- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:459.1-460.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯阐释了亚里士多德关于如何感知数(通过对连续性的否定及借助固有感觉对象)的论述,论证了不存在感知共通感觉对象的第六种固有感觉,并借克勒翁之子的例子澄清了附带感知与共通感觉的成立机制。
" Ὁ δὲ ἀριθμὸς τῇ ἀποφάσει τοῦ συνεχοῦς καὶ τοῖς ἰδίοις.1" Φησὶν ὁ ἀριθμὸς ἐξ ἀποφάσεως, ὅτι οὐκ ἔστι συνεχής, εἴ γε ὁ ἀριθμὸς τῶν διωρισμένων ἐστί. τί δὲ λέγει συνεχές; τὴν μονάδα, ὃ εἶπεν ἄνω ἑνὸς ἀριθμοῦ· οὕτω δὲ καλεῖ αὐτὴν διὰ τὸ ἀδιαίρετον. τοὺς οὖν πολλοὺς ἀριθμούς, φησί, τῷ μὴ εἶναι ἓν γνωρίζομεν· καὶ καλῶς εἴρηται. οὐ μόνον δὲ ἐν τοῖς κοινοῖς αἰσθητοῖς τοῦτό ἐστι τὸ τῇ ἀποφάσει γνωρίζειν, ἀλλὰ καὶ ἐν τοῖς ἰδίοις αἰσθητοῖς. τὰ μὲν γὰρ ἴδια αἰσθητὰ καθ’ αὑτὸ γινώσκεται καὶ πρώτως, τὰ δὲ κοινὰ αἰσθητὰ καθ’ αὑτὸ μέν, δευτέρως δέ· οἷον τὰ δέκα οὐ μόνα γινώσκεται, ἀλλὰ καὶ τὰ ἴδια αὐτῶν δέκα λευκά, δέκα ὠχρά, δέκα ἐρυθρά. ὥστε δεῖ τὰ κοινὰ αἰσθητὰ ἔχειν καὶ ἴδιά τινα αἰσθητά. διττῶς οὖν ὁ ἀριθμὸς γινώσκεται, ἢ τῇ ἀποφάσει τοῦ συνεχοῦς ἢ τῷ γινώσκεσθαι τὰ ἴδια αἰσθητά.
“而数则是通过对连续之物的否定和通过固有的感觉对象[被感知的]”。 他说数源于否定,因为它不是连续的,如果数确实属于离散量的话。但是他所说的连续之物是什么呢?即单子,也就是他上面关于一个数所说的那种;他之所以这样称呼它,是因为其不可分性。因此他说,我们是通过不为一来认识多数的;而这说得很好。然而这种通过否定来认识,不仅存在于共通感觉对象之中,而且也存在于固有感觉对象之中。因为固有感觉对象是出于自身且首要地被认识的,而共通感觉对象虽然出于自身,却是次要地被认识的;例如,十个并不是孤立地被认识的,而是连同它们固有的东西一同被认识的,如十个白色的东西、十个黄色的东西、十个红色的东西。因此,共通感觉对象也必然拥有某些固有的感觉对象。所以数是以双重方式被认识的:要么通过对连续之物的否定,要么通过固有的感觉对象被认识。
"Ἑκάστη γὰρ ἓν αἰσθάνεται αἴσθησις." Ἑκάστη, φησίν, αἴσθησις ἑνός τινος ἀντιλαμβάνεται (καί τι λέγει ἓν αἰσθητόν) τουτέστι μονάδος, δεῖξαι ἐντεῦθεν βουλόμενος ὅτι ταῖς πέντε αἰσθήσεσιν ὑποπίπτει ὁ ἀριθμός. εἰ δὲ τοῦτο, καὶ τὰ ἄλλα ἄρα κοινὰ αἰσθητά. ὅτι γὰρ τοῦτο λέγει, δηλοῖ αὐτὸς ἐπὶ λέξεως ταῦτα λέγων·
“因为每种感觉都感知一个事物”。 他说,每种感觉都把握某一个事物(并且他指的是一个感觉对象),也就是说把握一个单子,他意图由此表明数属于五种感觉的管辖范围。如果这一点成立,那么其他共通感觉对象也是如此。因为他指的是这一点,他自己通过字面上的这番话清楚地表明了:
"Ὥστε δῆλον ὅτι ἀδύνατον ὁτουοῦν ἰδίαν αἴσθησιν εἶναι τούτων." Ὡσεὶ ἔλεγεν ὅτι δῆλον γεγονὸς ἀδύνατον εἶναι ἕκτην αἴσθησιν, ἥτις ἀντιλαμβάνεται τῶν κοινῶν αἰσθητῶν. καὶ τέθεικε τὴν κίνησιν παράδειγμα τῶν κοινῶν αἰσθητῶν. εἰ γάρ ἐστι, φησίν, ἄλλη τις αἴσθησις μερικὴ ἕκτη, ἥτις ὡς ἰδίων ἀντιλήψεται τῶν κοινῶν αἰσθητῶν, ἔσται ταῦτα τὰ κοινὰ αἰσθητὰ ταῖς πέντε ἄλλαις αἰσθήσεσι κατὰ συμβεβηκὸς γινωσκόμενα. καὶ παράδειγμα εἶπεν αὐτὸς τὸ γινώσκεσθαι τῇ ὄψει τὸ γλυκύ· τοῦτο δὲ κατὰ συμβεβηκὸς αὐτῇ γινώσκεται. λέγει δὲ ἐντεῦθεν τὰ δύο σημαινόμενα τοῦ κατὰ συμβεβηκὸς αἰσθητοῦ.
