← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§457.26-458.36

共通感觉对象引发的运动与静止的感知

针对亚里士多德“所有这些我们都是通过运动来感知的”这一论断,斐洛庞奴斯解释了共通感觉对象因引发受动状态(运动)而是出于自身被感知的,引介了普鲁塔克关于静止感知和感觉专有特性的疑难解答,并阐明了形状与大小之间的关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.10

" Ταῦτα γὰρ πάντα κινήσει αἰσθανόμεθα." Ἐντεῦθεν ἡ λύσις τῆς ἀπορίας. τί γάρ φησιν; ὅτι τὰ κοινὰ αἰσθητὰ οὐκ ἔστι κατὰ συμβεβηκὸς αἰσθητά, διότι τούτων κινήσει αἰσθανόμεθα· κίνησιν δὲ λέγει τὸ πάθος, τὴν ἀλλοίωσιν.1 τὰ οὖν κοινὰ αἰσθητά, φησί, πάθος ποιεῖ· οὐδὲν δὲ τῶν κατὰ συμβεβηκὸς αἰσθητῶν ποιεῖ πάθος. καὶ ἴσως ἀπορήσει τις ὅτι2 πῶς λέγει τὰ κοινὰ αἰσθητὰ διὰ κινήσεως γινώσκεσθαι, τουτέστι κίνησιν ποιεῖν. ἰδοὺ γὰρ ἡ ἠρεμία καὶ αὐτὴ μία ἐστὶ τῶν κοινῶν αἰσθητῶν, καὶ ὅμως οὐ ποιεῖ κίνησιν ἐν τῇ αἰσθήσει, εἴ γε ἠρεμία ἐστί. καὶ ταύτην λύων τὴν ἀπορίαν ὁ φιλόσοφος Πλούταρχός φησιν ὅτι ἐπειδὴ πρὸς τὰς ἀντικειμένας κινήσεις κρίνοντες γινώσκομεν τὴν ἠρεμίαν, ταύτῃ κινεῖσθαι λέγοιτό τις· πᾶσα δὲ κίνησις διάθεσίς τίς ἐστι, πᾶσα δὲ διάθεσις οἱονεὶ πάθος τί ἐστιν· ὥστε εἰκότως λεγόμεθα καὶ κατὰ τὴν ἠρεμίαν πάσχειν πως καὶ διατίθεσθαι. // ἀποροῦσι δὲ καὶ ἄλλην ἐνταῦθα· πῶς λέγομεν, φασίν, ὅτι τὰ μὲν ἴδια αἰσθητὰ ποιοῦσί τι περὶ τὴν αἴσθησιν, τουτέστιν ὅτι τὰ μὲν καθ’ αὑτὸ αἰσθητὰ διὰ κινήσεως γίνονται, τὰ δὲ κατὰ συμβεβηκὸς οὐ διὰ κινήσεως. καὶ μὴν εἶδον τυχὸν ξανθόν τι, καὶ ὁ τύπος οὗτος τοῦ ξανθοῦ ἐκίνησε τὸν ἄλλον τύπον τὸν ἐν ἐμοὶ τοῦ γλυκέος ὄντα, καὶ εἶπον ὅτι τοῦτο μέλι ἐστίν· ἰδοὺ οὖν καὶ τοῦτο διά τινος ἔγνων κινήσεως. φησὶ δὲ καὶ πρὸς τοῦτο ὁ Πλούταρχος ὅτι ἡνίκα λέγομεν τῶν κοινῶν αἰσθητῶν κινήσει ἡμᾶς αἰσθάνεσθαι, δέον προσδιορισμὸν λέγειν τινά, ὃν παρέλειπεν μὲν Ἀριστοτέλης ἐν τῇ παρούσῃ λέξει, ἐν ἄλλοις δὲ φαίνεται λέγων αὐτόν, ὅτι τῶν κοινῶν αἰσθητῶν διὰ κινήσεως μὲν αἰσθανόμεθα, οὐ μὴν κατὰ τὸ αἰσθητικὸν ἰδίωμα. εἰ γὰρ καὶ ἐκινήθη ἐν ἐμοὶ ὁ τύπος τοῦ γλυκέος, ἀλλ’ οὐ κατὰ τὸ αἰσθητικὸν ἰδίωμα· οὐδὲ γὰρ διὰ τῆς γλώττης ἐκινήθη ἐν ἐμοὶ ἡ γλυκύτης. τὰ μέντοι γε ἴδια αἰσθητὰ δι’ αὐτοῦ τοῦ αἰσθητικοῦ ἰδιώματος γινώσκω· ὁρῶ γὰρ τὸ λευκὸν καὶ γεύομαι τῶν γλυκέων, ὡσαύτως καὶ ἐπὶ τῶν ἄλλων. ὅρα δὲ ὅτι τὰ πέντε κοινὰ αἰσθητὰ τῶν πέντε δέδωκεν αἰσθήσεων εἶναι κοινά· οὐκ ἔστι δὲ εἰ μὴ τὰ τρία κοινά, ὡς εἴρηται, εἰ μὴ ἄρα εἴποις3 ὅτι μέγεθος λέγει τὸ ἐν ἑκάστῃ αἰσθήσει καὶ οὐκ ἐν ποσῷ, οἷον μέγαν ψόφον ἢ μέγα λευκόν· τότε γὰρ κοινόν ἐστι πάντων. // καὶ τὸ σχῆμα δὲ εἰ λάβοις κατὰ τὸ λεῖον καὶ τραχύ, καὶ τὸ μὲν λεῖον εἴποις ἡδὺ τὸ δὲ τραχὺ ἀνιαρόν, καὶ τοῦτο κοινὸν εὑρίσκεται αἰσθητὸν πάσης αἰσθήσεως. μέγεθος γάρ τι τὸ σχῆμα. φασί τινες ὅτι ἰδοὺ αὐτὸς λέγει ὡς καὶ τὸ σχῆμα μέγεθός ἐστι, καὶ πῶς ἐν Κατηγορίαις ἐλέγετο; ὅτι τὸ μὲν μέγεθος ποσοῦ ἐστιν εἶδος, τὸ δὲ σχῆμα ποιοῦ. ἰδοὺ γὰρ αὐτὸς ταὐτὸν οἶδε μέγεθος καὶ σχῆμα. καὶ λέγομεν ὅτι οὐδὲ νῦν εἶπεν Ἀριστοτέλης ὅτι ταὐτόν ἐστι μέγεθος καὶ σχῆμα, ἀλλ’ ἐπειδὴ πάντως συνακολουθεῖ τῷ σχήματι τὸ μέγεθος καὶ οὐκ ἔστι σχῆμα χωρὶς ἐπινοῆσαι μεγέθους, διὰ τοῦτο εἶπεν ὅτι μέγεθος γάρ τι τὸ σχῆμα, τουτέστιν ὅτι μέγεθός ἐστι τὸ ἐσχηματισμένον, οὐ τὸ σχῆμα. τὸ δὲ ἠρεμοῦν τῷ μὴ κινεῖσθαι ἀντιλαμβάνεται εἶπε πρὸς τοῦτο, ὅτι ἄνω τὸ πάθος εἶπε κίνησιν· νυνὶ δὲ ἐπειδὴ τὰ ἱστάμενα ὁρῶμεν μήτε μειουμένου μήτε αὐξανομένου τοῦ πάθους, διότι ἵστανται, τὰ δὲ κινούμενα ἄλλως καὶ ἄλλως ὁρῶμεν ἢ μειουμένου ἢ αὐξανομένου τοῦ πάθους πρὸς τὴν κίνησιν αὐτῶν, διὰ τοῦτο εἶπεν ὅτι ἀκινήτως τοῦ ἠρεμοῦντος αἰσθανόμεθα, τουτέστιν ὡσαύτως.

