← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§470.21-472.4

对感觉认识自身说的批判与对象的共存共灭

约安·斐洛庞诺斯批驳了亚历山大的推论——后者试图从现实中感觉与感觉对象的同一性推导出感觉把握其自身的活动,指出感觉把握的是底层基质即诸相而非活动自身。随后他阐明亚里士多德关于现实中的感觉与感觉对象共灭而潜能中二者并非同一的论证,并评析了普罗泰戈拉派否认潜能、不加区分地混同感觉与感觉对象的主张。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.28#2

φησὶ γὰρ Ἀλέξανδρος, εἰ ταὐτόν ἐστιν ἡ κατ’ ἐνέργειαν αἴσθησις καὶ τὸ κατ’ ἐνέργειαν αἰσθητόν, ἀντιλαμβάνεται δὲ ἡ κατ’ ἐνέργειαν αἴσθησις τοῦ κατ’ ἐνέργειαν αἰσθητοῦ, δῆλον ἄρα ὅτι ἑαυτῆς ἀντιλαμβάνεται ἡ κατ’ ἐνέργειαν αἴσθησις. οὐδὲν γὰρ ἕτερόν ἐστιν αὕτη, εἰ μὴ ἐνέργεια τῆς αἰσθήσεως· τότε γὰρ λέγεται κατ’ ἐνέργειαν, ὅτε ἐνεργεῖ· ὥστε ὅτι ἡ κατ’ ἐνέργειαν αἴσθησις1 ἑαυτῆς ἀντιλαμβάνεται, δῆλον ἄρα ὅτι τῆς ἐνεργείας ἑαυτῆς ἀντιλαμβάνεται ἡ αἴσθησις, ὅπερ Ἀριστοτέλει δοκεῖ. καὶ ὁ μὲν Ἀλέξανδρος ταῦτα· φαμὲν δὲ ἡμεῖς ὡς οὐκ ἀληθῆ λέγει. οὔτε γὰρ τοῦτο πόρισμα ἐνταῦθα συνάγεται· τὸ μὲν γὰρ πρῶτον ἀληθὲς εἰπεῖν ὅτι ταὐτόν ἐστιν ἡ κατ’ ἐνέργειαν αἴσθησις τῷ κατ’ ἐνέργειαν αἰσθητῷ κατὰ τὸ ὑποκείμενον, καὶ ὅτι ἀντιλαμβάνεται ἡ κατ’ ἐνέργειαν αἴσθησις τοῦ κατ’ ἐνέργειαν αἰσθητοῦ· τὸ δὲ δεύτερον οὐκέτι ἐστὶν ἀληθές, τὸ λέγον ὅτι εἰ αἰσθάνεται τοῦ κατ’ ἐνέργειαν αἰσθητοῦ, ἤδη καὶ αὑτῆς ἀντιλαμβάνεται. καὶ ἄλλως οὐ κατὰ τὸ κοινὸν γινώσκει ἡ κατ’ ἐνέργειαν αἴσθησις, ἀλλὰ κατὰ τὸ διάφορον· καθὸ γὰρ πάσχει γινώσκει, διάφορον δέ ἐστι κατὰ τοῦτο· ἡ μὲν γὰρ αἴσθησις πάσχει, τὸ δὲ αἰσθητὸν ποιεῖ· ὥστε οὐ προσίεμαι τοῦτο, ὦ Ἀλέξανδρε, ὅτι καθὸ ἡ αὐτή ἐστι τῷ κατ’ ἐνέργειαν αἰσθητῷ ἡ κατ’ ἐνέργειαν αἴσθησις, κατὰ τοῦτο γινώσκει. εἰ δὲ καὶ τοῦτο συγχωρήσω σοι (αἰσθάνεται γὰρ ἡ κατ’ ἐνέργειαν αἴσθησις οὐ τῆς σχέσεως, ἀλλ’ ἐκείνου καθ’ ὃ ἡ αὐτή ἐστι τῷ κατ’ ἐνέργειαν αἰσθητῷ), τί δέ ἐστι τοῦτο; δῆλον ὅτι τὸ ὑποκείμενον· τῷ γὰρ ὑποκειμένῳ ταὐτόν ἐστι, τῇ σχέσει διάφορα. τί δὲ τὸ ὑποκείμενον; δῆλον ὅτι τὰ εἴδη. τούτων οὖν μόνον αἰσθάνεται. συνῆκται οὖν ὅτι ἡ κατ’ ἐνέργειαν αἴσθησις τοῦ ὑποκειμένου ἑαυτῆς ἀντιλαμβάνεται, οὐ μὴν τῆς ἐνεργείας ἑαυτῆς, ὑποκείμενα δὲ αὐτῇ εἰσι τὰ εἴδη τῶν χρωμάτων. καὶ ταῦτα μὲν ἐν τούτοις. ὁ δὲ Ἀριστοτέλης συνάγει ἐκ τῶν λεχθέντων ἓν μὲν ὅτι εἰ ἡ κατ’ ἐνέργειαν αἴσθησις τῷ κατ’ ἐνέργειαν αἰσθητῷ ἡ αὐτή ἐστι, δῆλον ὅτι εἰ ἔστιν ἡ κατ’ ἐνέργειαν αἴσθησις, ἔστι καὶ τὸ κατ’ ἐνέργειαν αἰσθητόν, καὶ φθαρείσης πάλιν τῆς κατ’ ἐνέργειαν αἰσθήσεως φθείρεται καὶ τὸ κατ’ ἐνέργειαν αἰσθητὸν ὡς ὁρώμενον, οὐχ ὡς ὑφιστάμενον.2 τοῦτο δὲ οὐκ ἔστιν ἐπὶ τῆς δυνάμει αἰσθήσεως καὶ τοῦ δυνάμει αἰσθητοῦ, οὐχ ὅτι οὐκ εἰσιν ἅμα· καὶ αὐτὰ γὰρ κατὰ τὸν νόμον τῶν πρός τί εἰσι, καὶ εἰ ἔστιν ἡ δυνάμει αἴσθησις, ἔστι καὶ τὸ δυνάμει αἰσθητόν, καὶ εἰ μή ἐστιν αὕτη, οὐδὲ ἐκεῖνο ἔσται· ὥστε κατὰ μὲν τὸ εἶναι συμφωνεῖ τὸ δυνάμει αἰσθητὸν τῷ ἐνεργείᾳ αἰσθητῷ καὶ ἡ δυνάμει αἴσθησις τῇ ἐνεργείᾳ αἰσθήσει· διαφωνεῖ δὲ καθὸ ἡ μὲν ἐνεργείᾳ αἴσθησις ἡ αὐτή ἐστι τῷ ἐνεργείᾳ αἰσθητῷ, ἡ δὲ δυνάμει αἴσθησις οὐκ ἔστιν ἡ αὐτὴ τῷ δυνάμει αἰσθητῷ, καὶ τοῦτο εἰκότως· οὔτε γάρ ἐστιν ἐνταῦθα τὸ συμφύον καὶ ἑνοῦν. ἐπὶ γὰρ τῶν ἐνεργείᾳ τὰ εἴδη τῶν αἰσθητῶν γινόμενα ἐν τῇ ἐνεργείᾳ τῆς αἰσθήσεως σχέσιν τινὰ ἐντεῦθεν καὶ συμφυΐαν ἐποίουν· αὐτὴ γὰρ ἡ ἐνέργεια συνῆπτε καὶ ἐποίει τὴν αἴσθησιν τῷ αἰσθητῷ ταὐτόν. ἐπὶ δὲ τῶν δυνάμει οὔπω μετῆλθε τὰ εἴδη τῶν αἰσθητῶν ἐπὶ τὴν ἐνέργειαν τῆς αἰσθήσεως, καὶ διὰ τοῦτο οὔπω γέγονέ τις κοινωνία τε καὶ ἕνωσις. διὰ τοῦτο οὖν ἡ μὲν ἐνεργείᾳ αἴσθησις ἡ αὐτή ἐστι τῷ ἐνεργείᾳ αἰσθητῷ, ἡ δὲ δυνάμει αἴσθησις οὐκ ἔστιν ἡ αὐτὴ τῷ δυνάμει αἰσθητῷ. οἱ δέ γε Πρωταγόρειοι οὐ διέστειλαν, ἀλλ’ ἔλεγον ὅτι ἡ αἴσθησις ἡ αὐτή ἐστι τῷ αἰσθητῷ, μὴ διαστείλαντες καὶ εἰπόντες ὅτι ἡ μὲν ἐνεργείᾳ ἡ αὐτή ἐστιν, ἡ δὲ δυνάμει οὐκ ἔστιν ἡ αὐτή· καὶ τοῦτο εἰκότως. οἱ γὰρ Πρωταγόρειοι οὐκ ἔλεγον ὅλως εἶναι τὸ δυνάμει οὔτε ὑπόστασιν τοῖς αἰσθητοῖς παρεῖχον, ἀλλ’ ἔλεγον [εἶναι] τὰ αἰσθητά, ἔστ’ ἂν ὑποπίπτωσι τῇ αἰσθήσει, μόνον εἶναι,3 ἐπειδὴ οὐκ ἔλεγον τὸ δυνάμει, ἀλλὰ τὸ ἐνεργείᾳ μόνον, καὶ γέννημα αὐτὸ ἔλεγον τῶν αἰσθήσεων. εἰ μὲν γὰρ εἴδομεν, φασίν, ἔστι χρῶμα, εἰ δὲ μή, οὐκ ἔστι· νόμῳ γὰρ γλυκὺ καὶ νόμῳ λευκόν. διὰ τοῦτο οὖν καλῶς ἔλεγον, κἂν ἀδιορίστως ἔλεγον, ὅτι ἡ αἴσθησις τῷ αἰσθητῷ ταὐτόν ἐστιν· † ὡς ἄν γὰρ δήποτε εἰ εἶπον τὸ ἐνεργείᾳ, εἰσηγάγετο.

