- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:453.23-454.39
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯在注解亚里士多德《论灵魂》425a13时,重构并阐明了不存在用于感知运动和形状等共通感觉对象的第六种特有感觉的论证,指出共通感觉对象与附带感觉对象不同,能够在感觉中产生受动状态。
" Ἀλλὰ μὴν οὐδὲ τῶν κοινῶν οἷόν τε εἶναι αἰσθητήριον ἴδιον, ὧν ἑκάστῃ αἰσθήσει αἰσθανόμεθα κατὰ συμβεβηκός, οἷον κινήσεως, στάσεως, σχήματος, μεγέθους, ἀριθμοῦ.1" Δείξας ὅτι οὐκ ἔστιν ἄλλη ἕκτη αἴσθησις παρὰ τὰς πέντε ἐν τῇ προλαβούσῃ πράξει, καὶ νῦν πάλιν τὸ αὐτὸ δείκνυσιν. ἐπειδὴ γὰρ εἴρηται ἐν τῷ δευτέρῳ λόγῳ τῆσδε τῆς πραγματείας ὅτι ἔστι κοινὰ αἰσθητά, οἷον μέγεθος καὶ σχῆμα, ἀριθμός, κίνησις, ἠρεμία (καὶ ἔστι μέγεθος μὲν καὶ σχῆμα κοινὰ ὄψεως καὶ ἁφῆς, τὰ δὲ λοιπὰ τρία, λέγω δὴ κίνησιν, ἀριθμόν, ἠρεμίαν τῶν πέντε αἰσθήσεών εἰσι κοινά), ἴσως οὖν τις οἰηθείη ὅτι ταῦτα τὰ κοινὰ αἰσθητὰ ἄλλη τίς ἐστιν ἕκτη αἴσθησις παρὰ ταύτας τὰς πέντε κρίνουσα. νῦν οὖν δείκνυσι διὰ τῆς παρούσης θεωρίας ὅτι οὐκ ἔστιν ἄλλη τις ἕκτη αἴσθησις μερική, ἥτις κρίνει τὰ κοινὰ αἰσθητά. τοῦτο δὲ δείκνυσι τοῦτον τὸν τρόπον. εἰ τὰ κοινὰ αἰσθητὰ ἴδιά ἐστι ταύτης τῆς ἰδικῆς αἰσθήσεως, οὐκοῦν τῶν πέντε τούτων κατὰ συμβεβηκός ἐστιν αἰσθητά. εἰ γὰρ πρᾶγμα δύο τισὶν ὑπάρχει καὶ τοῦ ἑνὸς ἴδιόν ἐστι, δῆλον ὅτι τῷ ἄλλῳ κατὰ συμβεβηκὸς ὑπάρχει· εἰ γὰρ καὶ τοῦ ἄλλου ἴδιον, οὐκέτι ἐστὶν ἴδιον ἐκείνου· ἰδοὺ γὰρ καὶ τῷ ἄλλῳ ὑπάρχει. ὥστε εἰ τὰ κοινὰ αἰσθητὰ ἴδιά ἐστι τῆς ἕκτης αἰσθήσεως, οὐκοῦν ταῖς πέντε ταύταις κατὰ συμβεβηκός ἐστιν αἰσθητά. ἀλλὰ μὴν οὔκ εἰσι ταῖς πέντε ταύταις κατὰ συμβεβηκὸς αἰσθητά, ