- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:45.7-46.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德将思想提出作为灵魂特有受动状态的候选者、并通过表象假定其与身体不可分(403a7–a8)的文本,菲洛波诺斯驳斥了安德罗尼柯关于《解释篇》为伪作的主张,并通过区分“不是没有”的三重含义,考察了思想与身体的关系。
" Μάλιστα δ’ ἔοικεν ἰδίῳ τὸ νοεῖν." Ἰδοὺ πάλιν πάθος τὸ νοεῖν ἐκάλεσε. τοῦτο ὡς πρὸς Ἀνδρόνικον τὸν Ῥόδιον νοθεύσαντα τὸ Περὶ ἑρμηνείας1 διὰ τὸ ἐκεῖ μὲν εἰπεῖν τὸν Ἀριστοτέλην τὰ νοήματα παθήματα τῆς ψυχῆς, ὡς εἴρηται ἐν τῷ Περὶ ψυχῆς, μηδαμοῦ δὲ φαίνεσθαι ἐν τῷ Περὶ ψυχῆς, ὡς ἐνόμισεν ὁ Ἀνδρόνικος, τὰ νοήματα παθήματα εἰρηκότα. ἰδοὺ οὖν καὶ ἐνταῦθά φησιν ὅτι μάλιστα δὲ ἔοικεν ἰδίῳ τὸ νοεῖν· ἰδίῳ γὰρ πάθει δηλονότι. εἴ τι οὖν, φησί, καὶ ἔχει ἴδιον πάθος ἡ ψυχή, τοῦτο ἂν εἴη τὸ νοεῖν.
“但思想似乎最是[灵魂所]特有的。” 看啊,他又一次把思想称为“受动状态”。这是针对罗得岛的安德罗尼柯而说的,后者曾判定《解释篇》为伪作,因为亚里士多德在彼处说思想是灵魂的诸受动状态,“正如在《论灵魂》中所说的那样”,而在《论灵魂》中却完全看不出——正如安德罗尼柯所认为的——他把思想称为受动状态。因此看啊,在这里他也说思想似乎最是特有的——显然是指特有的受动状态。他说,因此如果灵魂确实具有某种特有的受动状态,那就会是思想了。
"Εἰ δέ ἐστι καὶ τοῦτο φαντασία τις ἢ μὴ ἄνευ φαντασίας, οὐκ ἐνδέχοιτο ἂν οὐδὲ τοῦτο ἄνευ σώματος εἶναι." Εἰ ἡ νόησις, φησίν, ἢ φαντασία τίς ἐστιν ἢ χωρὶς φαντασίας οὐ γίνεται, πᾶσα ἀνάγκη μηδὲ τὴν νόησιν ἰδίαν εἶναι τῆς ψυχῆς, ἀλλὰ τοῦ συναμφοτέρου, εἴ γε ἡ μὲν φαντασία ἤρτηται τῆς αἰσθήσεως (ἐξ αὐτῆς γὰρ ἔχει τοὺς τύπους), ἡ δὲ αἴσθησις τοῦ συναμφοτέρου. καὶ ἐνταῦθα μὲν ὡς ἐν προβλήμασιν οὕτως εἶπεν· ἐναργῶς δὲ ἐν τῷ τρίτῳ λόγῳ ἄνευ φαντασίας εἶναι λέγει τὴν νόησιν. λέγει δὲ οὕτως “τὰ δὲ πρῶτα νοήματα τί διοίσει τοῦ μὴ φαντάσματα εἶναι; ἢ οὐδὲ τὰ ἄλλα φαντάσματα, οὐκ ἄνευ δὲ φαντασμάτων,” πρῶτα νοήματα λέγων τὰ περὶ τῶν νοητῶν, ἅπερ ἀφάνταστα εἶναι ἀπεφήνατο. τὸ δὲ οὐκ ἄνευ τριχῶς λέγεται·2 ἢ γὰρ τὸ μήτε βλάπτον μήτε ὠφελοῦν, ὡς λέγομεν οὐκ ἄνευ σκιᾶς τὸ ἐν φωτὶ σῶμα (οὔτε γὰρ ὠφελεῖ τι σῶμα οὔτε βλάπτει ἡ σκιά) ἢ τὸ ἐξ ἀνάγκης ὡς ὄργανον ἤ τι