“因此显而易见,不可能有属于这些事物中任何一个的固有的感觉”。 这就像是在说,显然不可能存在某种把握共通感觉对象的第六种感觉。而且他将运动作为共通感觉对象的一个例子。因为他说,如果存在另一种个别的第六种感觉,能够将共通感觉对象作为其固有的对象来把握,那么这些共通感觉对象对于其他五种感觉而言就成了附带地被认识的了。而且他自己举了通过视觉认识甜这个例子;但这对于视觉来说是附带地被认识的。他从这里开始叙述附带感觉对象的两种含义。
"Τοῦτο δ’ ὅτι ἀμφοῖν ἔχοντες τυγχάνομεν αἴσθησιν, ᾗ ὅταν συμπέσωσι γνωρίζομεν." Τὴν ἔννοιαν λέγει, πῶς ἀπὸ τοῦ ξανθοῦ ἔστι γνῶναι τὸ γλυκύ, διότι ἔχομεν ἀμφοῖν αἴσθησιν πρότερον (λείπει γὰρ ἐν τῷ ῥητῷ τὸ πρότερον, ὥς φησι Πλούταρχος), τοῦ γλυκέος τυχὸν καὶ τοῦ ξανθοῦ· ἀμφοῖν δὲ ὁ λέγει τὴν κοινὴν αἴσθησιν.2 ἐπειδὴ γὰρ ἔχομεν, φησίν, αἴσθησιν καὶ γλυκέος καὶ ξανθοῦ, ὄψιν καὶ γεῦσιν, ταύτῃ ὅταν ἐμπέσῃ χρῶμα ξανθόν, κινουμένου τοῦ τύπου τοῦ γλυκέος γινώσκομεν ὅτι μέλι ἐστὶν ἐκ τοῦ τύπου οὗ ἔλαβεν, ὅτε ἅμα ὄψις καὶ γεῦσις ἐνήργησαν. εἰ δὲ μή, οὐδαμῶς ἂν ἀλλ’ ἢ κατὰ συμβεβηκὸς αἰσθανόμεθα.3 τοῦτο πρὸς τῷ ἄνω ἐστίν· ἐὰν εἴπῃς, φησίν, ὅτι τὰ κοινὰ αἰσθητὰ ἑτέρᾳ αἰσθήσει ὑπόκειται, οὐδὲν ἄλλο λέγεις ἢ ὅτι κατὰ συμβεβηκὸς αὐτῶν αἰσθάνονται αἱ ἄλλαι αἰσθήσεις, ὅπερ οὐκ ἔστιν.
“而这是因为我们恰好具有对两者的感觉,当两者相遇时我们据此加以认识”。 他解释了这指的是何种观念,即如何能够从黄色认识到甜:因为我们事先就拥有对两者的感觉(正如普鲁塔克所说,经文中缺少“事先”一词),例如对甜和对黄色的感觉;而他用“两者”指的是共通感觉。因为他说,既然我们对甜和黄色都拥有感觉,即视觉和味觉,因此当黄色呈现时,由于甜的印痕被触动,根据视觉和味觉同时起作用时所接收到的印痕,我们认识到这是蜂蜜。否则的话,我们除了附带地感知之外,就根本不会感知到。这与上面的论点相联系:他说,如果你主张共通感觉对象从属于另一感觉,那么你所说的无非是其他诸感觉是附带地感知它们的,然而事实并非如此。
"Οἷον τὸν Κλέωνος υἱόν, οὐχ ὅτι Κλέωνος υἱός." Παράδειγμα λέγει τοῦ ἑνὸς συμβεβηκότος τῇ αἰσθήσει τὴν οὐσίαν· αὕτη γὰρ οὐδεμιᾷ αἰσθήσει ὑπόκειται. ὁ γὰρ Κλέωνος, φησίν, υἱὸς οὐχ ὡς οὐσία ὁρᾶται, ἀλλὰ καθό ἐστι λευκός· τὸ δὲ λευκὸν συμβέβηκε τῷ Κλέωνος υἱῷ.
