← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§466.3-467.24

感觉反思的荒谬性与注意能力的优越性

通过指出感觉活动被着色以及感觉自身回转(反思)的荒谬性,确立理性注意部分的优越性,将亚里士多德的措辞调和为对工具的转喻归因,并进而展开对425b12文句的逐字注释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.22#3

ἐροῦμεν γὰρ πρὸς αὐτὸν ὅτι μόνον καθ’ αὑτὸ τὸ χρῶμα οἶδεν ἡ ὄψις, τὰ δὲ ἄλλα τῷ μὴ εἶναι χρῶμα1 οἶδε κατὰ ἀπόφασιν, καὶ οὐ πάσχει ἐξ αὐτῶν· οὐδεὶς δὲ τὴν οἰκείαν ἐνέργειαν οἶδεν ὁμοίως τοῖς κατὰ ἀπόφασιν. ὥστε οὐδ’ ὅτε τοῦ χρώματος ἀντιλαμβάνεται, οἶδεν ὅτι χρωματίζεται ἡ ἐνέργεια. ὅτι δὲ ἄτοπον τὸ λέγειν ὡς καὶ ἡ ἐνέργεια κεχρωμάτισταί πως, δῆλον· αὕτη μὲν γὰρ ἀσώματός ἐστι, τὸ δὲ ἀσώματον πῶς δύναται κεχρωματίσθαι; ἔσται δὲ καὶ ἅμα μετέχουσα λευκοῦ καὶ μέλανος, ἐπειδὴ ἅμα ταῦτα ὁρᾷ, ὅπερ ἄτοπον. κρεῖττον οὖν ἦν εἰπεῖν ὅτι τὸ αἰσθητήριον κεχρωμάτισται, οὐχ ἡ ἐνέργεια. εἰ δὲ καὶ πιστοῦται τοῦτο ἐκ τῶν λαμπάδων, φαμὲν ὅτι τοῦτο οὐκ ἔστι χρωματισμὸς ἐνεργείας, ἀλλὰ σφοδρὰ πληγὴ τοῦ αἰσθητοῦ πάθος ποιήσασα ἐν τῷ αἰσθητηρίῳ, οὗ πάθους τὸν τύπον λαβοῦσα ἡ φαντασία ἐκράτησε, καὶ διὰ τοῦτο ὁρῶνται αὐτῇ αἱ λαμπάδες. ὅτι δὲ οὐκ ἔστι χρωματισμός, δῆλον, ἐπειδὴ καὶ κλειόντων ἡμῶν τοὺς ὀφθαλμοὺς ὁρᾶται. δεῖ γὰρ εἰδέναι ὅτι οὐδὲν ἄλλο ἐστὶ φαντασία ἢ μικρὰ αἴσθησις, ὥσπερ καὶ αἴσθησις σφοδρά ἐστι φαντασία. καὶ ἄλλως δὲ ἄτοπον τὸ τὴν αὐτὴν αἴσθησιν εἰδέναι ὅτι ὁρᾷ. πάντως γὰρ μετὰ τὸ εἰδέναι τὸ χρῶμα ἐπιστρέφουσα πρὸς ἑαυτὴν γινώσκει ὅτι ὁρᾷ· εἰ δὲ ἐπιστρέφει πρὸς ἑαυτήν, καὶ χωριστῆς ἐστιν ἐνεργείας, τὸ δὲ χωριστῆς ὂν ἐνεργείας καὶ χωριστῆς ἐστιν οὐσίας, καὶ διὰ τοῦτο καὶ ἀίδιον καὶ ἀσώματον. ἔσται οὖν ὁ ἀμφιβόλως τὴν λογικὴν ψυχὴν λέγων ἀθάνατον φανερῶς βοῶν εἶναι τὴν ἄλογον ἀθάνατον,2 ὅπερ ἄτοπον· οὔτε γάρ εἰσιν αἱ αἰσθήσεις ἀίδιοι, καὶ διὰ τοῦτο οὐκ ἐπιστρέφουσι πρὸς ἑαυτάς· εἰ δὲ μὴ ἐπιστρέφουσι πρὸς ἑαυτάς, οὐκ ἀντιλαμβάνονται τῶν οἰκείων ἐνεργειῶν· οὐδὲν γὰρ ἕτερόν ἐστι τὸ πρὸς ἑαυτὸ ἐπιστρέφειν ἢ τὸ τῶν οἰκείων ἐνεργειῶν ἀντιλαμβάνεσθαι. ὥστε οὐκ ὀρθῶς λέγει Ἀριστοτέλης, ἀλλ’ ὡς εἴπομεν τοῦ προσεκτικοῦ ἐστι τῆς ψυχῆς τὸ γινώσκειν τὰς ἐνεργείας τῶν αἰσθήσεων. καὶ ὅτι τοῦτο οὕτως ἔχει, ἐκ τῶν πραγμάτων ἔστιν