- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:467.25-468.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯注解亚里士多德《论灵魂》卷三第二章(425b14–22),探讨了关于感知感觉活动的感觉究系与感知对象的感觉相异还是同一的两难困境,若主张相异则会导致的无穷倒退,以及针对看者本身必须具有颜色这一难题的解答。
" Ὥστε ἢ δύο τοῦ αὐτοῦ ἔσονται ἢ αὐτὴ αὑτῆς.1" Ἐντεῦθεν τὸ ἄτοπον ἐπάγει. φησὶ γὰρ ὅτι εἰ ταῦτα οὕτως ἔχει καὶ ἄλλη μὲν τοῦ ὑποκειμένου αἰσθάνεται, ἄλλη δὲ τῆς ἐνεργείας, συμβήσεται δύο εἶναι τοῦ αὐτοῦ αἰσθήσεις, οἷον τοῦ χρώματος τὴν ὄψιν καὶ τὴν ἄλλην αἴσθησιν τὴν αἰσθανομένην τῆς ἐνεργείας τῆς ὄψεως, καὶ δύο τοῦ αὐτοῦ εὑρεθήσεται αἰσθανόμενα καθ’ αὑτὸ καὶ οὐ κατὰ συμβεβηκός, ὅπερ ἄτοπον. εἰ δὲ πάλιν ἡ αὐτή ἐστιν ἡ αἰσθανομένη καὶ τοῦ χρώματος καὶ τῆς οἰκείας ἐνεργείας, πάλιν ἄλλο ἕψεται ἄτοπον τὸ αὐτὴν ἑαυτῆς αἴσθησιν εἶναι.
“因此,或者对同一事物将有两个[感觉],或者它自身属于自身。” 从这里起他引出荒谬之处。因为他说,如果这些情况确是如此,由一种感觉知觉底层对象,而由另一种感觉知觉活动,那么对同一事物就会有两个感觉出现——例如对颜色而言,有视觉以及知觉视觉活动的另一种感觉——并且将发现有两个事物就其自身而非偶然地知觉同一对象,而这是荒谬的。但反过来,如果知觉颜色与知觉自身固有活动的感觉是同一种,那么又将伴随另一个荒谬:它自身成了属于自身的感觉。
"Ἔτι δ’ εἰ καὶ ἑτέρα εἴη." Ἐντεῦθεν ἕτερον ἄτοπον συνάγει τῇ αὐτῇ ὑποθέσει τῇ λεγούσῃ ὅτι ἄλλη ἔστι δύναμις ἡ αἰσθανομένη τῆς ἐνεργείας. ὥστε ἐπὶ τῆς πρώτης τοῦτο ποιητέον, ὡσεὶ ἔλεγεν ὅτι δεῖ στῆναι ἐπὶ τῆς πρώτης καὶ εἰπεῖν ὅτι αὐτὴ ἑαυτῆς ἀντιλαμβάνεται καὶ γινώσκει ἡ ὄψις ὅτι αἰσθάνεται τοῦ χρώματος, ὁμοίως καὶ ἡ ἀκοὴ τοῦ ἀκουστοῦ, ὡσαύτως καὶ αἱ λοιπαί. εἰ γὰρ τὸ εἰδέναι ἄλλην αἴσθησιν τὸ ὅτι εἰς ἀπορίαν ἄγει τὸν λόγον,2 ἀνάγκη, φησίν, ἐπὶ τὸ πρῶτον ἐλθεῖν καὶ εἰπεῖν ὅτι αὐτὴ οἶδεν τὴν οἰκείαν ἐνέργειαν. καὶ ἔδει μᾶλλον εἰπεῖν τὸ εὐθύς, ἵνα εἶπεν ‘ὥστε ἐπὶ τῆς πρώτης εὐθὺς τοῦτο ποιητέον’. τινὲς δὲ καὶ οὕτω τὸ παρὸν ῥητὸν ἐξηγήσαντο, ὅτι εἰ ἡ αἴσθησις ἡ ἀντιλαμβανομένη τῆς ἐνεργείας τῆς ἄλλης αἰσθήσεως ἀντιλαμβάνεται τῆς οἰκείας ἐνεργείας, διὰ τί μὴ καὶ ἡ πρώτη, ὅ ἐστιν ἡ ἀντιλαμβανομένη τοῦ ὑποκειμένου, ἀντιλαμβάνεται τῆς οἰκείας ἐνεργείας; ἀποκληρωτικὸν γὰρ τὸ τοιοῦτόν ἐστιν.
