← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§464.15-466.3

把握感觉的诸说与理性灵魂的注意能力

菲洛波庞梳理了亚里士多德、亚历山大和普鲁塔克关于何种能力把握感觉活动的主张,引介并评析了较晚近注解家提出的理性灵魂“注意能力”说,在赞同这一新说的同时对亚里士多德的论证作出了批判性评价。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.22#2

αὐτὸ γὰρ τὸ διαφανὲς μετὰ τὴν ἀπουσίαν τοῦ ὁρατοῦ μαρμαρυγάς τινας καὶ προαυγάσματα προχαράττει τῆς ὄψεως.1 καὶ ταῦτα μὲν τὰ διὰ τῆς λέξεως ἀναφαινόμενα, καὶ ἔστιν ὡς ἐν συντόμῳ εἰπεῖν ὁ νοῦς Ἀριστοτελικὸς κατάδηλος· βούλεται γὰρ τὰς κατὰ μέρος αἰσθήσεις καὶ τῶν ὑποκειμένων αὐταῖς ἀντιλαμβάνεσθαι καὶ μὴν καὶ τῶν οἰκείων ἐνεργειῶν. Ἀλέξανδρος δὲ ἐν τῷ ὑπομνήματι τὰς μὲν πέντε αἰσθήσεις τῶν ὑποκειμένων αὐταῖς αἰσθητῶν βούλεται εἶναι ἀντιληπτικάς, τὴν δὲ κοινὴν αἴσθησιν εἶναι βούλεται καὶ τῶν ὑποκειμένων καὶ τῶν ἐνεργειῶν αὐτῶν ἀντιληπτικήν. Πλούταρχος δὲ λογικῆς ψυχῆς ἔφη εἶναι ἔργον τὸ γνῶναι τὰς ἐνεργείας τῶν αἰσθήσεων· φησὶ γὰρ ὅτι κατὰ τὸ ἄτιμον μέρος τῆς λογικῆς ψυχῆς, ὅπερ ἐστὶν ἡ δόξα, τοῦτο γίνεται. ἡ γὰρ δόξα, τὸ κοινότατον μέρος τῆς ψυχῆς καὶ ἄτιμον, συνάπτει τὴν λογικὴν τῇ ἀλόγῳ. ἀεὶ γάρ, ὡς πολλάκις ἔγνωμεν, κατὰ ἄτιμα μέρη ἑαυτῶν τὰ πρῶτα συνάπτεται τοῖς δευτέροις, ὥσπερ οὖν καὶ νῦν. τῆς οὖν δόξης εἶναι λέγει τὸ ταῦτα ποιεῖν καὶ ἀντιλαμβάνεσθαι τῶν ἐνεργειῶν τῶν αἰσθήσεων. οἱ δέ γε νεώτεροι ἐξηγηταὶ μήτε τὴν Ἀλεξάνδρου καταιδεσθέντες ὀφρὺν μήτε Πλουτάρχῳ πειθόμενοι, ἀλλὰ καὶ αὐτὸν Ἀριστοτέλη ἀπωσάμενοι νεωτέραν ἐφεῦρον ἐξήγησιν. φασὶ γὰρ ὅτι τοῦ προσεκτικοῦ μέρους τῆς λογικῆς ψυχῆς ἐστι τὸ ἀντιλαμβάνεσθαι τῶν ἐνεργειῶν τῶν αἰσθήσεων. ἡ γὰρ λογικὴ ψυχὴ οὐ μόνον πέντε δυνάμεις ἔχει, νοῦν, διάνοιαν, δόξαν, βούλησιν καὶ προαίρεσιν κατ’ αὐτούς, ἀλλὰ καὶ ἄλλην ἕκτην τινὰ δύναμιν προστιθέασι τῇ λογικῇ ψυχῇ, ἣν καλοῦσι προσεκτικήν, δ ο προσεκτικόν, φασίν, ἐφιστάνει τοῖς γινομένοις ἐν τῷ ἀνθρώπῳ καὶ λέγει ἐγὼ ἐνόησα, ἐγὼ διενοήθην, ἐγὼ ἐδόξασα, ἐγὼ ἐθυμώθην, ἐγὼ ἐπεθύμησα, ο καὶ ἁπλῶς τοῦτο τὸ προσεκτικὸν μέρος τῆς λογικῆς ψυχῆς διὰ πασῶν τῶν δυνάμεων δίεισιν, τῶν τε λογικῶν καὶ τῶν ἀλόγων καὶ τῶν φυτικῶν. εἰ οὖν δεῖ, φασί, τὸ προσεκτικὸν διὰ πάντων διιέναι, καὶ διὰ τῶν αἰσθήσεων χωρείτω καὶ λεγέτω ἐγὼ εἶδον, ἐγὼ ἤκουσα· τοῦ γὰρ ἀντιλαμβανομένου τῶν ἐνεργειῶν ἴδιον τὸ ταῦτα λέγειν. εἰ οὖν τὸ προσεκτικόν ἐστι τὸ ταῦτα