- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:456.1-457.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞奴斯通过阐明视知觉引发味觉判断是附带的来结束第二个疑难,在第三个要点中从数学对象的精确认识出发解释共通感觉对象的必要性,并在逐字注解中疏解亚里士多德否定第六种感觉的论证结构。
ἡ γὰρ κοινὴ αἴσθησις ἔχει τοὺς τῆς γεύσεως τύπους, καὶ πάλιν ἐκείνους ἀνακινοῦσα λέγει ὅτι γλυκύ ἐστιν. εἰ οὖν κατὰ τοὺς τύπους τοῦ γλυκέος κινουμένη λέγει ὅτι γλυκύ ἐστι, καθ’ αὑτὸ ἄρα ἡ κοινὴ αἴσθησις καὶ οὐ κατὰ συμβεβηκὸς τοῦτο δρᾷ. καὶ αὕτη μὲν ἡ ἀπορία. λέγομεν δὲ ὅτι κἂν ἔχῃ τοὺς τύπους τῶν γλυκέων, ἀλλ’ οὖν ὅμως οὐκ ἀφ’ ἑαυτῶν ἐκινήθησαν· οὔτε γὰρ ὑπέκειτο γευσάμενος τοῦ μέλιτος, ἀλλὰ θεασάμενος αὐτὸ μόνον.1 ὥστε κατὰ συμβεβηκὸς ἀποφαίνεται ὅτι γλυκύ ἐστι. καθ’ αὑτὸ γὰρ ἐκινήθησαν οἱ τύποι τῆς ὄψεως· εἶδεν γὰρ ὅτι ξανθόν· κατὰ συμβεβηκὸς δὲ ἐκινήθη καὶ ὁ τύπος τῆς γεύσεως τῷ κινηθῆναι τὸν τῆς ὄψεως τύπον. ταῦτα καὶ πρὸς τὴν δευτέραν ἀπορίαν, ἐν οἷς καὶ τὸ δεύτερον πληροῦται κεφάλαιον. Τρίτον κεφάλαιόν ἐστιν ἐν ᾧ ἀπορεῖ, διὰ τί ἑνὸς καὶ τοῦ αὐτοῦ πράγματος δύο αἰσθήσεις ἀντιλαμβάνονται ἢ καὶ πλείους, οἷον τοῦ σχήματος ὄψις καὶ ἁφὴ ἀντιλαμβάνεται καὶ τοῦ μεγέθους, τοῦ ἀριθμοῦ πάλιν αἱ πέντε αἰσθήσεις· διὰ τί οὖν τοῦτο, καὶ μὴ ἑκάστη αἴσθησις ἰδίου ἀντιλαμβάνεται; αὕτη ἡ ἀπορία, πρὸς ἣν Ἀριστοτέλης φησὶν ὅτι διὰ τοῦτο πλείους αἰσθήσεις τῶν αὐτῶν ἀντιλαμβάνονται πραγμάτων, ἵνα ὦσι κοινὰ αἰσθητά. καὶ ὁ μὲν Ἀριστοτέλης ταῦτα εἰπὼν ἔπαυσε τὴν λέξιν. // εἰ δέ τις ἀπορήσει καὶ τί ὅλως χρεία κοινῶν αἰσθητῶν, ἐροῦμεν πρὸς αὐτόν, ἅτινα Πλάτων ἐν 〈τῷ〉 Ζ τῆς Πολιτείας καὶ ἐν Τιμαίῳ λέγει· φαμὲν γὰρ ὅτι ταῦτα τὰ κοινὰ αἰσθητὰ αὐτά ἐστιν τὰ ταῖς μαθηματικαῖς ἐπιστήμαις ὑποκείμενα· σχήματα γὰρ καὶ ἀριθμοὶ καὶ κινήσεις καὶ μεγέθη καὶ ἠρεμίαι εἰσὶν τὰ κοινὰ αἰσθητά, ἅτινα ταῖς μαθηματικαῖς ἐπιστήμαις εἰσὶν ὑποκείμενα. ἐπειδὴ οὖν ἐχρῆν τὰ μαθηματικὰ ὑποκείμενα ἀκριβῶς γινώσκεσθαι, ἀκριβῶς δὲ γινώσκονται τῷ ὑπὸ πολλῶν αἰσθήσεων γνωρίζεσθαι, καὶ διὰ τοῦτο ἔστι κοινὰ αἰσθητά. // ἀλλ’ εἰ ταῦτα οὕτως ἔχει, ἐναντιοῦται ἑαυτῷ Ἀριστοτέλης· αὐτὸς γὰρ ἐν τῷ δευτέρῳ λόγῳ τούτου τοῦ βιβλίου λέγει ὅτι τὰ ἴδια αἰσθητὰ ἀκριβέστερον γινώσκεται· πῶς οὖν νῦν λέγει ὅτι τὰ κοινὰ αἰσθητὰ ἀκριβέστερά ἐστι; λέγομεν οὖν ὅτι οὐκ ἐναντιοῦται ἑαυτῷ, ἀλλὰ τὰ ἴδια αἰσθητὰ ὑπὸ τῆς οἰκείας αἰσθήσεως ἀκριβέστερον γινώσκονται τῶν κοινῶν αἰσθητῶν, οἷον ἴδιον ὄψεως τὸ λευκόν, κοινὸν δὲ αὐτῆς αἰσθητὸν τὸ μέγεθος· ἡ οὖν ὄψις ἀκριβέστερον γινώσκει τὸ λευκὸν ἤπερ τὸ μέγεθος· ὥστε πρὸς ἑκάστην αἴσθησιν τὸ ἴδιον αἰσθητὸν τοῦ κοινοῦ ἀκριβέστερον γινώσκεται. οἶδεν οὖν ἡ ὄψις ἀμυδρῶς τὸ κοινὸν αἰσθητόν, οἶδεν δὲ αὐτὸ καὶ ἁφὴ ἀμυδρῶς, καὶ ἁπλῶς ἑκάστη ἀμυδρότερον τοῦ οἰκείου αἰσθητοῦ οἶδεν αὐτό· συνερχομένη δὲ ἡ τῶν πλειόνων αἰσθήσεων γνῶσις ἀκριβῆ ποιεῖ τὴν τοῦ κοινοῦ αἰσθητοῦ γνῶσιν. οὕτω γάρ φησι καὶ Ἡσίοδος “εἰ γάρ 〈κεν〉 καὶ σμικρὸν ἐπὶ σμικρῷ καταθείης καὶ θαμὰ τοῦτ’ ἔρδοις, τάχα κεν μέγα καὶ τὸ γένοιτο’’. ἰστέον δὲ ὅτι κἂν ἄμφω ἀκριβεῖς εἰσιν αἱ γνώσεις, καὶ ἡ τῶν ἰδίων αἰσθητῶν καὶ ἡ τῶν κοινῶν, ἀλλ’ οὖν ἡ τῶν ἰδίων αἰσθητῶν γνῶσις ἀκριβεστέρα ἐστὶ τῆς τῶν κοινῶν αἰσθητῶν γνώσεως. ἄμφω μὲν γάρ, καὶ τὰ κοινὰ αἰσθητὰ καὶ τὰ ἴδια, καθ’ αὑτὸ γινώσκει ἡ ὄψις, ἀλλὰ μᾶλλον τὰ ἴδια γινώσκει ἡ αἴσθησις. ἐν οἷς ἡ θεωρία. Ἀλλὰ μὴν οὐδὲ τῶν κοινῶν οἷόν τε εἶναι αἰσθητήριόν τι ἴδιον. ὧν ἑκάστῃ αἰσθήσει αἰσθανόμεθα κατὰ συμβεβηκός,2 οἷον