τοιοῦτον, ὡς λέγομεν ὅτι ἠρίστευσεν ὁ Ἀχιλλεύς, ἀλλ’ οὐκ ἄνευ τῆς μελίας (ἐξ ἀνάγκης γὰρ ἐδέησεν αὐτῷ τῆς μελίας πρὸς τὴν ἀριστείαν· οὐ γὰρ ἠδύνατο γυμνὸς ἀριστεῦσαι), ἢ τὸ παρεμποδίζον, ὥσπερ λέγομεν ὅτι ἐν χειμῶνι πλεύσας ἐσώθη, ἀλλ’ οὐκ ἄνευ κινδύνου· ἐνταῦθα γὰρ τὸ οὐκ ἄνευ ὡς ἐμποδιστικὸν λαμβάνομεν. ἐν τῷ οὖν “ἢ οὐδὲ τὰ ἄλλα φαντάσματα, οὐκ ἄνευ δὲ φαντασμάτων” ὡς ἐμποδιστικὸν τὸ οὐκ ἄνευ παρέλαβεν. ἐν δὲ τῷ προκειμένῳ ῥητῷ τῷ εἰ δέ ἐστι καὶ τοῦτο φαντασία τις ἢ μὴ ἄνευ φαντασίας τὸ μὴ ἄνευ τὸ ὡς ἐξ ἀνάγκης φησίν, ὡς εἰ ὀργανικῶς δέοιτο ὁ νοῦς τῆς φαντασίας εἰς τὸ τὰς ἰδίας ἐνεργείας ἐκπληρῶσαι· διὸ ἐπήγαγε τὸ οὐκ ἐνδέχοιτο ἂν ἄνευ τοῦ σώματος εἶναι· ὡς ἐν ὑποθέσει δὲ ὁ λόγος.
“但如果这也同样是某种表象,或者不是没有表象,那么连这个也不可能没有身体而存在。” 他说,如果思想要么是某种表象,要么不是没有表象而产生,那么思想连属于灵魂自身特有都不是、而是属于复合物,就完全是必然的,既然表象依系于感觉(因为表象从感觉中获得印迹),而感觉属于复合物。在这里,他是作为疑难探讨而这样说的;但在第三卷中,他明确指出思想是没有表象的。他这样说道:“但是最初的思想会有什么不同以致不是表象?或者其他思想也不是表象,但不是没有表象”,他所说的最初思想是指关于可思对象的思想,他已断言这些思想是没有表象的。然而,“不是没有”有三种说法:或者是指既无害也无益之物,正如我们说光中的身体“不是没有阴影”(因为阴影对身体既无益也无害);或者是指作为工具或诸如此类之物出于必然性而伴随者,正如我们说阿喀琉斯立下赫赫战功,但“不是没有梣木长矛”(因为出于必然性,他需要梣木长矛以立战功;因为赤身裸体他是无法立功的);或者是指阻碍之物,正如我们说某人在风暴中航行而获救,但“不是没有危险”——因为在这里我们将“不是没有”理解为具有阻碍性的。因此,在“或者其他思想也不是表象,但不是没有表象”这一句中,他把“不是没有”作为阻碍性的来采用。但在当下的经文“但如果这也同样是某种表象,或者不是没有表象”中,他所说的“不是没有”是指出于必然性而言的,就好像理智为了完成其特有的活动而在工具意义上需要表象一样;这就是为什么他接着补充道“不可能没有身体而存在”。但这番话是以假定的方式说出的。
- 1.29τοῦτο ὡς πρὸς Ἀνδρόνικον τὸν Ῥόδιον νοθεύσαντα τὸ Περὶ ἑρμηνείας
这是句首 τοῦτο 之后省略了主要动词(如 εἴρηται 或 λέγοιτ' ἄν 等)的省略结构,需补充理解为“这[是针对……而说的]”。分词 νοθεύσαντα 修饰 Ἀνδρόνικον,并支配表原因的定冠词不定式结构 διὰ τὸ ... εἰπεῖν ... μηδαμοῦ δὲ φαίνεσθαι ... εἰρηκότα(“因为亚里士多德说过……但又完全看不出说过……”)。
- 1.30τὸ δὲ οὐκ ἄνευ τριχῶς λέγεται
中性单数定冠词 τό 将介词短语 οὐκ ἄνευ(“不是没有”)实体化,作为全句的主语。其后展开的三种情形((1) μήτε βλάπτον μήτε ὠφελοῦν,(2) τὸ ἐξ ἀνάγκης ὡς ὄργανον,(3) τὸ παρεμποδίζον)构成了该表述所涵盖的三种含义或样态。
