← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§461.1-462.23

通过共通感觉的附带感知与共通对象的分配

注解亚里士多德《论灵魂》425a31–425b6,阐明诸感觉对彼此对象的附带感知基于共通感觉的统一性,并解释了自然为何将共通感觉对象分配给多种感觉而非限定于单一感觉。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.18

" Οὐχ ᾗ αὐταί, ἀλλ’ ᾗ μία, ὅταν ἅμα γένηται ἡ αἴσθησις." Τὸ ἕτερον σημαινόμενον τοῦ κατὰ συμβεβηκὸς λέγει τὸ ἑτέρᾳ αἰσθήσει ὑποκείμενον, οἷον τὸ ἀπὸ ξανθοῦ εἰδέναι γλυκύ. ἄνω γὰρ εἶπεν τὸ ἄλλο συμβεβηκὸς τὸ μηδεμιᾷ αἰσθήσει ὑποκείμενον. τί δὲ νῦν λέγει; ὅτι τῶν ἀλλήλων αἰσθητῶν ἀντιλαμβάνονται αἱ αἰσθήσεις κατὰ συμβεβηκὸς οὐχ 〈ᾗ〉 αὐταί, ἀλλὰ κατὰ τὸ ἔχειν μίαν κοινὴν αἴσθησιν·1 αὕτη γὰρ ἐκ τοῦ χρώματος συλλογίζεται κατὰ συμβεβηκὸς περὶ γλυκέος. καλῶς εἶπεν ἐπὶ τοῦ αὐτοῦ, ἵνα τοῦ αὐτοῦ πράγματος τὴν χροιὰν καὶ τὴν γεῦσιν κρίνῃ διὰ τῶν δύο αἰσθήσεων ἡ κοινή. τότε γὰρ κρίνει ἡ κοινὴ αἴσθησις τὸ κατὰ συμβεβηκός, ὅταν πρότερον διὰ τῶν δύο αἰσθήσεων εἶχεν τοὺς τύπους τοῦ αὐτοῦ πράγματος. ὅρα δὲ τί φησιν, ὅτι ἡ κοινὴ αἴσθησις κατὰ συμβεβηκὸς οἶδεν τὴν διάκρισιν τοῦ λευκοῦ καὶ γλυκέος· ἡμεῖς δὲ ἐλέγομεν ἐν τῇ θεωρίᾳ ὅτι καθ’ αὑτὸ ὑπάρχει αὐτῇ τοῦτο. λέγομεν δὲ ὅτι ἡ μὲν διάκρισις καθ’ αὑτὸ ὑπάρχει τῇ κοινῇ αἰσθήσει, τὸ δὲ ἀπὸ χρώματος περὶ γλυκέων συλλογίζεσθαι κατὰ συμβεβηκός, ἐπειδὴ ἀπὸ ἑτέρου ἕτερον συλλογίζεται.

“并非就其自身而言,而是就其为一个整体而言,当感觉同时发生时”。 他谈到了附带的另一种含义,即从属于另一种感觉的事物,例如从黄色得知甜。因为他在上面谈到了另一种不从属于任何感觉的附带属性。那么他现在说的是什么呢?即诸感觉附带地把握彼此的感觉对象,并非就其自身而言,而是由于拥有一个共通的感觉;因为正是这[共通感觉]根据颜色附带地推论关于甜的事情。他适当地说了“在同一事物上”,以便共通感觉能够通过这两种感觉来判定同一事物的颜色和味道。因为共通感觉只有在事先通过这两种感觉拥有了同一事物的印痕时,才会判定附带的事物。但请注意他所说的:共通感觉是附带地知道白与甜的区别的;然而我们在概说中曾说,这出于自身属于它。我们则解释说,区别本身出于自身属于共通感觉,但根据颜色来推论关于甜的事物则是附带的,因为它是从一事物推论另一事物。