λέγον, αὐτὸ ἄρα ἐστὶ τὸ τῶν ἐνεργειῶν ἀντιλαμβανόμενον τῶν αἰσθήσεων. δεῖ γὰρ ἓν εἶναι τὸ πάντων ἀντιλαμβανόμενον, ἐπειδὴ καὶ εἷς ἐστιν ὁ ἄνθρωπος. εἰ γὰρ ἄλλο μὲν τῶνδε ἀντιλαμβάνοιτο, ἄλλο δὲ τῶνδε, ὅμοιόν ἐστιν, ὡς ἐν ἄλλοις αὐτὸς λέγει, ὡς εἰ σὺ μὲν τοῦδε αἴσθοιο, τοῦδε δὲ ἐγώ. δεῖ οὖν ἓν εἶναι, ὅ ἐστι τὸ προσεκτικόν· τοῦτο γὰρ τὸ προσεκτικὸν διὰ πάντων φοιτᾷ τῶν δυνάμεων καὶ τῶν γνωστικῶν καὶ τῶν ζωτικῶν. ἀλλ’ εἰ μὲν διὰ τῶν γνωστικῶν φοιτᾷ, λέγεται προσεκτικόν, ὅθεν ὅτε κατὰ τὰς γνωστικὰς ἐνεργείας ῥεμβομένῳ τινὶ θέλομεν ἐπιπλῆξαι, φαμὲν αὐτῷ ‘πρόσεχε σαυτῷ’· εἰ δὲ διὰ τῶν ζωτικῶν χωρεῖ, λέγεται συνειδός, ὅθεν ἡ τραγῳδία φησὶν ‘ἡ σύνεσις, ὅτι σύνοιδα ἐμαυτῷ δεινὰ εἰργασμένῳ’. τὸ προσεκτικὸν οὖν ἐστι τὸ τῶν ἐνεργειῶν τῶν αἰσθήσεων ἀντιλαμβανόμενον. καὶ κακῶς, φασίν, ὁ Πλούταρχος τὴν δόξαν ᾐτιάσατο· δεῖ γὰρ ἓν εἶναι τὸ ἀντιλαμβανόμενον τῶν ἐνεργειῶν πασῶν τῶν δυνάμεων, ἡ δὲ δόξα οὐκ ἀντιλαμβάνεται τῶν ἐνεργειῶν τοῦ νοῦ· οὐ γὰρ λέγει ἡ δόξα ἐγὼ ἐνόησα ἢ ἐγὼ διενοήθην. κἂν γὰρ εἴπῃ ὅτι ἐγὼ ἐδόξασα, ἐγὼ ἐθυμώθην, ἀλλὰ τὰς τῶν κρειττόνων ἐνεργείας οὐ δύναται θεωρῆσαι. // ταῦτα δὲ λέγοντες οὐ κατηγοροῦσι Πλουτάρχου·2 οὐδαμοῦ γὰρ αὐτὸν εὗρον λέγοντα ὅτι ἡ δύναμις ἡ αἰσθανομένη τῶν ἐνεργειῶν τῶν αἰσθήσεων τῆς δόξης ἐστίν, ἀλλὰ συμφωνεῖ κατὰ τοῦτο τῷ Ἀλεξάνδρῳ, τὴν κοινὴν αἴσθησιν καὶ αὐτὸς αἰτιώμενος, καὶ ἀμφότεροι κακῶς λέγοντες ἐξελέγχονται, τὴν κοινὴν αἴσθησιν φάσκοντες ἀντιλαμβάνεσθαι τῶν ἐνεργειῶν ἑκάστης αἰσθήσεως. καὶ γὰρ ἡ κοινὴ αἴσθησις οὐδενὸς ἀντιλαμβάνεται ὃ μή ἐστιν αἰσθητόν· πᾶν δὲ αἰσθητὸν ἐν σώματί ἐστιν, ἡ δὲ ἐνέργεια οὐκ ἔστιν ἐν σώματι· διὸ οὐδὲ ἔστιν αἰσθητή. εἰ δὲ μή ἐστιν αἰσθητή, οὐδὲ ὑποπίπτει τῇ κοινῇ αἰσθήσει. // καὶ ἡμεῖς δὲ τούτοις συντιθέμεθα ὅτι οὐκ ἔστιν ἕκτη αἴσθησις ἡ τὸ ὅτι γινώσκουσα, οὔτε μὴν ὅτι καὶ ἡ αὐτὴ ὁρᾷ καὶ οἶδεν ὅτι ὁρᾷ, ἀλλ’ ὅτι τῆς λογικῆς ἐστι τοῦτο ψυχῆς, καὶ ταύτης τοῦ προσεκτικοῦ. // ὅτι μὲν γὰρ οὐκ ἔστιν ἕκτη αἴσθησις ἡ τὸ ὅτι εἰδυῖα, δεχόμεθα κατὰ τὰ παρὰ Ἀριστοτέλους εἰρημένα· ὅτι δὲ ἡ αὐτή ἐστιν ἡ αἰσθανομένη καὶ γινώσκουσα ὅτι ᾔσθετο, οὐ δεχόμεθα αὐτὸν εἰπόντα, ὅτι οὐ συνάγεταί μοι τὸ τὴν ἐνέργειαν κεχρωματίσθαι,3 κἂν ἡ αὐτὴ οἶδεν τὸ ὅτι, διότι οὐ χρῶμα μόνον οἶδεν ἡ ὄψις, ἀλλὰ καὶ φῶς καὶ σκότος.

