία ἐστίν, ἡ δὲ συμφωνία λόγος ἐστίν, ὁ δὲ λόγος καὶ ὑπὸ μειώσεως καὶ ἐξ ὑπερβολῆς φθείρεται. οἷον ὁ ς πρὸς τὸν γ διπλάσιον λόγον ἔχει, καὶ τὸ ἓν πρὸς τὰ δύο. κἂν οὖν τοῖς β προσθῇς ἕν, οὐ φυλάττεται τὸ διπλάσιον, κἂν ἐκ τῶν ς ἀφέλῃς ἕν, οὐ φυλάττεται τὸ διπλάσιον· ὁ γὰρ λόγος οὐκ ἀνέχεται ἑνὸς ὅρου προσθήκης ἢ ἐλλείψεως. καλῶς δὲ εἶπεν ἑνὸς ὅρου· εἰ γὰρ ἀμφοτέροις προσθῇς, οἷον τῷ μὲν γ ἕν, τῷ δὲ ς δύο, πάλιν ὁ τοῦ διπλασίου λόγος φυλάττεται ἢ πρὸς δ,1 διὸ εἴρηται ἑνός. εἰ οὖν ὁ λόγος οὐκ ἀνέχεται προσθήκης ἑνὸς ὅρου ἢ ἐλλείψεως, ἐπεὶ φθείρεται, οὐκ ἄρα οὐδὲ ἡ αἴσθησις προσδέχεται ἔλλειψιν ἢ πρόσθεσιν τοῦ αἰσθητοῦ, ἐπεὶ φθείρεται. ἀλλ’ ἡ μὲν ὑπερβολὴ ἀθρόως φθείρει (ἅμα γὰρ 〈ἐὰν〉 ἀντιλάβηται, πάσχει ἢ διακρινομένη ἢ συγκρινομένη καὶ φθείρεται) ἡ δὲ ἔνδεια χρόνῳ βλάπτει· τὸ γὰρ μὴ ἐνεργεῖν βλάπτει. οἱ γὰρ ἐν σπηλαίῳ ὄντες ἐὰν μὴ ἴδωσι πολὺν χρόνον, τυφλοῦνται, ὥσπερ καὶ οἱ μὴ ἀκούοντες τὸ αὐτὸ πάσχουσι τῷ μὴ ἐνεργεῖν μόνον, διὰ τὸν Ἱπποκράτην εἰρηκότα ‘κίνησις κρατύνει, ἀργίη τήκει’. καὶ ἡμεῖς μὲν καθόλου ἐπὶ τῆς αἰσθήσεως καὶ τοῦ αἰσθητοῦ τὸν λόγον ἐγυμνάσαμεν, αὐτὸς δὲ ἐπὶ ἀκοῆς γυμνάζει τὸν λόγον, καὶ δικαίως, ἐπειδὴ ἐπὶ αὐτῆς ἐστι καὶ ἀπὸ τοῦ ὑποκειμένου ὄνομα, οἷον ἡ ψόφησις, καὶ ἀπὸ τῆς αἰσθήσεως ἡ ἄκουσις. ἐπὶ δὲ ὄψεως καὶ γεύσεως ἐρρήθη ὅτι οὐκ ἔστιν ὄνομα ἀπὸ τοῦ ὑποκειμένου. καὶ δι’ ἄλλο δὲ ἐπὶ ἀκοῆς ἐγύμνασεν, ἐπειδὴ μέμνηται συμφωνίας, ἡ δὲ συμφωνία κυρίως ἐπὶ φωνῆς λέγεται, ὡς δείξομεν· ὑπόκειται γὰρ τῇ ἀκοῇ ἡ φωνή. διὰ ταῦτα οὖν ἐπὶ ἀκοῆς ἐγύμνασεν. προάγει δὲ τὸν λόγον οὕτως· εἰ ἡ κατ’ ἐνέργειαν ἀκοὴ ταὐτόν ἐστι τῇ φωνῇ, ἡ δὲ φωνὴ συμφωνία ἐστὶν οὐκ αὐτὴ πρὸς ἑαυτὴν ἀλλὰ πρὸς τὴν ἀκοήν (τοῦτο γὰρ θέλει ὁ λόγος, συμφωνίαν