← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§462.24-464.15

感觉活动的知觉与自我知觉的同一性

菲洛波诺斯注解了亚里士多德《论灵魂》425b12的引文,讨论了对感觉活动的知觉是由另一种感觉完成还是由同一种感觉完成的探究。他在梳理了亚里士多德关于感觉与其活动的知觉属于同一种感觉的论证及基于余辉现象的解释后,批判了活动是被着色的这一观点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.22#1

" Ἐπειδὴ αἰσθανόμεθα ὅτι ὁρῶμεν καὶ ἀκούομεν, ἀνάγκη ἢ τῇ ὄψει αἰσθάνεσθαι ὅτι ὁρᾷ ἢ ἑτέρᾳ, καὶ τὰ λοιπά." Ἐπειδὴ ἐν τοῖς προλαβοῦσιν ἔδειξεν ὅτι οὐκ ἔστιν ἕκτη αἴσθησις, ἥτις τὰ κοινὰ αἰσθητὰ ἴδια ἔχει αἰσθητά, νῦν βούλεται διὰ τούτων ἄλλην τινὰ ζήτησιν προβάλλεσθαι· ζητεῖ γὰρ μήποτε οὔκ εἰσι πέντε μόνον αἰσθήσεις, ἀλλὰ δέκα. ἐπειδὴ γάρ, φησίν, ὁρῶμεν καὶ αἰσθανόμεθα ὅτι ὁρῶμεν, πάλιν ἀκούομεν καὶ αἰσθανόμεθα ὅτι ἀκούομεν, ζητεῖ πότερον τῇ αὐτῇ αἰσθήσει καὶ ὁρῶμεν καὶ αἰσθανόμεθα ὅτι ὁρῶμεν, ἢ ἄλλη μέν ἐστιν αἴσθησις ἡ τὰ ὑποκείμενα χρώματα ὁρῶσα, ἄλλη δέ ἐστιν αἰσθανομένη τῆς ὁρατικῆς ἐνεργείας, τουτέστιν ἡ αἰσθανομένη ὅτι ὁρῶμεν. δύο οὖν δεῖ ζητῆσαι, ἓν μὲν πότερον τῇ αὐτῇ αἰσθήσει, λέγω δὲ τῇ ὁρατικῇ, καὶ ὁρῶμεν τὰ χρώματα καὶ αἰσθανόμεθα τῆς ἐνεργείας τῆς ὁρώσης τὰ χρώματα, δεύτερον δὲ εἰ ἄλλη μέν ἐστιν αἴσθησις ἡ ὁρῶσα τὰ χρώματα, ἄλλη δὲ ἡ αἰσθανομένη ὅτι ὁρῶμεν, ταὐτὸν δὲ εἰπεῖν1 ἡ αἰσθανομένη τῆς ὁρατικῆς ἐνεργείας. τοιαῦτα διαπορήσας ἐπιλύεται καί φησιν ὅτι οὐ δυνατὸν ἄλλην μὲν εἶναι αἴσθησιν τὴν ὁρῶσαν, ἄλλην δὲ τὴν αἰσθανομένην τῆς ὁρατικῆς ἐνεργείας, ἐπεὶ οὐδὲν ἴδιον ἔσται αἰσθητόν, ἀλλὰ πάντα τὰ αἰσθητὰ κοινὰ ἔσονται. κἂν γὰρ χρώματα εἴπῃς, κοινὰ ἔσονται τῆς ὁρώσης δυνάμεως καὶ τῆς αἰσθανομένης ὅτι ὁρῶμεν, κἂν ψόφους εἴπῃς, κοινοὶ ἔσονται τῆς ἀκουστικῆς αἰσθήσεως καὶ τῆς ἀντιλαμβανομένης τῆς ἀκουστικῆς ἐνεργείας, τουτέστι τῆς αἰσθανομένης ὅτι ἀκούομεν· ὡσαύτως καὶ ἐπὶ τῶν λοιπῶν αἰσθήσεων. ἀλλὰ τὸ μηδὲν εἶναι ἴδιον αἰσθητὸν ἀλλὰ πάντα κοινὰ οὔπω δοκεῖ ἄτοπον εἶναι· ἄλλο δὲ ἄτοπον συνάγει τῷ λόγῳ. φησὶ γάρ, εἰ ἄλλῃ αἰσθήσει φέρε εἰπεῖν ὁρῶμεν, ἄλλῃ δὲ αἰσθήσει οἴδαμεν ὅτι ὁρῶμεν, ἐκείνη ἡ αἴσθησις ἡ αἰσθανομένη τῆς ὁρατικῆς ἐνεργείας ἆρα καὶ αὐτὴ αἰσθάνεται τῆς οἰκείας ἐνεργείας, ἢ πάλιν ἄλλη ἐστὶν αἴσθησις ἡ ἀντιλαμβανομένη τῆς ἐνεργείας αὐτῆς; εἰ μὲν γὰρ εἴποις ὅτι αὐτὴ ἀντιλαμβάνεται τῆς οἰκείας ἐνεργείας, διὰ τί μὴ καὶ ἡ πρώτη ἡ τῶν χρωμάτων ἀντιλαμβανομένη τῆς οἰκείας ἐνεργείας ἀντιλήψεται; ἐπειδὴ οὖν