因为亚历山大说,如果现实中的感觉与现实中的感觉对象是同一的,而且现实中的感觉把握现实中的感觉对象,那么显而易见,现实中的感觉把握其自身。因为除了感觉的活动之外,它不是别的什么;因为正是在它活动的时候,它才被称为处于“现实中”;因此,由于现实中的感觉把握其自身,显而易见,感觉把握自身的活动,而这正是亚里士多德所主张的。亚历山大说了这些;但我们断言他所言不实。因为这个推论也并未在这里被推导出来。因为说第一个前提是真实的——即现实中的感觉与现实中的感觉对象在底层基质上是同一的,并且现实中的感觉把握现实中的感觉对象;但声称如果感知现实中的感觉对象,就立刻也把握自身的第二个前提,却不再是真实的了。此外,现实中的感觉并非根据共通者来认识,而是根据相异者来认识;因为它是就其受动而言进行认识的,而在这方面它是相异的;因为感觉受动,而感觉对象施动。因此,亚历山大啊,我并不接受这一点:即现实中的感觉正是就其与现实中的感觉对象同一而言进行认识。但即使我向你让步承认这一点(因为现实中的感觉感知的不是关系,而是凭借其与现实中的感觉对象同一的那个东西),那么这又是什么呢?显而易见这是底层基质;因为它们在底层基质上是同一的,在关系上是不同的。那么底层基质又是什么呢?显而易见是诸相。因此它感知的仅仅是这些。由此得出的结论是:现实中的感觉把握的是它自身的底层基质,绝非自身的活动,而对它而言底层基质就是诸颜色的相。关于这些问题就谈到这里。 另一方面,亚里士多德从前述论点中推导出的一个结论是:如果现实中的感觉与现实中的感觉对象是同一的,那么显然,如果现实中的感觉存在,现实中的感觉对象也存在;反之,在现实中的感觉毁灭时,现实中的感觉对象作为被见之物也就毁灭了,尽管作为自立存在者并非毁灭。但这在潜能中的感觉和潜能中的感觉对象上并不成立,这并不是因为它们不同时存在;因为它们自身也是依照关系的法则而存在的,如果潜能中的感觉存在,潜能中的感觉对象也存在,如果前者不存在,后者也将不存在。因此,在存在方面,潜能中的感觉对象与现实中的感觉对象一致,潜能中的感觉也与现实中的感觉一致;但不同之处在于,现实中的感觉与现实中的感觉对象是同一的,而潜能中的感觉与潜能中的感觉对象却不是同一的,这合乎情理;因为在潜能的情形中不存在使二者结合并统一的东西。因为在现实的情形中,感觉对象的诸相进入感觉的活动之中,由此产生了某种关系与结合;因为正是活动自身连接并使感觉与感觉对象成为同一。而在潜能的情形中,感觉对象的诸相尚未转移到感觉的活动之中,正因如此尚未产生任何共契与统一。因此,正是由于这个原因,现实中的感觉与现实中的感觉对象是同一的,而潜能中的感觉与潜能中的感觉对象却不是同一的。 然而,普罗泰戈拉派却没有加以区分,而是说感觉与感觉对象是同一的,没有区分并指出处于现实中的是同一的,而处于潜能中的不是同一的;这合乎情理。因为普罗泰戈拉派根本不说潜能中的事物存在,也没有赋予感觉对象以自立的存在,而是说感觉对象仅仅在它们落入感觉之时才存在,因为他们不谈潜能中的事物,而只谈现实中的事物,并称之为感觉的产物。因为他们说:如果我们看见了,颜色就存在;如果我们没有看见,它就不存在;因为依约定是甜,依约定是白。因此,正因如此,即使他们是不加规定地说的,他们说感觉与感觉对象是同一的也是说得好的;因为无论他们以何种方式言及现实中的事物,这都会被引入。