“此外,即使它是另一感觉。” 从这里起,他针对主张知觉活动的能力是另一能力这同一假说,推导出了另一个荒谬。因此在第一者上必须做此事;这宛如他说,应当停在第一者上,并断言视觉自身把握自身,知晓自己在知觉颜色,听觉对可听之物也是如此,其余诸感觉亦然。因为如果由另一感觉知晓这一事实会将论辩引向困境,他就说,必然要走向第一者,断言它自身知晓自身的固有活动。而且他本应加上“立刻”一词,以便说成“因此在第一者上必须立刻做此事”。还有一些人这样解释当下的文本:如果把握另一感觉之活动的感觉能把握自身的固有活动,那么为何第一种感觉——即把握底层对象的感觉——不能把握自身的固有活动呢?因为做出这种区分是任意的。
"Ἔχει δ’ ἀπορίαν· εἰ γὰρ τὸ τῇ ὄψει αἰσθάνεσθαί ἐστιν ὁρᾶν." Ἐντεῦθεν τὴν ἀπορίαν τὴν κατὰ τῆς ἄλλης ὑποθέσεως λέγει τὴν λέγουσαν ὅτι εἰ ἡ αὐτὴ αἴσθησις καὶ τῶν ὑποκειμένων καὶ τῶν ἐνεργειῶν ἀντιλαμβάνεται, καὶ χρῶμα ἕξει τὸ ὁρῶν πρῶτον. καλῶς πρόσκειται τὸ πρῶτον, ἐπειδὴ τὰ εἴδη τῶν αἰσθητῶν δέχεται ἡ ὄψις ἐν τῷ ἐνεργεῖν πρὸς τὰ ἔξω, λέγει δὲ ὅτι καὶ πρὸ τούτου αὐτὴ καθ’ ἑαυτὴν χρῶμα ἕξει, εἴπερ ἐστὶν ὁρατὸν ὑπὸ ἄλλου.
“但这包含困难;因为如果通过视觉知觉即是看。” 从这里起,他陈述了针对另一假说的困难,即主张如果同一种感觉既把握底层对象又把握活动,那么在看的事物也将在先具有颜色。“在先”一词被妥当地加上,因为视觉在朝向外物活动时会接纳感觉对象的相,但他主张,即使在此之前,视觉就自身而言也将具有颜色,假若它果真能被另一者所看见的话。
"Φανερὸν τοίνυν ὅτι οὐχ ἓν τὸ τῇ ὄψει αἰσθάνεσθαι." Ἐντεῦθέν ἐστιν ἡ λύσις τῆς εἰρημένης ἀπορίας. καὶ σκόπει ὅτι ταύτην μὲν ἔλυσε τὴν ἀπορίαν, εἰ δὲ βούλει, παρεμυθήσατο ὡς ἂν μᾶλλον ταύτῃ τῇ δόξῃ πειθόμενος, παρῆκε δὲ τὴν λοιπὴν ἀπορίαν ἄλυτον τὴν φερομένην κατὰ ταύτης τῆς δόξης3 τὴν λέγουσαν ὅτι εἰ μία ἐστὶ δύναμις καὶ ἡ ὁρῶσα καὶ ἡ γινώσκουσα τὴν ἐνέργειαν, ἔσται τὸ αὐτὸ αἰσθητὸν καὶ αἰσθανόμενον. ἀλλὰ διὰ τοῦ τὴν ἀντικειμένην ἀναιρεῖν δόξαν δοκεῖ καὶ ταύτην ἐπιλύεσθαι. παραμυθίαι δέ εἰσιν αὗται τῶν ἀποριῶν.
“显而易见,通过视觉知觉并非单一之事。” 从这里起是对上述困难的化解。请注意,他虽然化解了这个困难——或者如果你愿意,他缓和了它,仿佛更倾向于相信这一看法——然而他却未予解决地放过了针对这一看法的另一个困难,即主张如果看的能力与知晓活动的能力是单一的,那么同一事物既是感觉对象又是感觉者。但是,通过取消对立的看法,他似乎也化解了这一困难。这些便是对困难的缓和之策。
"Ἔτι δὲ καὶ τὸ ὁρῶν ἔστιν ὡς κεχρωμάτισται." Τὸ ἔστιν ὡς πρόσκειται ἀντὶ τοῦ ἀμωσγέπως·4 κεχρωμάτισται γάρ, φησίν, ἡ ἐνέργεια. ἐν οἷς ἡ πρᾶξις σὺν θεῷ πληροῦται.
“而且,在看的事物在某种意义上也是被着色的。” “在某种意义上”是作为“不知怎地”的同义表达而被补入的;因为他说,活动是被着色的。至此,借助神,讲课告成。
- 3.23δύο τοῦ αὐτοῦ ἔσονται ἢ αὐτὴ αὑτῆς
属格 τοῦ αὐτοῦ 和 αὑτῆς 依存于上下文承前的省略词 αἴσθησις,充当宾格性属格,分别表示“关于同一对象的[两种感觉]”与“关于自身的[感觉]”。
- 3.24εἰ γὰρ τὸ εἰδέναι ἄλλην αἴσθησιν τὸ ὅτι εἰς ἀπορίαν ἄγει τὸν λόγον
带冠词不定式短语 τὸ εἰδέναι ἄλλην αἴσθησιν τὸ ὅτι 充当主语。其中 ἄλλην αἴσθησιν 是不定式 εἰδέναι 的逻辑主语(宾格),而带冠词的 τὸ ὅτι(“即……这一事实”)充当其直接宾语。
- 3.26παρῆκε δὲ τὴν λοιπὴν ἀπορίαν ἄλυτον τὴν φερομένην κατὰ ταύτης τῆς δόξης
παρῆκε 的宾语是 τὴν λοιπὴν ἀπορίαν,形容词 ἄλυτον 作谓词性补足语(“未予解决地”)。随后的带冠词分词短语 τὴν φερομένην... 则充当限定定语修饰 ἀπορίαν。
- 3.27Τὸ ἔστιν ὡς πρόσκειται ἀντὶ τοῦ ἀμωσγέπως
中性单数冠词 τὸ 将引语 ἔστιν ὡς(“在某种意义上/某种方式下”)名词化作主语,介词短语 ἀντὶ τοῦ ἀμωσγέπως 表示对释替换(“代替‘不知怎地/设法’”)。