ἀποκληρωτικός ἐστιν ὁ λόγος,2 οὐκ ἄρα ἄλλη ἐστὶν ἡ τῶν χρωμάτων ἀντιλαμβανομένη καὶ ἄλλη ἡ αἰσθανομένη τῆς ἐνεργείας. ἀλλ’ οὐδὲ ταύτης τῆς αἰσθανομένης ὅτι ὁρῶμεν ἢ ἀκούομεν δυνατὸν ἄλλην αἴσθησιν εἶναι τὴν ἀντιλαμβανομένην αὐτῆς τῆς ἐνεργείας. ἔσται γὰρ καὶ ταύτης ἄλλη, καὶ τοῦτο ἐπ’ ἄπειρον. εἰ δὲ τὸ ἐπ’ ἄπειρον ψευδές, ψευδὴς ἄρα καὶ ὁ λόγος ὁ λέγων ἄλλας μὲν εἶναι αἰσθήσεις τὰς ἀντιλαμβανομένας τῶν αἰσθητῶν, ἄλλας δὲ τὰς ἀντιλαμβανομένας τῶν ἐνεργειῶν αὐτῶν. λοιπὸν δὲ καὶ πρὸς τὸν ἕτερον ἀποτείνεται λόγον τὸν λέγοντα ὅτι αἱ αὐταὶ αἰσθήσεις καὶ τῶν ὑποκειμένων ἀντιλαμβάνονται καὶ τῶν οἰκείων ἐνεργειῶν. καὶ φέρει ἀπορίαν καὶ ταύτην ἐπιλύεται, ὡς ἐντεῦθεν ἡμᾶς στοχάσασθαι3 ὅτι ταύτης τῆς δόξης ἐστὶν Ἀριστοτέλης καὶ οἴεται ὅτι αἱ αὐταὶ αἰσθήσεις καὶ τῶν ὑποκειμένων αἰσθητῶν καὶ τῶν ἐνεργειῶν ἀντιλαμβάνονται. ἔστι δὲ ἡ ἀπορία τοιαύτη 〈ἡ〉 λέγουσα ὅτι οὐχ ἡ αὐτὴ αἴσθησις καὶ τῶν ὑποκειμένων αὐτῇ ἀντιλαμβάνεται καὶ τῆς ἐνεργείας αὐτῆς αἰσθάνεται· καὶ γυμνάζει τὸν λόγον ὡς ἐπὶ ὄψεως καί φησιν ὅτι τὸ ὁρᾶν οὐδὲν ἕτερόν ἐστιν εἰ μὴ τῶν χρωμάτων ἀντιλαμβάνεσθαι, αἱ δὲ ἐνέργειαι τῶν αἰσθήσεων οὐκ εἰσι χρώματα· ἀσώματοι γάρ εἰσιν αἱ ἐνέργειαι· οὐκ ἄρα ἡ ὄψις ἐνεργειῶν ἀντιλαμβάνεται. // λύει δὲ τὴν ἀπορίαν λέγων ὅτι οὐκ ἀεὶ τὸ ὁρᾶν χρωμάτων ἐστὶν ἀντίληψις, ἐπεὶ καὶ τοῦ σκότους ἀντιλαμβανόμεθα· καίτοι τὸ σκότος οὔκ ἔστι χρῶμα· ὥστε ψευδὴς ὁ λόγος. ἄλλως τε δὲ ὅτε καὶ συγχωρήσω ὅτι τὸ ὁρᾶν χρωμάτων ἐστὶν ἀντίληψις, καὶ οὕτως οὐδὲν ἄτοπον· καὶ γὰρ καὶ αἱ ἐνέργειαι κεχρωματισμέναι πώς εἰσιν. ὅτι δὲ κεχρωσμέναι πώς εἰσιν, εἰ καὶ μὴ κυρίως (ἀσώματον γὰρ πῶς ἂν κυρίως λέγοιτ’ ἂν κεχρῶσθαι;) ἀλλ’ οὖν γε δῆλον ὡς λέγοιτ’ ἂν κεχρῶσθαι ἐκ τῶν μαρμαρυγῶν τῶν φαινομένων πως καὶ μετὰ τὴν ἀπουσίαν τοῦ ὁρατοῦ. μένουσι γὰρ οἱονεὶ λαμπάδες περὶ τὴν ὄψιν καὶ μετὰ τὴν ἀναχώρησιν τοῦ λαμπροῦ αἰσθητοῦ, ᾧ δηλονότι ἡ ἐνέργεια ἐχρωματίσθη.4 καὶ τοῦτο ἐπὶ ἐμψύχων γίνεται τῶν δυναμένων καὶ μετὰ τὴν ἀπουσίαν τοῦ αἰσθητοῦ κρατῆσαι τοὺς τύπους· ἐπὶ δὲ ἀψύχων οὐ γίνεται τοῦτο, οἷον ἐπὶ τοῦ κατόπτρου· μετὰ τὴν ἀπουσίαν γὰρ τοῦ αἰσθητοῦ οὐδὲν μένει· οὐ γάρ ἐστι τὸ κατέχον. φαμὲν δὲ ἡμεῖς πρὸς τοῦτο ὅτι κακῶς λέγεις, Ἀριστότελες· οὔτε γὰρ αἱ ἐνέργειαι τῆς ὄψεώς εἰσι κεχρωματισμέναι, ἀλλὰ τὸ διαφανὲς τῶν μαρμαρυγῶν ἐστιν αἴτιον.