语法注3 条
  1. 3.28ὥστε ὅτι ἡ κατ’ ἐνέργειαν αἴσθησις ἑαυτῆς ἀντιλαμβάνεται, δῆλον ἄρα ὅτι τῆς ἐνεργείας ἑαυτῆς ἀντιλαμβάνεται ἡ αἴσθησις

    此句中 ὥστε 之后紧跟先行作为前提的 ὅτι 从句(“现实中的感觉把握其自身”),随后接主句 δῆλον ἄρα ὅτι...。前一个 ὅτι 从句充当具有原因或既定前提含义的名词性从句,全句解作“因此,从……这一事实出发,……显然是明晰的”。

  2. 3.28φθείρεται καὶ τὸ κατ’ ἐνέργειαν αἰσθητὸν ὡς ὁρώμενον, οὐχ ὡς ὑφιστάμενον

    连词 ὡς 在此作副词性用法,用以限定对象的考察视角或存在样态(“作为被见之物”、“作为自立存在者”)。否定词 οὐχ 之后省略了前述谓语动词 φθείρεται,表对比:“作为被见之物固然毁灭,但作为自立存在者[并不毁灭]”。

  3. 3.28ἔστ’ ἂν ὑποπίπτωσι τῇ αἰσθήσει, μόνον εἶναι

    ἔστ’ ἄν 是 ἔστε ἄν(“只要……期间”)的省略并合形式,接虚拟语气 ὑποπίπτωσι 构成时间限制从句。该从句修饰间接引语中受 ἔλεγον 支配的不定式 εἶναι 和副词 μόνον,意为“仅在它们落入感觉的期间内存在”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:470.21-472.4