← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§469.1-470.20

现实中感觉活动与感觉对象活动的同一性

围绕亚里士多德《论灵魂》425b25的引文,菲洛波庞援引《自然哲学讲演录》中施动与受动学说及教学与学习的例子,阐明现实中的感觉与感觉对象的活动在底层基质上为一而在关系上有别,并论及诸感觉中关系命名的欠缺以及亚历山大所作的推论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.28#1

" Ἡ δὲ τοῦ αἰσθητοῦ ἐνέργεια καὶ τῆς αἰσθήσεως ἡ ο αὐτὴ μέν ἐστι καὶ μία, τὸ δὲ εἶναι αὐταῖς οὐ ταὐτόν.1" Ἐπειδὴ ἀνωτέρω εἶπεν ὅτι ἁμωσγέπως κεχρωμάτισται ἡ ἐνέργεια (τοῦτο δὲ ἔδειξεν ἐκ τῶν προφαινομένων λαμπάδων καὶ μετὰ τὴν ἀπουσίαν τοῦ αἰσθητοῦ) καὶ ὅτι ἡ κατ’ ἐνέργειαν αἴσθησις ἐνεργεῖ τῷ δέχεσθαι τὰ εἴδη τῶν αἰσθητῶν, καὶ μέχρι τούτου κατὰ τὴν προτεραίαν καταντήσας, ἐντεῦθεν αὐτὸ βούλεται ἐπιτεῖναι, ὡσεὶ ἔλεγε καὶ τί φημι ὅτι τὰ εἴδη τῶν αἰσθητῶν χωρεῖ εἰς τὴν κατ’ ἐνέργειαν αἴσθησιν τῷ ἐνεργείᾳ αἰσθητῷ; διττὸν γὰρ τὸ αἰσθητόν, τὸ μὲν δυνάμει τὸ δὲ ἐνεργείᾳ, καὶ διττὴ ἡ αἴσθησις, ἡ μὲν δυνάμει ἡ δὲ ἐνεργείᾳ. ἡ οὖν ἐνεργείᾳ αἴσθησις ἡ αὐτή ο ἐστι τῷ ἐνεργείᾳ αἰσθητῷ. εἰ γὰρ ἡ μὲν ἐνέργεια κεχρωμάτισται, τὸ δὲ αἰσθητὸν χρῶμά ἐστι, ταὐτὸν ἄρα ἐστὶν ἡ κατ’ ἐνέργειαν αἴσθησις τῷ κατ’ ἐνέργειαν αἰσθητῷ· αἰσθητῷ λέγει δηλονότι τῷ συμμέτρῳ· τὸ γὰρ ἄμετρον φθείρει τὴν ὄψιν. εἰ δὲ ἦν αὕτη τῷ ἀμέτρῳ αἰσθητῷ ταὐτόν, ἑαυτῆς ἔμελλεν εἶναι φθαρτική, ὅπερ ἄτοπον. μὴ νόμιζε δέ, ἐπειδὴ ταὐτὸν λέγει εἶναι τὴν κατ’ ἐνέργειαν αἴσθησιν τῷ κατ’ ἐνέργειαν αἰσθητῷ, ὅτι καὶ τοὺς λόγους φησὶ τῶν αἰσθητῶν εἶναι ἐν τῇ αἰσθήσει, ὅπου γε οὐδὲ τὴν λογικὴν ψυχήν φησι ἔχειν λόγους τῶν πραγμάτων,2 ἀλλ’ ἀγράφῳ ἐοικέναι γραμματείῳ. τὸ γὰρ λόγους ἔχειν Ἐμπεδοκλέους ἐστίν, ἐν οἷς φησι “γαίῃ μὲν γὰρ γαῖαν ὀπώπαμεν.” ὁ γὰρ Ἀριστοτέλης οὐ τοῦτο λέγει, ἀλλὰ διὰ τὸ εὐτύπωτον· ἡ γὰρ ἐνεργείᾳ αἴσθησις εὐτύπωτός ἐστι καὶ εὔπλαστος πρὸς τὸ δέξασθαι τὰ εἴδη τῶν κατ’ ἐνέργειαν αἰσθητῶν πραγμάτων· καὶ διὰ τοῦτο τὴν αὐτὴν λέγει εἶναι τῷ κατ’ ἐνέργειαν αἰσθητῷ τὴν κατ’ ἐνέργειαν αἴσθησιν. καὶ τοῦτο κατασκευάζει οὕτως. // πρῶτον μέν, εἰ οὐδέν ἐστι, φησίν, ἡ κατ’ ἐνέργειαν αἴσθησις εἰ μὴ τὸ ἔχειν τὰ κατ’ ἐνέργειαν αἰσθητά, αἰσθητὰ δὲ κατ’ ἐνέργειάν ἐστι τὰ ἐχόμενα ὑπὸ αἰσθήσεως, τὸ δὲ ἐχόμενον καὶ ἔχον ταὐτόν ἐστι, καὶ ἡ κατ’ ἐνέργειαν ἄρα αἴσθησις ταὐτόν ἐστι τῷ κατ’ ἐνέργειαν αἰσθητῷ. καὶ ἐξ ἄλλου δὲ δριμύτερον καὶ φυσικώτερον τὸν λόγον ἀποδείκνυσιν. φησὶ γὰρ οὕτω· δέδεικται ἐν τῷ τρίτῳ λόγῳ τῆς Φυσικῆς ἀκροάσεως ὅτι πᾶν ποιοῦν καὶ πάσχον τῷ μὲν ὑποκειμένῳ ταὐτό ἐστι, τῇ δὲ σχέσει διάφορον· καὶ γοῦν ἐμεμνήμεθα λέγοντες ὅτι ἡ μάθησις καὶ ἡ δίδαξις ἡ αὐτὴ ἦν τῷ ὑποκειμένῳ, τῇ δὲ σχέσει διάφορος. τὸ γὰρ αὐτὸ θεώρημα πρὸς μὲν τὸν μαθητὴν μάθησις λέγεται, πρὸς δὲ τὸν διδάσκαλον δίδαξις. ὥστε πᾶν ποιοῦν καὶ πάσχον τῷ μὲν ὑποκειμένῳ ταὐτόν ἐστι, τῇ δὲ σχέσει διάφορον. εἰ οὖν καὶ ἡ κατ’ ἐνέργειαν αἴσθησίς τι πάσχον ἐστὶ καὶ τὸ κατ’ ἐνέργειαν αἰσθητόν τι ποιοῦν ἐστι, δῆλον ἄρα ὅτι συναχθήσεται καὶ αὐτὰ τῷ μὲν ὑποκειμένῳ ταὐτὰ εἶναι, τῇ δὲ σχέσει διάφορα. οὕτως οὖν καὶ φυσικῶς τὸν λόγον ἀποδείκνυσιν. ἰστέον δὲ ὅτι δύο οὐσῶν σχέσεων, τῆς μὲν πρὸς τὴν κατ’ ἐνέργειαν αἴσθησιν, ἥτις ἐστὶ τὸ ἔχειν, τῆς δὲ πρὸς τὸ κατ’ ἐνέργειαν αἰσθητόν, ἥτις ἐστὶ τὸ ἔχεσθαι, ἐπὶ μιᾶς τῆς ἀκοῆς λαμβάνει τὸ διττὸν τῆς σχέσεως, διὰ τὸ ἐπ’ ἐνίων ἑκατέραν τῶν σχέσεων μὴ κατονομάζεσθαι. πέντε γὰρ οὐσῶν αἰσθήσεων, ἐπὶ μιᾶς μόνον, λέγω δὴ τῆς ἀκοῆς, ἄμφω αἱ σχέσεις εἰσὶ κατωνομασμέναι, ἥ τε τοῦ κατ’ ἐνέργειαν αἰσθητοῦ καὶ ἡ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως. ἐπὶ μὲν γὰρ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως ἡ σχέσις ἄκουσις λέγεται, ἡ δὲ τοῦ κατ’ ἐνέργειαν αἰσθητοῦ σχέσις ψόφησις λέγεται. ἐπὶ δὲ τῶν λοιπῶν αἰσθήσεων οὐκ ἔστιν εὑρεῖν ὄνομα· τὴν μὲν γὰρ τῆς κατ’ ἐνέργειαν ὄψεως σχέσιν λέγομεν ὅρασιν, τὴν δὲ τῆς κατ’ ἐνέργειαν ὁρατοῦ σχέσιν ὀφείλομεν μὲν εἰπεῖν χρῶσιν, οὐ λέγομεν δέ, καὶ διὰ τί, ἐν τῇ λέξει μαθησόμεθα. ἐπειδὴ οὖν οὐκ ἐπὶ πασῶν τῶν αἰσθήσεων τὸ διττὸν τῆς σχέσεως κατωνόμασται, διὰ τοῦτο λανθάνει πολλάκις, καὶ οὐκ ἐφορῶμεν τὸ διττὸν τῶν σχέσεων. ταῦτα εἰπόντος τοῦ Ἀριστοτέλους, ὁ Ἀλέξανδρος πόρισμα ἐντεῦθεν συνάγειν δοκεῖ τοῖς τῇ προτεραίᾳ αὐτῷ Ἀριστοτέλει λεχθεῖσιν ὅτι αἱ πέντε αἰσθήσεις τῶν οἰκείων ἐνεργειῶν ἀντιλαμβάνονται.