“既然我们知觉到我们在看和听,那么必然要么通过视觉知觉到它在看,要么通过另一种[感觉]知觉到,等等”。 既然他在前面的讨论中已经表明,并不存在以共通感觉对象为固有感觉对象的第六种感觉,那么他现在希望通过这些文句提出某种别的探究;因为他探讨是否不仅有五种感觉,而是有十种。他说,因为我们既看,又知觉到我们在看,又听,又知觉到我们在听,所以他探究我们究竟是通过同一种感觉既看又知觉到我们在看,还是看底层的颜色是一种感觉,而知觉到视觉活动(也就是知觉到我们在看)则是另一种感觉。因此有两点需要探究:其一,我们是否通过同一种感觉(我指的是视觉)既看到颜色又知觉到看颜色的活动;其二,看颜色的感觉与知觉到我们在看的感觉(也就是说知觉到视觉活动的感觉)是否是各自不同的感觉。在提出了这样的疑难之后,他给出化解并说,看的感觉与知觉到视觉活动的感觉不可能是各自不同的,因为这样一来就不会有任何固有感觉对象,而所有的感觉对象都将成为共通的。因为无论你说是颜色,它们都将成为看的能力与知觉到我们在看的能力所共通的;无论你说是声音,它们都将成为听觉与把握听觉活动(即知觉到我们在听)的能力所共通的;对于其余的诸感觉也是同样。然而,没有任何固有感觉对象而一切皆为共通,这似乎还算不上荒谬;于是他又通过论证得出了另一种荒谬。因为他说:假设我们是通过一种感觉看,而通过另一种感觉知道我们在看,那么知觉到视觉活动的那个感觉本身是否也知觉到它自身的活动,还是又有另一种感觉来把握它的活动?因为如果你说它把握自身的活动,那么为什么那第一种把握颜色的[感觉]就不能把握自身的活动呢?因此,既然这种论证是任意武断的,那么把握颜色的感觉与知觉到活动的感觉就并非彼此不同。但对于知觉到我们在看或听的这种感觉,也不可能有另一种感觉来把握这一活动本身。因为对于那一种还将有另一种,而这将无限进行下去。但如果无限进行下去是虚妄的,那么主张把握感觉对象的感觉与把握其活动的感觉彼此不同的论证也是虚妄的。剩下的便是转向另一种论证,即主张同一些感觉既把握底层对象又把握它们自身的活动。他提出了一个疑难并加以化解,以至于我们由此推测亚里士多德持有这种见解,并认为同一些感觉既把握底层的感觉对象又把握其活动。这一疑难表述为:同一种感觉不能既把握从属于它的底层对象又知觉到其自身的活动;他以视觉为例来操练这一论证,并说:看无非就是把握颜色,而诸感觉的活动并不是颜色(因为诸活动是非物质的);因此视觉并不把握诸活动。// 但他化解了这一疑难,他说看并不总是对颜色的把握,因为我们也把握黑暗(然而黑暗并不是颜色);因此该论证是虚妄的。此外,即便我承认看是对颜色的把握,即便如此也没有什么荒谬之处;因为诸活动在某种意义上也是被着色的。至于它们在某种意义上是被着色的,即便不是在严格意义上(因为非物质之物怎能在严格意义上被说成着色呢?),但无论如何,从即使在可见对象不在之后也以某种方式显现的闪光来看,显然可以说它们是被着色的。因为即便明亮的感觉对象离去之后,火炬般的光芒仍留在视觉周围,显然活动由此被着色了。这发生在有灵魂之物中,它们在感觉对象不在之后仍能保持印痕;但在无灵魂之物中(例如在镜子中)这并不发生,因为在感觉对象不在之后,什么也没有留下;因为没有保持之物。但我们对此说道:亚里士多德,你讲得不对;因为视觉的活动既非被着色的,透光体才是闪光的原因。