因为透光体本身在可见对象不在之后,仍会在视觉之前刻印上某些闪光和前发光。这些便是通过文句显现出来的事情;简而言之,亚里士多德的意图是昭然若揭的:因为他意图使各个别感觉既把握从属于它们的底层对象,又确实把握它们自身的活动。但亚历山大在其注解中意图使五种感觉把握从属于它们的感觉对象,而意图使共通感觉既把握底层对象又把握它们的活动。另一方面,普鲁塔克主张,认知诸感觉的活动是理性灵魂的功用;因为他说,这是依理性灵魂卑微的部分——即意见——而发生的。因为意见作为灵魂中最共通且卑微的部分,将理性部分与非理性部分联结在一起。因为正如我们屡次认识到的那样,第一等级的事物总是依其自身卑微的部分与第二等级的事物相联结,正如眼前的情形一样。因此他说,做这些事情并把握诸感觉的活动属于意见。然而较晚近的注解家们既不畏惧亚历山大的威严,也不信服普鲁塔克,甚至推开了亚里士多德本人,找到了一种更新颖的解释。因为他们说,把握诸感觉的活动属于理性灵魂的注意部分。因为在他们看来,理性灵魂不仅具有五种能力——理智、推论思维、意见、意愿和抉择——他们还在理性灵魂上增加了另一种第六种能力,称之为注意能力。他们说,这一注意部分监督发生在人身上的事情,并说“我理解了”、“我思考了”、“我认为了”、“我愤怒了”、“我欲求了”;简而言之,理性灵魂的这一注意部分贯通一切能力,既包括理性的,也包括非理性的和植物性的能力。他们说,因此,如果注意部分必须贯通一切,那么就让它也穿过诸感觉,并说“我看见了”、“我听见了”;因为说这些话正是把握诸活动之物的固有特征。因此,如果说这些话的是注意部分,那么把握诸感觉之活动的也就是它自身。因为把握一切的事物必须是单一的,既然人也是单一的。因为如果一种能力把握这些,而另一种能力把握那些,这就如同他自己在别处所说,就像是你知觉到了这个,而我知觉到了那个。因此必须存在单一者,即注意部分;因为这一注意部分巡视所有能力,无论是认知性的还是生命(情动)性的能力。但如果它巡视认知性的能力,就被称为“注意部分”,因此当我们要斥责某个在认知活动中心不在焉的人时,我们对他说“注意你自己”;而当它穿过生命(情动)性的能力时,就被称为“良知”,因此悲剧说:“是良知,即自觉自己犯下了可怕的罪行”。因此,把握诸感觉活动的乃是注意部分。他们说,普鲁塔克将原因归于意见是错误的;因为把握所有能力的活动的事物必须是单一的,而意见并不把握理智的活动;因为意见不说“我理解了”或“我思考了”。因为即使它说“我认为了”、“我愤怒了”,它也不能观照更优越者的活动。// 但他们这样说并未正当地指控普鲁塔克;因为我未曾发现他在任何地方说过知觉诸感觉活动的能力属于意见,反而在这一点上他与亚历山大一致,他自己也归咎于共通感觉,而他们二者主张共通感觉把握各感觉的活动,都被驳斥为说法错误。因为共通感觉不把握任何不是感觉对象的东西;而一切感觉对象都在物体中,活动却不在物体中;因此它甚至不是感觉对象。如果它不是感觉对象,它也就不归属于共通感觉之下。// 我们也在这些方面赞同他们:既不存在认知“其如此”的第六种感觉,也不是同一种感觉既看又知道自己在看,而是这属于理性灵魂,且属于它的注意部分。// 因为对于不存在认知“其如此”的第六种感觉这一点,我们依据亚里士多德所言予以接受;但对于进行知觉者与认知其已然知觉者是同一的这一说法,我们不接受他所说的“即便同一种感觉认知‘其如此’,对我而言也推导不出活动被着色这一结论,因为视觉不仅认知颜色,也认知光和黑暗”。