§3.19

"Οὐ γὰρ δὴ ἑτέρας γε τὸ εἰπεῖν ὅτι ἄμφω ἕν·2 διὸ καὶ ἀπατᾶται, καὶ ἐὰν ᾖ ξανθόν, χολὴν οἴεται εἶναι." Τῆς κοινῆς, φησίν, αἰσθήσεώς ἐστι καὶ οὐ μιᾶς αἰσθήσεως μερικῆς τὸ εἰπεῖν ὅτι τὸ μέλι ἕν ἐστι πρᾶγμα, εἰ καὶ γευστὸν τὸ γλυκὺ καὶ χρῶμα τὸ ξανθόν. ἀπατᾶται γὰρ ἡ μερικὴ αἴσθησις καὶ πᾶν ὃ ἂν ἴδῃ ξανθὸν νομίζει μέλι εἶναι. ζητήσειε δ’ ἄν τις, τίνος ἕνεκα πλείονας ἔχομεν αἰσθήσεις ἢ μίαν. ἀλλὰ διὰ τί πλείους ἔχοντες αἰσθήσεις τὰ κοινὰ αἰσθητὰ μὴ μιᾷ αἰσθήσει ἀντιλαμβανόμεθα; καὶ ἐπιλύεται, ἵνα μὴ ἧττον τῶν αἰσθητῶν ἀντιλαμβανώμεθα. ἀκολουθοῦντα δὲ ἐκάλεσε τὰ κοινὰ [καὶ] αἰσθητὰ οὐχ ὡς πάρεργά τινα, ἀλλ’ ὅτι τοῖς ἰδίοις αἰσθητοῖς ἑκάστης αἰσθήσεως ἕπονται τελειότερά τινα καὶ νοερώτερα συμπαραθέοντα. αὐτὸς δὲ οὐ λέγει ὃ εἴπομεν, ὅτι μεγάλαις ἐπιστήμαις ταῦτα τὰ κοινὰ ὑπόκειται. κίνησις γὰρ καὶ ἠρεμία ἀστρονομίᾳ ὑπόκειται. εἰ γὰρ καὶ ἀεικίνητα τὰ ἄστρα, ἀλλ’ οὖν θέλει εἰδέναι καὶ τὸν καταστερισμὸν αὐτῶν· ἐν γὰρ τῇ φαντασίᾳ καταστερίζει αὐτὰ ἔν τινι τόπῳ ὄντα. τὸ δὲ σχῆμα καὶ τὸ μέγεθος τῇ γεωμετρίᾳ ὑπόκειται, ὁ δὲ ἀριθμὸς ὡς μὲν ἄυλος τῇ ἀριθμητικῇ, ὡς δὲ ἔνυλος καὶ ἐν φθόγγοις ὢν μουσικῇ.

“因为断言两者为一绝不是另一[感觉]的职能;因此它也会受骗,如果有黄色的东西,便以为是胆汁”。 他说,断言蜂蜜是一个事物,即使甜是所尝之物而黄色是颜色,这也是共通感觉的职能,而不是某一种个别感觉的职能。因为个别感觉会受骗,凡是看到黄色的东西都以为是蜂蜜。但人们可能会探讨,我们究竟为了什么拥有多个感觉而不是一个。或者说:既然拥有多个感觉,我们为什么不用一种感觉来把握共通感觉对象呢?他化解道:为了使我们对感觉对象的把握不至于减少。他之所以称共通感觉对象为“伴随者”,并不是作为某种附带之物,而是因为某些更完全、更理智的东西伴随并与每种感觉的固有感觉对象并驾齐驱。但他自己并没有谈到我们所说的那一点,即这些共通感觉对象从属于重大的科学。因为运动和静止从属于天文学;因为即使星体永恒运动,天文学依然希望知晓它们的星座位置,因为在表象中,它将处于某处的星体归入星座。而形状和大小从属于几何学;数作为非物质的从属于算术,而作为具于质料且存在于声音之中的则从属于音乐。

§3.20

"Οἷον κίνησις καὶ μέγεθος καὶ ἀριθμός." Ταῦτα εἶπεν διὰ τούτων συμπεριλαμβάνων καὶ τὰ ἄλλα· διὰ μὲν γὰρ τῆς κινήσεως τὴν ἠρεμίαν συμπεριέλαβε, διὰ δὲ τοῦ μεγέθους τὸ σχῆμα· ἐν γὰρ μεγέθει τὸ σχῆμα.

