← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§452.14-453.22

元素与感觉器官的对应及五感的完备性

斐洛波诺斯注解了亚里士多德《论灵魂》424b34–425a11,探讨了感觉器官数目与元素(水和空气)的对应、火与土的作用、五种感觉的完备性与鼹鼠眼睛的特例、以及位移运动与感觉的优劣序列,最终确认没有缺少任何感觉器官并结束本讲。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.4

" Εἰ δὲ πλείω τοῦ αὐτοῦ, οἷον χρόας καὶ ἀὴρ καὶ ὕδωρ· ἄμφω γὰρ διαφανῆ." Τὸ ἕτερον ἄπορον ἀπορεῖ. φησὶ γὰρ ὅτι λείπει αἰσθητήριον· πλείω γάρ ἐστι τὰ μετέχοντα τοῦ ἑνός. τοῦ γὰρ διαφανοῦς, ὃ εἶπεν χρόας, καὶ ἀὴρ καὶ ὕδωρ μετέχει· λείπει ἄρα αἰσθητήριον, διότι δύο μέν ἐστι τὰ διακονοῦντα, μία δὲ ἡ ὄψις. καὶ λύει τοῦτο, ὅτι δι’ ἑνὸς αἰσθητηρίου τῶν δύο ἀντιλαμβάνεται. ὁ γὰρ ἔχων τὸ ἕτερον1 [τοῦ ἀέρος], φησί, τουτέστι τὸ ὑγρόν, ἵνα εἴπῃ τὴν κόρην, ἄμφω τὰ διαφανῆ οἶδεν.

“如果多个事物[关涉]同一对象,例如空气和水都[关涉]颜色;因为两者都是透明的。” 他提出了另一个疑难。他说感觉器官缺少了;因为分有这同一者的事物是多个。因为空气和水都分有透明者——即他所说的颜色[的媒介];因此缺少了一个感觉器官,因为充当媒介者有两者,而视觉却只有一个。他解决了这一点,[指出]通过一个感觉器官人可以感知这两者。他说,因为拥有另一者的人——即潮湿者,这是指瞳孔——认识这两种透明物。

§3.5

"Τῶν δὲ ἁπλῶν ἐκ δύο τούτων αἰσθητήρια μόνον ἐστίν, ἐξ ἀέρος καὶ ὕδατος." Τὴν πρόσληψιν κατασκευάζει ὅτι ἀνάγκη τρία εἶναι τὰ διὰ μέσου αἰσθητήρια, ἐπειδὴ ἐξ ἀέρος καὶ ὕδατος μόνον δύναται εἶναι, ταῦτα δὲ ὄψις καὶ ἀκοὴ καὶ ὄσφρησις ἔχουσιν. ἡ δὲ ὄσφρησις θατέρου.2 τινές φασιν ὅτι τοῦτο λέγει, ὅτι ἡ ὄσφρησις θατέρου μετέχει, τουτέστιν ἑκατέρου καὶ ἀέρος καὶ ὕδατος, ἐπὶ ἡμῶν μὲν ἀέρος, ἐπὶ δὲ τῶν ἐνύδρων ὕδατος· τινὲς δὲ θατέρου λαμβάνουσι τὸ ἕτερον, τουτέστι τοῦ ἑτέρου μετέχει, οἷον ἀέρος.

“在简单物体中,感觉器官仅由这两者构成,即由空气和水构成。” 他确立了追加前提,即通过媒介的感觉器官必然有三个,因为它们只能由空气和水构成,而视觉、听觉和嗅觉拥有这些。“而嗅觉[属于]两者之一。”有些人说他的意思是:嗅觉分有两者之一,即兼分有空气和水——在我们这里是空气,而在水生动物中则是水;但另一些人将“两者之一”理解为“另一者”,即它分有另一者,例如空气。

§3.6

"Τὸ δὲ πῦρ ἢ οὐθενὸς ἢ κοινὸν πάντων." Καλῶς εἶπεν κοινὸν πάντων. πᾶσα γὰρ αἴσθησις τρέφεται· εἰ δὲ τρέφεται, καὶ πέττει· πᾶσα δὲ πέψις διὰ θερμοῦ· δεῖται ἄρα πυρὸς ὡς θερμοῦ πᾶσα αἴσθησις. γῆ δὲ ἢ οὐδενὸς ἢ ἐν τῇ ἁφῇ. εἰ καὶ τὸ γήινον τῇ ἁφῇ ἀποκεχώρισται, ἀλλ’ οὖν νῦν οὐ καλῶς τὴν ἁφὴν ἤνεγκεν εἰς μέσον· περὶ γὰρ τῶν διὰ μέσου αἰσθήσεών ἐστιν ὁ λόγος.