“感觉对象的活动与感觉的活动是同一且单一的,但对它们而言,存在却不是同一的。” 由于他在前文中说过,活动在某种意义上是被着色的(而这一点他是根据在感觉对象离开后仍显现的火把证明的),并且现实中的感觉通过接纳感觉对象的相而活动,既然在前一天已经进行到了这一步,他便想从这里强化这一点自身,宛如在说:“我哪里只是说感觉对象的相进入现实中的感觉对于现实中的感觉对象而言?”因为感觉对象是双重的,一种在潜能中,另一种在现实中;感觉也是双重的,一种在潜能中,另一种在现实中。因此,现实中的感觉与现实中的感觉对象是同一的。因为如果活动是被着色的,而感觉对象是颜色,那么现实中的感觉就与现实中的感觉对象是同一的——显而易见,他所说的感觉对象是指匀称的感觉对象;因为过度者会毁灭视觉。如果视觉与过度的感觉对象是同一的,它就会变成自我的毁灭者,而这是荒谬的。然而,不要因为他说现实中的感觉与现实中的感觉对象是同一的,就以为他也主张感觉对象的理则存在于感觉之中,因为他甚至断言理性灵魂也不具有事物的理则,而是犹如未写字的写字板。因为具有理则属于恩培多克勒的学说,在那些诗句中他说“我们借大地看见了大地”。亚里士多德所说的并非此意,而是由于易受印记;因为现实中的感觉易受印记,且易于受塑以接纳现实中感觉事物的相;正因如此,他说现实中的感觉与现实中的感觉对象是同一的。他按如下方式确立这一点:首先,他说,如果现实中的感觉无非就是具有现实中的感觉对象,而现实中的感觉对象就是被感觉所具有的事物,并且被具有者与具有者是同一的,那么现实中的感觉也就与现实中的感觉对象是同一的。并且他还从另一个角度更加敏锐、更加合乎自然学地证明了这个论证。因为他这样说:《自然哲学讲演录》第三卷中已经证明,一切施动者与受动者在底层基质上是同一的,但在关系上是不同的;无论如何,我们都记得曾说过,学习与教学在底层基质上是同一的,但在关系上是不同的。因为同一条定理,相对于学生被称为学习,相对于教师则被称为教学。因此,一切施动者与受动者在底层基质上是同一的,但在关系上是不同的。那么,如果现实中的感觉也是某种受动者,而现实中的感觉对象也是某种施动者,显然就可以推论出,它们在底层基质上也是同一的,但在关系上是不同的。因此,他也以这种自然学的方式证明了这个论证。应当明了的是,既然存在着两种关系——一种是朝向现实中的感觉的关系,即具有;另一种是朝向现实中的感觉对象的关系,即被具有——他在唯一的听觉上取了这种关系的双重性,这是因为在某些感觉上这两种关系都没有被分别命名。因为在五种感觉中,仅仅在一种感觉上(我正是指听觉),两种关系都被分别命名了,即现实中感觉对象的关系与现实中感觉的关系。因为在现实中的感觉上,这种关系被称为听取;而在现实中感觉对象的关系上,则被称为发声。但在其余的感觉上却无法找到名称;因为对于现实中视觉的关系,我们称之为看,而对于现实中可见对象的关系,我们本应称之为着色,但我们并不这样称呼,至于原因何在,我们将在字句考察中了解。因此,既然并非在所有感觉上关系的双重性都被命名,正因如此它常常被忽略,我们未能察觉到诸关系的双重性。亚里士多德说了这些之后,亚历山大似乎由此针对前一天亚里士多德自己所说的话——即五种感觉把握自身的固有活动——推导出了一个推论。

语法注2 条
  1. 3.28τὸ δὲ εἶναι αὐταῖς οὐ ταὐτόν

    带有中性单数冠词的不定词 τὸ εἶναι 加上与格 αὐταῖς,是亚里士多德哲学中表达本质或定义的专门句式(“对它们而言的存在/本性”)。整句结构中,τὸ εἶναι αὐταῖς 作主语,οὐ ταὐτόν 作表语补足语。

  2. 3.28ὅπου γε οὐδὲ τὴν λογικὴν ψυχήν φησι ἔχειν λόγους τῶν πραγμάτων

    连词 ὅπου(带有小词 γε)在此处并非表示物理处所,而是引导一个表原因或让步对比的从属从句(“既然……”,“甚至在……的情况下”)。它与后文的否定词 οὐδέ(“甚至连……也不”)相呼应,构成了“举重以明轻”(a fortiori)的反驳逻辑:既然亚里士多德断言连理性灵魂都不具有事物的理则,就更不可能主张感觉具有理则了。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:469.1-470.20