κινήσεως, στάσεως. πάλιν μὴ εἰπὼν τὸ συνημμένον ἢ τὴν πρόσληψιν ἀνατρέπει τὴν πρόσληψιν.3 ὀφείλων γὰρ εἰπεῖν ‘εἰ τῶν κοινῶν αἰσθητῶν οὐδεμία αἴσθησις ὡς ἰδίων ἀντιλαμβάνεται, ὧν δὲ ὡς ἰδίων οὐδεμία αἴσθησις αἰσθάνεται, ταῦτα ἑτέρᾳ αἰσθήσει ὑπόκειται, τὰ κοινὰ ἄρα αἰσθητὰ ἑτέρᾳ αἰσθήσει ὑπόκειται, καὶ ἔσται ἕκτον αἰσθητήριον καὶ αἴσθησις’, ὀφείλων γὰρ ταῦτα εἰπεῖν καὶ ἀνατρέψαι ὅτι οὐκ ἔστιν ἕκτη αἴσθησις, ἐκ τούτου ἄρχεται καὶ δείκνυσιν ὅτι οὐκ ἔστιν ἕκτη αἴσθησις. οὐ γάρ ἐστι, φησίν, ἴδιον αἰσθητήριον τῶν κοινῶν, ἐπεὶ κατὰ συμβεβηκὸς αὐτῶν αἱ ἄλλαι αἰσθήσεις 〈ἂν〉 ἀντελαμβάνοντο· νῦν δὲ πάσχουσιν ὑπ’ αὐτῶν. καὶ ὅρα πῶς ἀσαφῶς τὸ κατὰ συμβεβηκὸς εἶπεν. ὀφείλων γὰρ εἰπεῖν ‘ἐπεὶ κατὰ συμβεβηκὸς ἂν αἱ ἄλλαι αἰσθήσεις αὐτῶν ᾐσθάνοντο’, φησὶν ὅτι ὧν ἑκάστῃ αἰσθήσει αἰσθανόμεθα κατὰ συμβεβηκός. εἰ γὰρ ἦν τῷ ὄντι αἰσθητήριον τῶν κοινῶν αἰσθητῶν, κατὰ συμβεβηκὸς ἂν αὐτῶν ᾐσθάνοντο αἱ πέντε αἰσθήσεις· ἀλλὰ μὴν κατὰ συμβεβηκὸς αὐτῶν οὐκ αἰσθάνονται, ὡς ἀπεδείξαμεν ἐν τῇ θεωρίᾳ· οὐκ ἄρα ἐστὶν αὐτῶν ἴδιον αἰσθητήριον. ἀριθμοῦ, ἑνός. σκόπει ὅτι ἀντιδιέστειλε τῷ ἀριθμῷ τὸ ἕν· οὐδὲ γάρ ἔστιν ἡ μονὰς ἀριθμός, ὡς ἀποδέδεικται ἐν τοῖς ἀριθμητικοῖς λόγοις.
因为共通感觉保留着味觉的印痕,并通过再次唤起它们而说它是甜的。因此,如果它按照甜的印痕被触动而说它是甜的,那么共通感觉做这件事就是出于自身而非附带的。这就是疑难所在。但我们说,即使它保留着甜的事物的印痕,然而它们绝非由自身被触动;因为当时并不存在尝过蜂蜜的人,而仅仅存在看到了它的人。因此,它断定它是甜的是附带的。因为视觉的印痕是出于自身被触动的(因为它看到了它是黄色的);而味觉的印痕则是由于视觉印痕的触动而被附带触动的。这些也是针对第二条疑难的解答,在其中第二个要点也得以完成。 存在第三个要点,在其中他提出疑难:为什么一种且相同的事物会被两种甚至更多的感觉所感知,例如视觉和触觉感知形状,也[感知]大小,五种感觉又感知数目;那么为何如此,而不是每种感觉各自感知其固有的对象?这就是疑难,针对这一疑难,亚里士多德说,多种感觉感知相同的事物是为了使共通感觉对象得以存在。亚里士多德说完这些便结束了这段言述。 如果有人提出疑难:究竟有何必要存在共通感觉对象?