“而火要么不属于任何一者,要么为一切所共有。” 他正确地说了“为一切所共有”。因为每种感觉都得到滋养;如果得到滋养,它也进行消化;而一切消化都通过热来进行;因此每种感觉都需要作为热的火。“土要么不属于任何一者,要么存在于触觉中。”即使土性成分被分配给触觉,但他此刻把触觉引入中间仍是不妥的;因为当前的论述是关于通过媒介的感觉。

§3.7

"Ταῦτα δὲ καὶ νῦν ἔχουσιν ἔνια ζῷα." Ἔχουσι, φησί, τινὰ τῶν ζῴων τὰς πέντε αἰσθήσεις, ὅσα τέλειά ἐστι καὶ μὴ πηρώματα. καὶ ἵνα μή τις αὐτῷ εἴπῃ ὅτι ἰδοὺ ἡ ἀσπάλαξ τέλειόν ἐστι ζῷον, ὄψιν δὲ οὐκ ἔχει, φησὶν ὅτι ἔχει μὲν ὀφθαλμούς, ἀλλὰ δι’ ὑμένος αὐτοὺς ἐσκέπασεν ἡ φύσις, ἵνα μὴ ἐν τῷ ὀρύττειν τὴν γῆν ῥᾳδίως ἐκτυφλωθῇ. καὶ ἁπλῶς ὅσα ἔχει τὴν κατὰ τόπον κίνησιν τὰς πέντε ἔχει αἰσθήσεις. κρείττων γὰρ ἡ κίνησις τῆς αἰσθήσεως, καὶ ὅπου τὰ κρείττω, ἐκεῖ καὶ τὰ χείρω. εἰ δὲ καί τινα τὴν κατὰ τόπον ἔχει κίνησιν, οὐ μὴν τὰς πέντε αἰσθήσεις, ὡς πελωρίδες καὶ σκώληκες, ἀλλ’ οὖν ἄλλῳ τρόπῳ ἡ φύσις τὸ λεῖπον αὐτοῖς ἐνεπλήρωσεν. ἰδοὺ οὖν καὶ τοῦτο σαφῶς αὐτοῦ ἐστι τὸ ἐπιχείρημα, ὅτι ὅπου τὸ κρεῖττον, ἐκεῖ καὶ τὸ χεῖρον, καὶ οὐκ ἴδιον τῶν ὑπομνησάντων.

“而某些动物甚至现在就拥有这些。” 他说,某些动物拥有五种感觉——凡是完全的而非残缺的动物都拥有。为了免得有人对他说“看哪,鼹鼠是完全的动物,却不拥有视觉”,他说它确实拥有眼睛,但自然用一层膜将它们遮盖起来,以免它在掘地时轻易失明。总的来说,凡具有位移运动的动物都拥有五种感觉。因为运动优于感觉,而在具有较优者之处,较劣者也在那里。即使某些动物具有位移运动却没有五种感觉——例如巨蛤和蠕虫——但自然以另一种方式弥补了它们所欠缺的东西。看哪,因此“在具有较优者之处,较劣者也在那里”这一论证显然也是他自己的,而非注家们所独创的。

§3.8

"Ὥστε εἰ μή τι ἕτερόν ἐστι σῶμα καὶ πάθος ὃ μηδενός ἐστι τῶν ἐνταῦθα σωμάτων, οὐδεμία ἂν ἐκλείποι αἴσθησις." Σῶμα καὶ πάθος3 λέγει, τουτέστι σωματικὸν πάθος. τί δὲ βούλεται; συμπερᾶναι τὰ πρώην· εἰ γάρ, φησίν, οὐκ ἔστιν ἔξω τῶν στοιχείων σωματικὸν πάθος (τοῦτο δὲ εἶπεν διὰ τὴν πέμπτην οὐσίαν) τὸ ποιοῦν αἰσθητήριον, (παθητικὸν γὰρ πάντως θέλει εἶναι, ἐκείνη δὲ ἀπαθής), οὐκ ἄρα λείπει αἰσθητήριον. ἐν οἷς ἡ πρᾶξις σὺν θεῷ πληροῦται.

“因此,除非存在某种不属于此处任何物体的另外的物体和受动状态,否则任何感觉都不会缺少。” 他说“物体和受动状态”,即物体的受动状态。那么他意图何在?在于得出前面的结论。他说,因为如果除了诸元素之外不存在构成感觉器官的物体的受动状态——他说这话是由于第五实体(因为他要求感觉器官全然是受动的,而那个实体是不受动的)——那么感觉器官并不缺少。在此,本讲在神助之下告成。

语法注3 条
  1. 3.4ὁ γὰρ ἔχων τὸ ἕτερον

    带冠词分词“ὁ ἔχων”作为主语(“拥有另一者的人”),后接解释性同位语“τουτέστι τὸ ὑγρόν”(即潮湿者)及目的从句“ἵνα εἴπῃ τὴν κόρην”(为了指称瞳孔),然后接主动词“οἶδεν”。底本中置于方括号内的“[τοῦ ἀέρος]”根据上下文(水与空气的对比)系后人窜入的注释,不计入核心句法骨架。

  2. 3.5ἡ δὲ ὄσφρησις θατέρου

    此处注解了对亚里士多德省略句“ἡ δὲ ὄσφρησις θατέρου [ἐστίν / μετέχει]”的句法理解分歧。关于属格“θατέρου”(两者之一),一部分注家取分配义(在水生动物与陆生动物中分别分有水或空气),另一部分注家则将“θατέρου”具体解释为“另一者”(即空气)。

  3. 3.8Σῶμα καὶ πάθος λέγει, τουτέστι σωματικὸν πάθος

    斐洛波诺斯将引文中的并列短语“σῶμα καὶ πάθος”(物体与受动状态)作为双词表达一义(hendiadys)来处理,转述为“σωματικὸν πάθος”(物体的受动状态),在句法上将其视为单一的整体。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:452.14-453.22