“因为所有这些我们都是通过运动来感知的”。 从这里开始解决疑难。因为他说了什么?他说共通感觉对象并非附带的感觉对象,因为我们是通过运动感知它们的;而他所谓的运动指的是受动状态、质变。因此他说,共通感觉对象产生受动状态;但附带的感觉对象没有一个产生受动状态。或许有人会提出疑难:他怎么能说共通感觉对象是通过运动被认识的,即产生运动?因为看哪,静止本身也是共通感觉对象之一,然而如果在事实上它是静止,它就不会在感觉中产生运动。为了解决这个疑难,哲学家普鲁塔克说,因为我们是通过对照相反的运动进行评判来认识静止的,所以在这一点上人可以说是被运动了;而一切运动都是某种素因,一切素因可以说都是某种受动状态;因此,我们在静止方面也合情理地被说成是以某种方式受动并受到素因影响。 他们在此还提出了另一个疑难:他们说,我们怎么能主张固有的感觉对象在感觉方面产生某种作用,即出于自身的感觉对象是通过运动生成的,而附带的则不是通过运动?然而,假定我看到了某种黄色的东西,这一黄色的印痕触动了在我之中的另一个甜的印痕,于是我说这是蜂蜜;看哪,那么这也是通过某种运动认识到的。普鲁塔克针对这一点也说,当我们说我们通过运动感知共通感觉对象时,应当说出某种限定说明,亚里士多德在当前的文句中略去了它,但在其他地方似乎提到了它:即我们固然是通过运动感知共通感觉对象,但并不是按照感觉固有的特性。因为即使甜的印痕在我之中被触动了,却不是按照感觉固有的特性;因为甜并不是通过舌头在我之中被触动的。然而,固有的感觉对象我正是通过感觉固有的特性本身来认识的;因为我看见白色,品尝甜物,在其他情况下亦然。注意他假定了五种共通感觉对象对于五种感觉而言都是共通的;但正如已经说过的,只有三种是共通的,除非你说他所称的“大小”是指在每种感觉中的大小而非在数量中的大小,例如巨大的声响或巨大的白色;因为在那时它才是对所有感觉共通的。 如果你按照光滑与粗糙来理解形状,并说光滑是愉悦的而粗糙是痛苦的,这也会被发现是所有感觉的共通感觉对象。“因为形状是某种大小”。有人说:看哪,他自己说形状也是大小,但在《范畴篇》中是怎么说的?大小是数量的一个种,而形状是性质的一个种。看哪,他自己把大小与形状视为同一事物。而我们说,亚里士多德甚至在现在也没有说大小与形状是同一事物,而是因为大小全然伴随着形状,脱离了大小就无法设想形状,正因如此他才说“因为形状是某种大小”,也就是说具有形状的事物是大小,而不是形状本身。“而静止之物是通过不被运动而被把握的”,他针对如下情况说了这句话:在上面他把受动状态称为运动;但现在,由于我们看到静止的事物时受动状态既不减弱也不增加(因为它们处于静止),而我们看到运动的事物处于不同状态,其受动状态随着它们的运动要么减弱要么增加,正因如此他说我们是以不运动的方式感知静止之物的,也就是说以无变化的方式感知。

