- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:46.7-47.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德论述灵魂特有功能与可分离性的文本(403a10),批驳了将其视为反演倒换谬误的普遍疑难,支持阿提卡注释家将其视为两个公理假言命题的主张,并通过区分“特有的”涵义回应了反驳。
" Εἰ μὲν οὖν ἐστί τι τῶν τῆς ψυχῆς ἔργων ἢ παθημάτων ἴδιον, ἐνδέχοιτο ἂν αὐτὴν χωρίζεσθαι· εἰ δὲ μηδέν ἐστιν ἴδιον αὐτῆς, οὐκ ἂν εἴη χωριστή." Πολλὴ τοῖς ἐξηγηταῖς ἀμφιβολία γέγονε περὶ τοῦ χωρίου τούτου. νομίσαντες γὰρ ἀντιστροφῇ τῇ σὺν ἀντιθέσει χρήσασθαι τὸν φιλόσοφον, ἠπόρησαν εἰκότως ὡς κακῶς ἐκ τοῦ ἡγουμένου χρησαμένου τοῦ φιλοσόφου τῇ ἀντιστροφῇ, δέον ἐκ τοῦ ἑπομένου ποιῆσαι τὴν ἀντιστροφήν.1 εἶπε γάρ, φασίν, οὕτως ‘εἰ μέν ἐστιν ἴδιόν τι πάθος ψυχῆς, χωριστή ἐστιν’· εἶτα ἔλαβε τὸ ἀντικείμενον τοῦ ἡγουμένου καὶ κατεσκεύασε τὸ ἀντικείμενον τοῦ ἑπομένου ‘εἰ δὲ μηδέν ἐστιν ἴδιόν τι πάθος ψυχῆς, οὐκ ἔσται οὐδὲ αὐτὴ χωριστή’, δέον ἐκ τοῦ ἑπομένου ἀντιστρέψαι ‘εἰ δὲ μὴ ἔστι χωριστή, οὐκ ἔχει τι πάθος ἴδιον’. οἱ δὲ Ἀττικοὶ ἐξηγηταὶ καλῶς φασιν ὅτι οὐδὲ ἀντιστροφῇ ὅλως ἐνταῦθα ἐχρήσατο, ἀλλὰ δύο τινὰ συνημμένα ἔλαβε, δύο τινὰς κανόνας δι’ αὐτῶν παραδιδούς, οὓς ἤδη λαβόντες ἐντεῦθεν προειρήκαμεν, ὅτι ὧν αἱ ἐνέργειαι χωρισταὶ σωμάτων, τούτων καὶ αἱ οὐσίαι πάντως χωρισταί, καὶ ὧν ἀχώριστοι αἱ ἐνέργειαι, ἐξ ἀνάγκης καὶ αἱ οὐσίαι ἀχώριστοι. εἰ γὰρ ἡ μὲν ἐνέργεια χωριστὴ εἴη, ἡ δὲ οὐσία ἀχώριστος, ἐπειδὴ αἱ μὲν ἐνέργειαι ἐκ δυνάμεων, αἱ δὲ δυνάμεις ἐκ τῶν οὐσιῶν, ἐπειδὰν χωρισθῇ ἡ ἐνέργεια, εἴ γε ἔστι χωριστή, ἀνάγκη τινὰ ἐνέργειαν εἶναι ἀνούσιον καὶ ἀδύναμον, ὅπερ ἀδύνατον· πᾶσα γὰρ ἐνέργεια ἐκ δυνάμεως, πᾶσα δὲ δύναμις ἐξ οὐσίας, ἀνάγκη ἄρα πᾶσα χωριστῆς οὔσης τῆς ἐνεργείας χωριστὴν εἶναι καὶ τὴν οὐσίαν· εἰ δὲ τοῦτο, ἐξ ἀνάγκης καὶ ἀθάνατον καὶ ἄφθαρτον. πῶς; πᾶν τὸ φθειρόμενον δυσὶ τρόποις φθείρεται, ἢ τῷ ἀναλύεσθαι εἰς τὰ ἑαυτοῦ στοιχεῖα ὡς τὰ ἡμέτερα σώματα, ἢ τῷ ἀποσβέννυσθαι ἐν τῷ ὑποκειμένῳ διὰ τὸ γίνεσθαι αὐτὸ ἀνεπιτήδειον, ὥσπερ ἡ ἁρμονία ἀνεθεισῶν τῶν χορδῶν ἀποσβέννυται. διχῶς οὖν τῆς φθορᾶς