“例如运动、大小和数”。 他说了这些,通过这些也把其余的包括进去了;因为通过运动他包括了静止,通过大小包括了形状;因为形状存在于大小之中。

§3.21

"Εἰ γὰρ ἦν ὄψις μόνη καὶ αὐτὴ λευκοῦ, ἐλάνθανεν ἄν μᾶλλον κἂν ἐδόκει ταὐτὸν εἶναι πάντα." Πλούταρχος ὁ φιλόσοφος ἣν εἴπομεν ἀπορίαν ἐν τῷ τρίτῳ τῆς θεωρίας κεφαλαίῳ οὕτω λέγει, ὅτι διὰ τί ἡ φύσις τὰ κοινὰ αἰσθητὰ μὴ ἀφώρισε μιᾷ αἰσθήσει, εἴ γε ὁρῶμεν καὶ ἐν αὐταῖς ταῖς πέντε πολλὰς ἀντιθέσεις αἰσθητῶν; καὶ μᾶλλον τοῦτο λέγει Ἀριστοτέλης· ἁρμόζει γὰρ ἡ ἐπίλυσις. καὶ λύει τὴν ἀπορίαν διὰ τοῦ παρόντος ῥητοῦ λέγων ὅτι εἰ μιᾷ μόνον αἰσθήσει ὑπέπιπτον τὰ κοινὰ αἰσθητά, οἷον τυχὸν τῇ ὄψει, ὑπέπιπτε δὲ τῇ αὐτῇ ὄψει καὶ τὰ ἴδια αἰσθητά, οἷον τὸ λευκὸν ἤτοι τὸ χρῶμα, ἐλάνθανον τὰ κοινὰ αἰσθητά, καὶ ταὐτὸν ἐνομίζοντο τῷ χρώματι ἀριθμὸς καὶ σχῆμα καὶ κίνησις καὶ τὰ λοιπά. νυνὶ δὲ οὐ μόνον ἐν χρώματι θεωροῦμεν ἀριθμόν, ἀλλὰ καὶ ἐν ψόφοις καὶ χυμοῖς, καὶ ταύτῃ διακρίνονται ἀπ’ ἀλλήλων. εἰ δὲ μία τῶν πέντε αἰσθήσεων ταῦτα ἔκρινε, πολὺ μᾶλλον ἐλάνθανον ἡμᾶς, ὅπου γε καὶ νῦν ἡμῖν εἰσι δυσθήρατα3 διὰ τῶν πέντε γινωσκόμενα αἰσθήσεων, εἰ δέ γε μία ἔλειπε τῶν πέντε αἰσθήσεων, ἔτι ἦσαν δύσγνωστα. καὶ τί λέγω ταῦτα; εἰ μία αὐτὰ ἔκρινεν, οὐδὲ ἐγινώσκοντο. νυνὶ δέ, φησίν, ἐπειδὴ διαφόροις αἰσθήσεσιν ὑπάρχει τὰ κοινὰ αἰσθητὰ καὶ ἐν πολλαῖς θεωροῦνται, διὰ τοῦτο δῆλά εἰσιν καὶ κατὰ τί διαφέρουσιν ἀλλήλων τε καὶ τῶν ἰδίων αἰσθητῶν. ἐν οἷς ἡ πρᾶξις.

“因为如果只有视觉,且这只是针对白的,那么[共通感觉对象]就更容易被忽略,并且所有事物似乎都是同一的了”。 哲学家普鲁塔克将我们在概说第三章中所说的疑难表述如下:自然为什么没有把共通感觉对象专门指定给一种感觉,既然我们在五种感觉本身之中也能看到感觉对象的许多对立?亚里士多德宁可说的是这一点,因为这一化解是契合的。他通过目前的经文解决了这个疑难,他说,如果共通感觉对象仅仅从属于一种感觉,例如假设属于视觉,并且固有感觉对象(如白即颜色)也从属于这同一种视觉,那么共通感觉对象就会被忽略,数、形状、运动及其他事物就会被认为与颜色是同一的。但现在,我们不仅在颜色中考察数,而且在声音和滋味中考察数,由此它们彼此区别开来。如果五种感觉中的一种来判定这些事物,它们将更容易逃避我们的注意,既然哪怕现在通过五种感觉来认识,它们对我们来说也是难以捕获的;如果五种感觉中缺少了一种,它们就更加难以认识了。我何必这样说呢?如果只有一种感觉判定它们,它们甚至根本不会被认识。但他说,现在正因为共通感觉对象属于不同的感觉并在多种感觉中被考察,因此它们自身以及它们彼此之间、与固有感觉对象之间有何区别,都是显而易见的。本讲到此结束。

语法注3 条
  1. 3.18οὐχ 〈ᾗ〉 αὐταί, ἀλλὰ κατὰ τὸ ἔχειν μίαν κοινὴν αἴσθησιν

    对引文“οὐχ ᾗ αὐταί, ἀλλ’ ᾗ μία”的释义展开。针对前半句“οὐχ ᾗ αὐταί”(并非就其自身而言),菲洛波诺斯将后半句“ᾗ μία”(就其为一个整体而言)转换为介词短语加带冠词不定式结构“κατὰ τὸ ἔχειν μίαν κοινὴν αἴσθησιν”(由于拥有一个共通的感觉)。

  2. 3.19Οὐ γὰρ δὴ ἑτέρας γε τὸ εἰπεῖν ὅτι ἄμφω ἕν

    属格表语结构。带冠词不定式短语“τὸ εἰπεῖν ὅτι ἄμφω ἕν”充当主语,属格“ἑτέρας”充当表语,表示属性或职责(“属于另一感觉的职责”)。连词“γὰρ δή”与小品词“γε”结合,强化了排他性否定语气(“绝不是另一感觉的职能”)。

  3. 3.21ὅπου γε καὶ νῦν ἡμῖν εἰσι δυσθήρατα

    此处的连词“ὅπου γε”并非表示空间地点,而是表示因果或对比性让步(“既然……已是如此”),为主句的反事实推论(“若是单凭一种感觉则更难被察觉”)提供了现实的依据与背景。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:461.1-462.23