语法注3 条
  1. 3.10κινήσει δὲ λέγει τὸ πάθος, τὴν ἀλλοίωσιν

    文本中的与格 κινήσει 在句法上等同于宾格 κίνησιν,其后的 τὸ πάθος, τὴν ἀλλοίωσιν 作为同位语或宾语补足语:省略的主语为亚里士多德,整句作双宾语结构理解,意为“他将运动称为受动状态,即质变”。

  2. 3.10τὸ δὲ ἠρεμοῦν τῷ μὴ κινεῖσθαι ἀντιλαμβάνεται εἶπε πρὸς τοῦτο, ὅτι

    类似引文的短句 τὸ δὲ ἠρεμοῦν τῷ μὴ κινεῖσθαι ἀντιλαμβάνεται 前置作为主句动词 εἶπε 的宾语,后接 πρὸς τοῦτο, ὅτι...(“针对……而说了这句话”)。在 ὅτι 从句内部,通过 μέν...δέ 对比结构,阐明了在静止事物(受动不变)与运动事物(受动增减)中感觉受动态的差异。

  3. 3.10οὐκ ἔστι δὲ εἰ μὴ τὰ τρία κοινά, ὡς εἴρηται, εἰ μὴ ἄρα εἴποις

    由排他限定主句 οὐκ ἔστι ... εἰ μή 与条件从句 εἰ μὴ ἄρα 构成的结构。前一个 οὐκ ἔστι δὲ εἰ μὴ τὰ τρία κοινά 构成主句(“正如已经说过的,只有三种是共通的”),后一个 εἰ μὴ ἄρα 则引入例外假设(“除非你说……”),对整个主句加以限定。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:457.26-458.36