语法注4 条
  1. 3.22ταὐτὸν δὲ εἰπεῖν

    独立不定式短语,作副词性惯用表达,意为“也就是说”或“换言之”。它将前一句子(“知觉到我们在看的感觉”)换述为具有相同含义的哲学专业表述(“知觉到视觉活动的感觉”)。

  2. 3.22ἀποκληρωτικός ἐστιν ὁ λόγος

    形容词 ἀποκληρωτικός 意为“抽签决定的”、“任意武断的”。它指出了该论证的逻辑缺陷:如果后一种感觉能够把握自身的活动,那么第一种感觉也理应能够把握自身的活动;若仅允许其中一种享有这一特权,则是毫无合理根据的武断选择。

  3. 3.22ὡς ἐντεῦθεν ἡμᾶς στοχάσασθαι

    连词 ὡς 引导带宾格主语(ἡμᾶς)的不定式结构,表示结果。它根据亚里士多德提出疑难并亲自化解的叙述事实,引出推论性的结果:“以至于我们由此推测……”。

  4. 3.22ᾧ δηλονότι ἡ ἐνέργεια ἐχρωματίσθη

    关系代词 ᾧ 为中性单数与格,作为手段、原因或依据的与格,承接前述事实(火炬般的亮光留在视觉周围这一现象)或指代前述的发光体。它表示推论的依据:“由此显然可见,活动被着色了”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:462.24-464.15