ἰδεῖν· ἀσχολουμένου γὰρ τοῦ λόγου περί τι, κἂν ὁρᾷ ἡ ὄψις, οὐκ οἴδαμεν ὅτι εἶδεν, διότι ἠσχόληται ὁ λόγος· καὶ μετὰ ταῦτα ἐπειδὴ ἦλθεν εἰς ἑαυτὸν ὁ λόγος, καὶ μὴ ὁρῶν τὸν φίλον καὶ νῦν φησιν ὅτι εἶδον αὐτόν, οἱονεὶ μικρὸν ἐναπολαβὼν τύπον τοῦ ὁραθέντος, εἰ καὶ ἠσχόληται νῦν, ἀνανήψας εἶπεν ὅτι εἶδον. ὥστε τοῦ λόγου ἐστὶ τὸ εἰπεῖν ὅτι εἶδον. εἰ δέ τις ἀπορήσει καὶ πῶς εἴρηται ὅτι περὶ τὰ καθόλου ὁ λόγος ἀσχολεῖται, νυνὶ δὲ μετὰ τῶν κατὰ μέρος αἰσθήσεων εἴπομεν αὐτὸν ἐνεργεῖν, εἰπὲ πρὸς τοῦτο ὅτι ἡνίκα μὲν κέχρηται ὀργάνῳ ὁ τῷ σώματι, περὶ τὰ κατὰ μέρος ἐνεργεῖ, ὅτε δὲ οὐ κέχρηται αὐτῷ ὡς ὀργάνῳ, περὶ τὰ καθόλου ἐνδιατρίβει· νυνὶ δὲ τῷ σώματι κέχρηται. καὶ ταῦτα μὲν οὕτως· τροφεῖα δὲ οὐκ ἀποδίδομεν Ἀριστοτέλει, ἀλλὰ ψευδῆ τὸν αὐτοῦ λόγον ποιούμεθα.3 φαμὲν οὖν ὅτι συμφωνεῖ ἡμῖν. ὅτε γὰρ λέγει ὁ ὅτι ἡ αἴσθησις οἶδεν τὸ ὅτι ἐνεργεῖ, τοῦτο λέγει αὐτὴν εἰδέναι οὐχ ὡς αἴσθησιν ἀλλ’ ὡς ὄργανον οὖσαν τοῦ λόγου· ὥσπερ γὰρ ἄνω εἶπεν ὅτι ἡ ὄψις οἶδεν τὸ γλυκὺ οὐχ ὡς ὄψις ἀλλ’ ὡς κοινὴ αἴσθησις, οὕτω καὶ νῦν τοῦτο εἶπε. καὶ οὐ μόνον αὐτὸς τοῦτο ποιεῖ, ἀλλὰ καὶ ἡ κοινὴ συνήθεια ἔθος ἔχει τοῦτο, ἔνθα λέγει ὅτι ὁ σκέπαρνος τὸν θρόνον ἐποίησε. καὶ ἰδοὺ τῷ ὀργάνῳ φιλοτιμεῖται τὸ ἔργον, οὐχ ὅτι αὐτὸ ἐποίησεν αὐτό, ἀλλ’ ὁ χρησάμενος ἐργάτης. ἐν οἷς ἡ θεωρία σὺν θεῷ πληροῦται. Ἐπεὶ δ’ αἰσθανόμεθα ὅτι ὁρῶμεν καὶ ἀκούομεν. καλῶς εἶπεν ὅτι αἰσθανόμεθα ὅτι ὁρῶμεν, καὶ οὐκ εἶπεν ‘ἐπεὶ δὲ ὁρῶμεν’· οὐ γὰρ ἐπὶ ὄψεως μόνον τὸν λόγον γυμνάζει, ἀλλὰ καὶ ἐπὶ πάσης αἰσθήσεως· διὸ κοινὸν εἶπεν τὸν λόγον ἀπὸ τοῦ αἰσθάνεσθαι. ἀλλ’ ἡ αὐτὴ ἔσται τῆς ὄψεως καὶ τοῦ ὑποκειμένου χρώματος. ἐπειδὴ δὲ κατὰ διαίρεσιν εἶπεν φάσκων ἢ τῇ αὐτῇ αἰσθήσει τὸ ὑποκείμενον καὶ τὴν ἐνέργειαν οἴδαμεν, ἢ ἄλλῃ μὲν τὸ ὑποκείμενον, ἄλλῃ δὲ τὴν ἐνέργειαν, διὰ [τῆς] τῶν λοιπῶν ἐλέγχει τὸ ἓν σκέλος τῆς διαιρέσεως τὸ λέγον ὅτι ἄλλη ἐστὶν ἡ ἀντιλαμβανομένη τῆς ὄψεως, ὅ ἐστι τῆς ἐνεργείας, καὶ ἄλλη ἡ τοῦ ὑποκειμένου. αὐτὸς δὲ οὐκ εἶπε ‘καὶ ἄλλη ἡ τοῦ ὑποκειμένου’, διὸ καὶ ἀσαφῆ ἐποίησε τὸν λόγον. εἶτα βουλόμενος σαφηνίσαι τί ἐστι τὸ ὑποκείμενον, ἐπήγαγε χρῶμα· ὄψεως γὰρ ὑποκείμενον τὸ χρῶμα.

