- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:451.6-452.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞奴斯剖析了424b24以下论证的结构,整理了亚里士多德在确立追加前提与提出前件结合之间交替推进、论证直接与间接感觉的进路。随后针对424b31,他提出了两种解释方案:要么是对器官与对象数量不一致这一隐蔽疑难的解答,要么是对恩培多克勒的反驳。
" Εἰ γὰρ παντὸς οὗ ἔστιν αἴσθησις ἁφή." Μὴ εἰπὼν τὸ συνημμένον μηδὲ τὴν πρόσληψιν κατασκευάζει τὴν πρόσληψιν, καὶ συναισθόμενος αὐτοῦ ἀσαφείας λέγει ἐν τῷ μέσῳ τὸ συνημμένον, καὶ εἶθ’ οὕτως τὸ ὑπόλοιπον τῆς προσλήψεως κατασκευάζει. ὀφείλων γὰρ εἰπεῖν ‘εἰ λείπει αἴσθησις, λείπει καὶ αἰσθητήριον· ἀλλὰ μὴν αἰσθητήριον οὐ λείπει· οὐκ ἄρα οὐδὲ αἴσθησις’, εἶτα ὀφείλων κατασκευάσαι ὅτι οὐ λείπει αἰσθητήριον, τὴν πρόσληψιν, καὶ τοῦτο δεῖξαι ἐκ τοῦ πᾶσαν αἴσθησιν1 ἢ ἀμέσως ἢ διὰ μέσου ἀντιλαμβάνεσθαι (ἔχομεν δὲ ἄμφω καὶ τὸ ἀμέσως καὶ τὸ διὰ μέσου), πάντα τὰ ἄλλα ἐάσας ἐκ τούτου ἄρχεται καὶ δείκνυσιν ὅτι ἔχομεν ἀμέσως αἴσθησιν. εἰ γάρ, φησίν, ἐν πᾶσιν οἷς ἐστιν αἴσθησις ἡ ἁφή,2 ἀμέσως ἐνεργοῦμεν (τὰ γὰρ ἁπτὰ πάθη ἐστὶ τῆς ἁφῆς, καὶ ἄμεσά ἐστιν αἰσθητά) ἔχομεν δὲ ἁφήν, ἀμέσως ἄρα ἔχομεν αἴσθησιν. καὶ τοῦτο σκολιῶς ἔφρασεν, ὅτι ὀφείλων κατασκευάσαι ὡς καὶ ἀμέσως ἔχομεν αἴσθησιν, τοῦτο ἐάσας φησὶν ‘ἀνάγκη, ἔνθα λείπει αἴσθησις, καὶ αἰσθητήριον’· ἐπιγνοὺς γὰρ τὴν ἀσάφειαν τέθεικεν ἐν μέσῳ τὸ συνημμένον· εἶτα στρέφεται καὶ κατασκευάζει τὴν πρόσληψιν λέγων, 〈ὡς〉 εἴρηται, ὅτι τῶν ἁπτῶν ἀμέσως ἀντιλαμβανόμεθα, ἔστι δὲ καὶ ἄλλα ὧν διὰ τοῦ μεταξὺ ἀντιλαμβανόμεθα. ὅσα δὲ διὰ τῶν μεταξὺ καὶ μὴ αὐτῶν ἁπτόμενοι, τοῖς ἁπλοῖς. τὴν πρόσληψιν κατασκευάζει ὅτι ἔστιν ἐν ἡμῖν τινα καὶ διὰ μέσου ἀντιλαμβανόμενα, οἷον ὄψις, ἀκοή, ὄσφρησις· ταῦτα δὲ διὰ τῶν ἁπλῶν ἀντιλαμβάνεται μεταξὺ ὄντων. ἁπλᾶ δὲ λέγει ὕδωρ καὶ ἀέρα, διότι στοιχεῖά ἐστι· διὰ τούτων δὲ ἀντιλαμβάνονται αἱ τρεῖς αἰσθήσεις.