δὲ τὴν κοινωνίαν λέγει), εἰ οὖν ἡ φωνὴ συμφωνία, ἡ δὲ συμφωνία [ὁ] λόγος, τουτέστι τῆς φωνῆς πρὸς τὴν ἀκοὴν λόγος (λόγον δὲ οὐ λέγει τὴν κρᾶσιν· οὐδὲ γὰρ τοῦτο δοξάζει· ἀλλ’ ὥσπερ τὸ φορτίον λέγομεν λόγον ἔχειν πρὸς τὸν ὦμον τοῦ βαστάζεσθαι,2 οὐ μέντοι καὶ κρᾶσιν, οὕτω καὶ ἡ φωνὴ λόγον ἔχει πρὸς τὴν ἀκοήν, τῷ εἶναι τὴν αὐτὴν τῷ ὑποκειμένῳ, οὐ μέντοι κρᾶσιν), εἰ οὖν ἡ συμφωνία λόγος, ὁ δὲ λόγος οὐκ ἀνέχεται ἑνὸς ὅρου προσθήκης, καὶ τὰ λοιπὰ ὡς ἀνωτέρω εἴρηται. ἔδοξε δὲ Συριανῷ εἰπεῖν ὅτι κἂν μὴ ἐμνήσθη ἐν τῇ πλοκῇ τῆς φωνῆς, οὐκ ἔλειπεν ὁ λόγος. εἰ γὰρ εἶπεν ‘ἡ κατ’ ἐνέργειαν ἀκοὴ συμφωνία ἐστί,’ δῆλον ὅτι συμφωνία ἐστὶν ἡ ἀκοὴ ἐκείνου οὗ ἔστιν ἀκοή· τίνος δέ ἐστιν, εἰ μὴ φωνῆς; ὥστε συμπεριελαμβάνετο. κἂν εἶπε δὲ μόνον φωνήν, συμπεριελάμβανεν ἀκοήν· τίνος γάρ ἐστιν ἡ φωνὴ συμφωνία, εἰ μὴ οὗ ἔστιν ἡ φωνή;3 τῆς δὲ ἀκοῆς ἐστιν ἡ φωνή. διὰ τί οὖν ἐμνήσθη φωνῆς; διὰ τὴν συμφωνίαν, ἵνα δείξῃ ὅτι ἐπὶ φωνῆς ἔστι κυρίως ἡ συμφωνία· ἢ καὶ διὰ τοῦτο ἠθέλησεν ἄμφω εἰπεῖν, ἵνα εἴπῃ ποῖά ἐστι τὰ κοινωνοῦντα. ὁ δὲ φιλόσοφος Ἀμμώνιος ἠπόρησεν, διὰ τί διὰ μέσου τοῦ κατ’ ἐνέργειαν αἰσθητοῦ συνῆξε τὴν κατ’ ἐνέργειαν αἴσθησιν συμφωνίαν εἶναι. διὰ τί γὰρ μὴ εἶπεν αὐτόθεν ὅτι ἡ κατ’ ἐνέργειαν αἴσθησις συμφωνία ἐστίν; ὥσπερ γὰρ τὸ κατ’ ἐνέργειαν αἰσθητὸν συμφωνία ἐστίν. εἰ οὖν ἑκάτερον διὰ τὴν πρὸς τὸ ἕτερον ἁρμονίαν συμφωνία ἐστί, τί δήποτε μὴ τῇ αἰσθήσει προσένειμε τὴν συμφωνίαν, ἀλλὰ τῷ κατ’ ἐνέργειαν αἰσθητῷ; οὕτως ἀπορήσας ἐπελύσατο λέγων ὅτι ἡ συμφωνία ἀπὸ φωνῆς εἴληπται, ὡς αὐτὴ ἡ λέξις δηλοῖ, ἡ δὲ φωνὴ αἰσθητόν ἐστι. διὰ τοῦτο οὖν τὴν συμφωνίαν τῷ κατ’ ἐνέργειαν αἰσθητῷ ἀπένειμε, καὶ οὐ τῇ κατ’ ἐνέργειαν αἰσθήσει. ἐν οἷς ἡ θεωρία σὺν θεῷ πληροῦται.