οὔσης ἢ ὡς ἐπὶ σωμάτων ἢ ὡς ἐπὶ ἀσωμάτων ἐν ὑποκειμένῳ σώματι ἐχόντων τὸ εἶναι, εἰ ἐδείχθη ἡ ψυχὴ καὶ ἀσώματος οὖσα καὶ χωριστὴ σώματος, κατ’ οὐδένα ἄρα τρόπον φθείρεται. πάλιν τῶν ἐνεργειῶν ἀχωρίστων οὐσῶν ἀνάγκη καὶ τὰς οὐσίας ἀχωρίστους εἶναι· εἰ δὲ χωρισθεῖεν αἱ οὐσίαι, ἔσονται ἀνενέργητοι καὶ μάτην· οὐδὲν δὲ μάτην οὔτε ὁ θεὸς ποιεῖ οὔτε ἡ φύσις, ὥστε πᾶσα ἀνάγκη ἀχωρίστων οὐσῶν τῶν ἐνεργειῶν ἀχωρίστους εἶναι καὶ τὰς οὐσίας. οἱ μὲν οὖν κανόνες οὗτοι, οὓς ἀποδέχονται κοινῶς πάντες καὶ οἱ θνητὴν εἶναι λέγοντες τὴν ψυχὴν καὶ οἱ ἀθάνατον. ἐνστάσεις δὲ φέρονται πρὸς τοὺς κανόνας τούτους πρὸς ἑκάτερον μία. καὶ τέως πρὸς τὸν πρότερον· πῶς γάρ, φασίν, ὁ Ἀριστοτέλης εἶπεν, ὅτι εἰ ἔστι τι πάθος ἴδιον τῆς ψυχῆς, ταὐτὸν δὲ εἰπεῖν ἐνέργεια, χωριστὴν ἔχει καὶ τὴν οὐσίαν; ἰδοὺ γάρ, φασίν, ὁ ὀφθαλμὸς ἰδίαν ἔχει ἐνέργειαν τὸ ὁρᾶν, καὶ ὅμως οὐσίαν οὐκ ἔχει χωριστήν· ἀδύνατον γὰρ τὸν ὀφθαλμὸν τοῦ σώματος χωρισθῆναι. τί οὖν λέγομεν πρὸς τοῦτο; ὅτι τὸ ἴδιον διττόν, ἢ τὸ ὡς μέρους ἴδιον, ὡς λέγομεν ἴδιον τοῦ ποδὸς τὸ βαδίζειν· οὐ γὰρ ὡς μὴ δεόμενον τοῦ ὅλου λέγομεν ἴδιον εἶναι τοῦ ποδὸς τὸ βαδίζειν2 (δεῖται γὰρ τοῦ ὅλου σώματος), ἀλλ’ ὡς τοῦ μορίου τούτου παρὰ τὰ ἄλλα μόρια ἴδιον ὄν· ἢ τὸ μὴ δεόμενον τοῦ ὅλου πρὸς ὕπαρξιν, ὡς εἴ τις εἴποι ὅτι ἡ γλυκύτης ἡ ἐν τῷ ὑδρελαίῳ ἰδία ἐστὶ τοῦ ἐλαίου ἢ ἡ γλυκύτης ἡ ἐν τῷ οἰνομέλιτι τοῦ μέλιτος. λέγει οὖν ὁ τοιοῦτος τὸ ἴδιον οὐχ ἁπλῶς ὡς μέρους, ἀλλ’ ὡς μὴ δεόμενον τοῦ ὅλου πρὸς ὕπαρξιν· οὐ γὰρ δεῖται τοῦ οἰνομέλιτος, ἵνα συστῇ, ἡ γλυκύτης, ἀλλ’ ἔστι τοῦ ὅλου χωριστή· ἔστι γὰρ ἐν μόνῳ τῷ μέλιτι. τοιοῦτον οὖν λέγει τὸ ἴδιον ὁ Ἀριστοτέλης, ὅπερ καὶ τῷ ὄντι χωριστόν ἐστι· χωριστὴ γὰρ ἡ γλυκύτης τοῦ μέλιτος τοῦ συναμφοτέρου, ἰδία οὖσα τοῦ μέλιτος. ὁ μέντοι ὀφθαλμὸς ἰδίαν λέγεται ἔχειν ἐνέργειαν οὐχ ὡς μὴ δεομένην τοῦ ὅλου, ἀλλὰ πρὸς ἀντιδιαστολὴν τῶν ἄλλων μερῶν, ἐπεὶ τοῦ ὅλου δεῖται πρὸς ὕπαρξιν· δεῖται γὰρ ἐγκεφάλου καὶ τῶν ὀπτικῶν νεύρων τε καὶ πνεύματος καὶ τῶν τοιούτων.