“因为如果凡是有感觉存在的一切事物中触觉[都存在]。” 他既未陈述前件结合,也未陈述追加前提,便开始确立追加前提;在觉察到自己的晦涩之后,他在中间陈述了前件结合,然后以此方式确立追加前提的其余部分。因为他本应当说:“如果一种感觉缺少,感觉器官也缺少;然而感觉器官并不缺少;因此感觉也[不缺少]”,然后本应当确立感觉器官不缺少这一追加前提,并从每一感觉要么直接地、要么通过媒介来感知(而我们兼具直接感知与通过媒介感知这两者)这一事实出发来表明这一点;但他舍弃了所有其他内容,从这一点出发并表明我们具有直接的感觉。他说,因为如果在存在触觉这种感觉的一切事物中,我们都是直接活动(因为触觉对象是触觉的受动状态,是直接的可感知对象),而且我们拥有触觉,那么显然我们直接拥有感觉。他以一种迂回的方式表达了这一点,因为他本应当确立我们也直接拥有感觉,却舍弃了这一点而说“在缺少感觉之处,感觉器官必然也[缺少]”;因为在觉察到晦涩之后,他把前件结合置于中间;接着他转而确立追加前提,正如所言,说我们直接感知触觉对象,但也有其他对象是我们通过居间者感知的。“凡是通过居间者而非通过直接触及它们[而被感知的对象],[都是]通过简单物体[感知的]。”他确立了追加前提,即在我们之中也存在某些通过媒介进行感知的机能,如视觉、听觉、嗅觉;而这些机能是通过作为居间者存在的简单物体进行感知的。他所说的简单物体是指水和空气,因为它们是元素;而这三种感觉就是通过它们进行感知的。
"Ἔχει δ’ οὕτως, ὥστε εἰ μὲν δι’ ἑνὸς πλείω αἰσθητὰ ἕτερα ἀλλήλων ὄντα τῷ γένει." Σιγηθεῖσαν ἀπορίαν ἐπιλύεται.3 ὃ γὰρ οὐκ ἠπόρησε, τοῦτο ἐπιλύεται. καὶ χάρις πλείστη τοῖς οὕτω μαντευσαμένοις τοῦ παλαιοῦ τὴν διάνοιαν. ὀφείλων γὰρ ἀπορῆσαι ὅτι εἰ δύο ἐστὶν αἰσθητήρια, ἀὴρ καὶ ὕδωρ, τρία δὲ αἰσθητά, χρῶμα ψόφος ὀσμή, καὶ εἶθ’ οὕτως ἐπιλύσασθαι, ὡς ἤδη ἀπορήσας φησίν. ἔχει δὲ οὕτως ἡ λύσις ὅτι δι’ ἑνὸς αἰσθητηρίου πλειόνων αἰσθητῶν ἀντιλαμβάνεται, ἅπερ αἰσθητὰ τῷ γένει διαφέρειν εἶπεν· ψόφος γὰρ καὶ ὀσμὴ ἑτερογενῆ. ἀνάγκη γάρ, φησί, τὸν ἀέρα ὄντα ἐν ἀκοῇ καὶ ὀσφρήσει τῶν δύο ἀντιλαμβάνεσθαι καὶ ψόφου καὶ ὀσμῆς. καὶ ὀφείλων εἰπεῖν ὀσμὴν χρόαν εἶπεν ἀντὶ ὀσμῆς, ἵνα μὴ φύγῃ τὴν ἀσφάλειαν. καὶ οὕτω μέν τινες ἐξηγήσαντο. ἕτεροι δέ φασιν ὅτι μᾶλλον πρὸς τὸν Ἐμπεδοκλέα ἐνίσταται, ὡς λέγοντος ἐκείνου ὅτι εἰ μὴ δύναται, Ἀριστότελες, κατά σε μήτε ἐκ πυρὸς μήτε ἀπὸ γῆς καθ’ αὑτὰ γενέσθαι αἰσθητήρια,4 δὸς αἰσθητήρια, ἵνα ἀντιλαμβάνωνται αὐτῶν καὶ τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου γνωσθῇ. φησὶν οὖν πρὸς αὐτὸν Ἀριστοτέλης ὅτι εἰ δι’ ἑνὸς μεταξὺ ὄντος αἰσθητικοῦ καὶ αἰσθητηρίου πλείονα αἰσθητὰ γινώσκεται, ὥσπερ ὑπὸ ἀέρος τυχὸν καὶ χρῶμα γινώσκεται καὶ ψόφος, διότι διαφανής ἐστι καὶ διηχής, τί ἄτοπον καὶ ὑπὸ μιᾶς αἰσθήσεως πολλὰ γινώσκεσθαι;