我们将对他说柏拉图在《理想国》第七卷和《蒂迈欧篇》中所说的那些话;因为我们主张,这些共通感觉对象本身就是作为数学诸科学的基础的主体;因为形状、数目、运动、大小和静止就是共通感觉对象,它们是作为数学诸科学的基础的主体。因此,既然数学的基础主体必须被精确地认识,而它们是通过被许多种感觉所认识而得以精确认识的,也正因如此才有共通感觉对象。 但是,如果事情是这样,亚里士多德就自相矛盾了;因为他自己在本书第二卷中说,固有的感觉对象被认识得更加精确;那么他现在为何说共通感觉对象更加精确?因此我们说,他并未自相矛盾,而是固有的感觉对象被其专属的感觉认识得比共通感觉对象更加精确,例如白色是视觉所固有的,而大小对于它而言是共通感觉对象;因此,视觉认识白色比认识大小更为精确;所以对于每种感觉而言,固有的感觉对象被认识得比共通感觉对象更加精确。因此,视觉模糊地认识共通感觉对象,触觉也模糊地认识它,简言之,每种感觉认识它都比认识其固有的感觉对象更为模糊;但是,多种感觉的认识汇合在一起,便使对共通感觉对象的认识变得精确。正如赫西俄德也这样说:“因为如果你在微小之上再置微小,并且常常如此行,不久这微小也会变得庞大”。然而必须知晓,即使两种认识都是精确的——无论是关于固有感觉对象的认识还是关于共通感觉对象的认识——但是关于固有感觉对象的认识仍比关于共通感觉对象的认识更加精确。因为两者,即共通感觉对象和固有感觉对象,视觉都是出于自身认识的,但感觉更大程度上认识的是固有对象。在这些论述中通论部分结束。 “然而对于共通的事物而言,也不可能存在任何固有的感觉器官,它们是我们通过每种感觉附带地感知到的,例如运动、静止”。他又一次在未说出假言命题或附随小前提的情况下反驳了附随小前提。因为本应当说:“如果没有任何感觉将共通感觉对象作为固有对象来感知,而没有任何感觉将其作为固有对象感知的事物从属于另一种感觉,那么共通感觉对象就从属于另一种感觉,并将存在第六种感觉器官和感觉”——本应当说出这些并反驳说不存在第六种感觉,他却从这里开始并证明不存在第六种感觉。因为他说,不存在共通感觉对象的固有感觉器官,因为[如果存在的话]其余的感觉就会附带地感知它们;但实际上它们受它们所作用。看他把“附带地”表达得多么不清楚。因为本应当说“因为其余的感觉就会附带地感知它们”,他却说“它们是我们通过每种感觉附带地感知到的”。因为如果确实存在共通感觉对象的感觉器官,五种感觉就会附带地感知它们;然而〔五种感觉〕并非附带地感知它们,正如我们在通论中所证明的那样;因此对于它们并不存在固有的感觉器官。 “数目,一”。注意他把“一”与“数目”对照区别开来;因为正如在算术论著中所证明的那样,单子并不是数目。
- 3.9οὔτε γὰρ ὑπέκειτο γευσάμενος τοῦ μέλιτος, ἀλλὰ θεασάμενος αὐτὸ μόνον
动词 ὑπέκειτο 的主语并非特指某人,而是上下文中的认知主体。分词 γευσάμενος 与 θεασάμενος 作表语性补足语,表示假定情境中“并不存在尝过蜂蜜的主体,而只有看见它的主体”。
- 3.9ὧν ἑκάστῃ αἰσθήσει αἰσθανόμεθα κατὰ συμβεβηκός
关系代词 ὧν 的先行词为引文开头的 τῶν κοινῶν,由 αἰσθανόμεθα 支配属格。斐洛庞奴斯指出此处的句法晦涩:按论证逻辑本应表达反事实虚拟(“若有第六感官,其余感觉本会附带地感知它们”),但原文却直接用了现在直陈式。
- 3.9πάλιν μὴ εἰπὼν τὸ συνημμένον ἢ τὴν πρόσληψιν ἀνατρέπει τὴν πρόσληψιν
逻辑学术语用法:τὸ συνημμένον 指假言大前提(“如果……则……”),ἡ πρόσληψις 指小前提。斐洛庞奴斯指出亚里士多德在没有完整陈述假言三段论的情况下,直接推翻了该小前提。