“因此,如果灵魂的功能或受动状态中有某种是其所特有的,它就可能被分离;但如果没有任何东西是它所特有的,它就不可能是可分离的。” 关于这段文本,在注释家们当中产生了许多争论。因为他们认为这位哲学家使用了反演倒换,理所当然地感到困惑,认为哲学家错误地从前件出发进行了反演,而本应当从后件进行反演。因为他们说,他是这样说的:“如果灵魂有某种特有的受动状态,它就是可分离的”;随后他取了前件的反面,确立了后件的反面:“但如果没有任何特有的受动状态属于灵魂,它自身也不会是可分离的”;而本应当从后件反演为:“但如果它不是可分离的,它就没有特有的受动状态”。然而阿提卡的注释家们正确地指出,他在这里根本没有使用反演倒换,而是提出了两个假言命题,通过它们传授了两个公理,我们先前正是从这里汲取并陈述过的:凡是活动能够与身体相分离者,其实体也全然是可分离的;凡是活动不可分离者,其实体出于必然性也是不可分离的。因为如果活动是可分离的,而实体是不可分离的,那么既然活动源自潜能,潜能源自实体,一旦活动被分离——若它确实是可分离的话——必然就会有某种既无实体又无潜能的活动存在,而这是不可能的;因为一切活动都源自潜能,一切潜能都源自实体,因此在活动可分离的情况下,实体也是可分离的,这是完全必然的。如果这是如此,则必然也是不朽且不灭的。如何不灭?一切被毁灭之物都以两种方式被毁灭:要么如我们的身体那样分解为其自身的元素,要么因基底变得不适宜而在基底中泯灭,正如琴弦松弛时和谐音便泯灭一样。因此,既然毁灭只有两种方式,要么如在身体上,要么如在存在于身体基底中的无形体物上,那么如果灵魂已被表明既是无形体的又是能够与身体相分离的,它就绝不会以任何方式被毁灭。反之,在活动不可分离时,实体也必然是不可分离的;因为如果实体被分离,它们就将没有活动且归于徒劳;但神与自然都不做任何徒劳之事,因此在活动不可分离时,实体也是不可分离的,这是完全必然的。因此,这些公理是所有人都共同接受的,无论那些主张灵魂必灭的人还是主张灵魂不朽的人。然而对这些公理提出了反驳,对每一条公理各有一条反驳。暂且看对前者的反驳:因为他们说,亚里士多德怎么能说,如果灵魂有某种特有的受动状态(也就是说活动),它就拥有可分离的实体?因为看啊,他们说,眼睛具有视觉这一特有的活动,然而它却没有可分离的实体;因为眼睛不可能脱离身体而被分离。那么我们对此怎么说?“特有的”具有双重含义:要么是作为部分的特有,正如我们说行走是足部所特有的——因为我们并非把行走称为足部特有的、仿佛它不需要整体(因为它需要整个身体),而是作为相比于其他部分而言属于这一部分的特有;要么是指在存在上不需要整体的特有,例如有人说水油中的甜味是油所特有的,或者蜜酒中的甜味是蜜所特有的。这样的人所说的特有,就不是单纯作为部分的特有,而是在存在上不需要整体的特有;因为甜味不需要蜜酒来持存,而是可以脱离整体而分离的;因为它是仅仅存在于蜜之中的。因此亚里士多德所说的“特有的”就是这种,而这确实是可分离的;因为蜜的甜味可以脱离复合物而分离,作为属于蜜所特有的。然而眼睛被称为具有特有的活动,并非作为不需要整体的活动,而是为了区别于其他部分,因为它在存在上是需要整体的;因为它需要大脑、视神经、精气以及诸如此类的东西。
- 1.31δέον ἐκ τοῦ ἑπομένου ποιῆσαι τὴν ἀντιστροφήν
δέον 是无人称动词 δεῖ 的绝对宾格,表示转折或让步的情况:“而本应当从后件进行反演”。它简练地表达了先前注释家对亚里士多德未正确进行反演倒换(前件否定而非逆否)的批评。
- 1.31οὐ γὰρ ὡς μὴ δεόμενον τοῦ ὅλου λέγομεν ἴδιον εἶναι τοῦ ποδὸς τὸ βαδίζειν
ὡς μὴ δεόμενον 是中性单数分词,与宾格短语 τὸ βαδίζειν(行走)保持一致,ὡς 表示视角或理由。整句构成“因为我们并非把行走称为足部特有的、仿佛它不需要整体”的否定结构。