语法注3 条
  1. 3.22προχαράττει τῆς ὄψεως

    由于复合动词 προχαράττω 包含前缀 προ-,属格 τῆς ὄψεως 起到相当于空间介词短语的作用,表示“在视觉之前”的地点/分离属格。宾格短语 μαρμαρυγάς τινας καὶ προαυγάσματα 是其直接宾语。

  2. 3.22ταῦτα δὲ λέγοντες οὐ κατηγοροῦσι Πλουτάρχου

    动词 κατηγορέω 支配人的属格(Πλουτάρχου),在此表示语境上的否定:“他们虽然这样说,却并未正当地指控普鲁塔克”。后文紧接着解释说并未在普鲁塔克著作中找到此种说法,说明这一指控对其本人并不属实。

  3. 3.22οὐ δεχόμεθα αὐτὸν εἰπόντα, ὅτι οὐ συνάγεταί μοι τὸ τὴν ἐνέργειαν κεχρωματίσθαι

    前文的 ὅτι δὲ... 从句(关于感知者与自知者同一的主张)与上一句的 ὅτι μὲν... 平行并从属于 δεχόμεθα;宾格分词短语 αὐτὸν εἰπόντα(“当他说……时的他”)支配其后引述亚里士多德辩护内容的陈述/引语 ὅτι 从句(“对我而言推导不出……”),从句的主语是带冠词不定式短语 τὸ τὴν ἐνέργειαν κεχρωματίσθαι(“活动被着色这一情况”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:464.15-466.3