“情况乃是如此,以至于如果一方面通过一个[感觉器官],在属上彼此相异的多个可感知对象[被感知]。” 他正在解决一个被默置的疑难。因为凡是他未曾提出为疑难的事,他却在予以解决。人们理应对如此揣度这位古人意图的注家致以极大的谢意。因为他本应当提出疑难:如果感觉器官有两个(空气和水),而可感知对象有三个(颜色、声音、气味),然后再以此方式解决,他却说得仿佛自己已经提出了这一疑难似的。其解决方式如下:通过一个感觉器官,人感知多个可感知对象,他曾说这些可感知对象在属上是不同的;因为声音和气味是异属的。他说,因为存在于听觉和嗅觉中的空气,必然感知这两者,即声音和气味。而且他本应当说气味,却用颜色代替了气味,以免失却稳妥。有些人就是这样解释的。但另一些人说,他毋宁是在反驳恩培多克勒,仿佛后者在说:“亚里士多德啊,按照你的说法,如果感觉器官既不能单凭火也不能单凭土自身而产生,那么请给出感觉器官,以便感知它们,并且同类被同类所认识。”于是亚里士多德对他说,如果通过一个作为居间者的具感知能力的实体和感觉器官,多个可感知对象能够被认识——正如通过空气,由于它是透明的且是传声的,颜色和声音碰巧都能被认识一样——那么由单一的感觉认识许多事物,又有什么荒唐呢?
- 3.2ὀφείλων γὰρ εἰπεῖν ‘εἰ λείπει αἴσθησις, λείπει καὶ αἰσθητήριον· ἀλλὰ μὴν αἰσθητήριον οὐ λείπει· οὐκ ἄρα οὐδὲ αἴσθησις’, εἶτα ὀφείλων κατασκευάσαι ὅτι οὐ λείπει αἰσθητήριον, τὴν πρόσληψιν, καὶ τοῦτο δεῖξαι ἐκ τοῦ πᾶσαν αἴσθησιν ἢ ἀμέσως ἢ διὰ μέσου ἀντιλαμβάνεσθαι (ἔχομεν δὲ ἄμφω καὶ τὸ ἀμέσως καὶ τὸ διὰ μέσου), πάντα τὰ ἄλλα ἐάσας ἐκ τούτου ἄρχεται καὶ δείκνυσιν ὅτι ἔχομεν ἀμέσως αἴσθησιν.
此长句的骨干由带有让步/虚拟语气的连带分词短语 ὀφείλων ... εἰπεῖν 和 εἶτα ὀφείλων κατασκευάσαι ... καὶ τοῦτο δεῖξαι 引导,随后引出主句 πάντα τὰ ἄλλα ἐάσας ἐκ τούτου ἄρχεται καὶ δείκνυσιν...,构成“本应当做甲,却舍弃其他而从乙开始”的对比结构。
- 3.2ἐν πᾶσιν οἷς ἐστιν αἴσθησις ἡ ἁφή
在关系从句中,αἴσθησις 作为主语 ἡ ἁφή 的表语,意为“凡是触觉作为一种感觉存在于其中的一切事物”。
- 3.3Σιγηθεῖσαν ἀπορίαν ἐπιλύεται. ὃ γὰρ οὐκ ἠπόρησε, τοῦτο ἐπιλύεται.
σιγηθεῖσαν 为被动分词,意为“被默置的”或“未明说的”。紧随其后的关系从句 ὃ γὰρ οὐκ ἠπόρησε 指出亚里士多德在文中并未明确提出该疑难,连同先行词 τοῦτο 共同作 ἐπιλύεται 的宾语。
- 3.3ὡς λέγοντος ἐκείνου ὅτι εἰ μὴ δύναται, Ἀριστότελες, κατά σε μήτε ἐκ πυρὸς μήτε ἀπὸ γῆς καθ’ αὑτὰ γενέσθαι αἰσθητήρια, δὸς αἰσθητήρια
ὡς λέγοντος ἐκείνου 是表示见解或理由的属格绝对结构,ἐκείνου 指恩培多克勒。在 ὅτι 引出的从句中,直接引语(“Ἀριστότελες... δὸς αἰσθητήρια”)直接嵌入其中。