因为我们将反驳他说,视觉就自身而言仅认知颜色,而对其余事物则是因其不是颜色而通过否定认知的,且不承受来自它们的作用;而没有任何人能以类似于通过否定所知事物的方式认知自身的固有活动。因此,即使当它把握颜色时,它也不知道活动是被着色的。而说活动本身也以某种方式被着色是荒谬的,这是显而易见的:因为活动是非肉体的,但非肉体之物怎能被着色呢?此外,由于它同时看见白与黑,它也将同时分有白与黑,而这是荒谬的。因此,说感觉器官被着色,而不是活动被着色,原本是更妥当的。即使他是从火把的例子来证实这一点的,我们也要说,这并不是活动被着色,而是感觉对象的猛烈撞击在感觉器官中造成了受动状态,表象(想象能力)接受了这一受动状态的印迹并予以保留,正是因此火把才显现在它面前。而这并非着色是显而易见的,因为即使在我们闭上双眼时它也是可见的。因为必须知晓,表象无非是微弱的感觉,正如感觉是强烈的表象一样。而且从另一方面看,同一种感觉知道自己在看也是荒谬的。因为必然地,在认知颜色之后,它通过向自身回转才认知自己在看;但如果它向自身回转,它也就具有可分离的活动,而具有可分离活动者也就具有可分离的实体,并因此既是永恒的又是非肉体的。因此,那个含糊地主张理性灵魂不朽的人,将变成公然宣称非理性灵魂是不朽的,而这是荒谬的;因为诸感觉并不是永恒的,且正因如此它们不向自身回转;如果它们不向自身回转,它们就不把握自身的固有活动;因为向自身回转无非就是把握自身的固有活动。因此亚里士多德所言不当,而是如我们所言,认知诸感觉的活动属于灵魂的注意部分。而事情确是如此,从事实本身即可看出:因为当理性专注于某事时,即使视觉在看,由于理性已被占据,我们并不知道它看见了;而在此之后,当理性恢复自知时,即使此时并未看见友人,它也会说看见了他,仿佛预先微弱地接纳了所见之物的印迹,即便刚才被占据,在醒觉后便说“看见了”。因此,说“我看见了”属于理性。如果有人发问,既然曾说过理性专注于普遍者,而现在我们却说它与个别感觉一同活动,这如何可能?对此要回答说,当它把身体作为工具使用时,它就关乎个别者活动;而当它不把它作为工具使用时,它就流连于普遍者;而此时它正在使用身体。这些情况便是如此。然而我们并未向亚里士多德报答养育之恩,反而使他的言论沦为虚假。因此我们说,他是与我们一致的。因为当他说感觉知晓其自身在活动的这一事实时,他是说它不是作为感觉知晓此点,而是作为理性的工具知晓的;因为正如上文他说视觉不是作为视觉、而是作为共通感觉知晓甜一样,此刻他也说了这话。不仅他本人这样做,通常的用语习惯也是如此,比如人们会说“扁斧造了御座”。看哪,这项成果被归功于工具,并不是因为工具自己造了它,而是使用它的匠人造了它。至此,借助神,理论观照告成。“既然我们知觉到我们在看和在听”。他恰当地说了“我们知觉到我们在看”,而没有说“既然我们看”;因为他不仅就视觉展开论辩,而且也关乎一切感觉;因此他由知觉出发使论辩具有共通性。“然而同一种感觉将属于视觉和底层的颜色”。但既然他是通过划分来说的,主张我们或者以同一种感觉认知底层对象和活动,或者以一种感觉认知底层对象,而以另一种感觉认知活动,他便通过随后的论述驳斥了划分中的一个分支,即主张把握视觉(即活动)的感觉是一种,而且把握底层对象的感觉是另一种这一分支。但他自己并未明说“而且把握底层对象的感觉是另一种”,因此也使论述变得晦涩。随后,为了阐明什么是底层对象,他补充了“颜色”;因为颜色正是视觉的底层对象。