“正如[看到]克勒翁的儿子,并不是因为他是克勒翁的儿子”。 他将实体作为感觉的一个附带属性的例子;因为实体不从属于任何感觉。他说,克勒翁的儿子并非作为实体被看见,而是就其是白色的而言被看见;而白色是附带于克勒翁的儿子的。
"Τῶν δὲ κοινῶν ἔχομεν ἤδη αἴσθησιν κοινήν, οὐ κατὰ συμβεβηκός." Τὰ κοινά, φησίν, αἰσθητὰ ἔχουσιν αἴσθησιν κοινήν. κοινὴν δὲ αἴσθησιν λέγει οὐ περὶ ἧς ἑξῆς διαλέγεται ἐκείνης τῆς κοινῆς αἰσθήσεως,4 ἀλλὰ κοινὴν αἴσθησιν καλεῖ τὰς πέντε αἰσθήσεις. ἔστιν οὖν ὃ λέγει τοῦτο· τὰ κοινὰ αἰσθητὰ ἔχουσιν αἴσθησιν κοινὴν ἄλλην, ἀλλ’ οὐ κατὰ συμβεβηκὸς αὐτῶν ἀντιλαμβανομένην. τοῦτο γὰρ ἔδειξεν, ὡς καὶ ἡμεῖς ἐν τῇ θεωρίᾳ ἐδείξαμεν.
“然而对于共通的感觉对象,我们已经拥有了一种共通的感觉,并非附带地”。 他说,共通感觉对象拥有共通的感觉。但他所谓的“共通的感觉”,并不是指他随后讨论的那个共通感觉,而是将五种感觉称为“共通的感觉”。因此他所说的是这意思:共通感觉对象拥有另一种共通的感觉,但并不是附带地把握它们。因为他表明了这一点,正如我们在概说中所表明的那样。
"Οὐκ ἄρα ἐστὶν ἰδία· οὐδαμῶς γὰρ ἂν ᾐσθανόμεθα ἀλλ’ ἢ οὕτως ὥσπερ εἴρηται τὸν Κλέωνος υἱὸν ἡμᾶς ὁρᾶν." Συμπέρασμα λέγει τοῦ λόγου ἐνταῦθα, καί φησιν οὐκ ἄρα ἐστὶν ἰδία αἴσθησις ἡ τῶν κοινῶν αἰσθητῶν, ἀλλ’ ἢ οὕτως ὡς εἴπομεν τὸν Κλέωνος υἱόν, τουτέστι κατὰ συμβεβηκός. δέδεικται δὲ ὅτι αἱ πέντε αἰσθήσεις οὐ κατὰ συμβεβηκὸς τῶν κοινῶν ἀντιλαμβάνονται αἰσθητῶν· διὰ γὰρ κινήσεως αὐτῶν ἀντιλαμβάνονται, τοῦτο δὲ οὐχ ὑπάρχει τοῖς κατὰ συμβεβηκὸς αἰσθητοῖς. τὰ δὲ ἀλλήλων ἴδια κατὰ συμβεβηκὸς αἰσθάνονται αἱ αἰσθήσεις.
“因此并没有固有的[感觉];否则我们感知它们的方式绝不会不同于如前所述我们看见克勒翁的儿子那样”。 他在这里叙述了论证的结论,并说因此不存在属于共通感觉对象的固有的感觉,否则正如我们谈到克勒翁的儿子时所说的那样,即只能附带地感知。然而已经证明,五种感觉并不是附带地把握共通感觉对象的;因为它们是通过运动来把握它们的,而这并不属于附带的感觉对象。相反,诸感觉是附带地感知彼此固有的对象的。
- 3.11τῇ ἀποφάσει τοῦ συνεχοῦς καὶ τοῖς ἰδίοις
表示手段或方式的与格:“通过对连续之物的否定以及通过固有的[感觉对象]”。斐洛庞努斯将其分析为双重认识方式:通过不为一(否定)以及通过同时呈现的固有感觉对象(如十个白色的东西)。
- 3.14ἀμφοῖν δὲ ὁ λέγει τὴν κοινὴν αἴσθησιν
句中的冠词 ὁ 作为主语指代亚里士多德:“他用‘两者’所指称的是共通感觉”。随后的说明(ἐπειδὴ γὰρ ἔχομεν……)进一步解释了这是指统摄视觉与味觉的感觉能力。
- 3.14οὐδαμῶς ἂν ἀλλ’ ἢ κατὰ συμβεβηκὸς αἰσθανόμεθα
由 ἄν 加现在直陈式词形(ἂν αἰσθανόμεθα,对应亚里士多德原文的未完成过去直陈式 ᾐσθανόμεθα)构成的非真实条件句主句,结合短语 οὐδαμῶς…… ἀλλ’ ἤ(“除……之外决不/只能”),表示“否则的话,我们除了附带地感知之外就决不会感知”。
- 3.16κοινὴν δὲ αἴσθησιν λέγει οὐ περὶ ἧς ἑξῆς διαλέγεται ἐκείνης τῆς κοινῆς αἰσθήσεως
倒装结构(hyperbaton),行文把先行词 ἐκείνης τῆς κοινῆς αἰσθήσεως 置于介词相对从句(οὐ περὶ ἧς ἑξῆς διαλέγεται)之后,句意为:“他所谓的‘共通的感觉’,并不是指他随后讨论的那个共通感觉”。