这是第一个推论。在第二个推论中,他探究为什么感觉对象的极端会毁灭现实中的感觉。他如此证明这一点:现实中的感觉是一种协和,而协和是一种比例,比例既因减少也因过度而遭毁灭。例如,6对3具有两倍的比例,1对2也具有两倍的比例。因此,即使你给2加上1,两倍也不再保持;即使你从6中减去1,两倍也不再保持;因为比例不容许单一项的增加或减少。他说“单一项”是说得好的;因为如果你给两项都增加,例如给3加1,给6加2,那么两倍的比例又作为8对4而得以保持,这就是为什么说了“单一项”。因此,如果比例因遭到毁灭而不容许单一项的增加或减少,那么感觉也就因遭到毁灭而不接纳感觉对象的减少或增加。然而,过度是顿然毁灭〔感觉〕的(因为〔感觉〕一旦把握,就通过分散或聚合而受动,并遭毁灭),而欠缺则是随时间而损害;因为不活动会带来损害。因为在洞穴中的人,如果很长时间不看,就会变瞎,正如不听的人仅仅因为不活动也会遭遇同样的事,这是由于希波克拉底曾说过“运动使之强壮,懈怠使之消瘦”。我们虽然普遍地就感觉和感觉对象展开了论述,但他却是就听觉展开论述的,而这是理所应当的,因为在听觉的情形中,既有来自底层基质的名称(例如发声),也有来自感觉的名称(例如听闻)。但在视觉和味觉的情形中,已经说过没有来自底层基质的名称。而且出于另一个原因他也针对听觉展开论述,因为他提到了协和,而协和正如我们将表明的那样主要是就声音而言的;因为声音是听觉的底层基质。因此正是出于这些原因,他针对听觉展开了论述。他如此推进这一论证:如果现实中的听觉与声音是同一的,而声音并非相对于自身而是相对于听觉是一种协和(因为论证意在说明这一点,他所说的协和是指共契),因此如果声音是一种协和,而协和是一种比例,即声音对听觉的比例(他所说的比例并非指混合;因为他并不持有这种看法;而是正如我们说重物为了被承担而对肩膀具有比例,但绝非具有混合,同样声音也通过在底层基质上是同一的而对听觉具有比例,但绝非具有混合),因此如果协和是一种比例,而比例不容许单一项的增加,那么其余部分正如上文所言。然而叙利亚努斯认为,即使他在交织的论述中没有提到声音,这一论证也并不欠缺。因为如果他说“现实中的听觉是一种协和”,显而易见听觉是针对它所属的那个对象的协和;若非声音,它又是针对什么的呢?所以声音已被包含在内了。即使他仅仅说了声音,这也包含了听觉;因为声音若非属于其所属对象的协和,又是针对什么的协和呢?而声音属于听觉。那么他为什么提到了声音呢?这是由于协和的缘故,为了表明协和主要是就声音而言的;或者也是出于这个原因他希望兼言二者,以便说明共契的事物是什么。然而哲学家阿摩尼奥斯提出了疑问:为什么他通过现实中的感觉对象这一中介来推导出现实中的感觉是一种协和呢?因为他为什么不直接说现实中的感觉是一种协和呢?正如现实中的感觉对象是一种协和一样。因此,如果二者各自由于与另一方的和谐都是协和,他究竟为何不把协和赋予感觉,而是赋予现实中的感觉对象呢?在如此提出疑问之后,他通过指出以下这一点予以解答:协和取自声音,正如这一词语本身所表明的那样,而声音是感觉对象。因此正是出于这个原因,他把协和赋予了现实中的感觉对象,而没有赋予现实中的感觉。在这些内容中,借助神,通论得以完成。
- 3.28ὁ τοῦ διπλασίου λόγος φυλάττεται ἢ πρὸς δ
手抄本所传的 ἢ πρὸς δ 依据文意是指由 3 加 1 得到的 4(δʹ)与 6 加 2 得到的 8(ηʹ)之间的比例;因此这里的 ἢ 并非连词“或者”,而是希腊数字 8(ηʹ)的讹误,即读作“8对4”,以对应紧接在前文给出的具体加法例证。
- 3.28τοῦ βαστάζεσθαι
带冠词的属格不定式 τοῦ βαστάζεσθαι 附属于短语 λόγον ἔχειν πρὸς τὸν ὦμον,充当说明性或目的性属格,用以界定重物对肩膀所具有的比例或关系的内容与目的(“为了被承担”)。
- 3.28τίνος γάρ ἐστιν ἡ φωνὴ συμφωνία, εἰ μὴ οὗ ἔστιν ἡ φωνή;
关系从句 οὗ ἔστιν ἡ φωνή 的先行词被省略,根据上下文指代“听觉”(ἀκοή)。正如紧接其后的句子 τῆς δὲ ἀκοῆς ἐστιν ἡ φωνή(“声音属于听觉”)所承接的那样,该句构成了一个互相应照的反问句:“声音若不是属于其所属对象(即听觉)的协和,又是针对什么的协和呢?”