语法注3 条
  1. 3.22τῷ μὴ εἶναι χρῶμα

    带冠词不定词的与格(τῷ c. inf.),表示手段或根据/原因:“因其不是颜色”。它与紧随其后的 κατὰ ἀπόφασιν(“通过否定”)形成对应,体现了相对于对固有感觉对象(颜色)的直接肯定性把握而言的间接、消极的认知方式。

  2. 3.22ἔσται οὖν ὁ ἀμφιβόλως τὴν λογικὴν ψυχὴν λέγων ἀθάνατον φανερῶς βοῶν εἶναι τὴν ἄλογον ἀθάνατον

    主语是带冠词的分词短语 ὁ ... λέγων(“……的主张者”),谓语是未来时 ἔσται 与分词 βοῶν(“呼喊”)构成的迂回未来时结构(ἔσται βοῶν = βοήσει)。整个句子构成归谬法的结论:“那个含糊地主张理性灵魂不朽的人,将变成公然宣称非理性灵魂是不朽的”。

  3. 3.22τροφεῖα δὲ οὐκ ἀποδίδομεν Ἀριστοτέλει, ἀλλὰ ψευδῆ τὸν αὐτοῦ λόγον ποιούμεθα

    引入修辞性的自我反诘(或预先防范的反驳)的句子。面对未能报偿 τροφεῖα(抚育之恩/对师长的感恩)而使亚里士多德的学说沦为虚妄的指责,紧随其后的 φαμὲν οὖν ὅτι συμφωνεῖ ἡμῖν(“因此我们说他是与我们一致的”)构成了论证的转折点,将亚里士多德的表述解释为对工具的借喻归因以达成调和。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:466.3-467.24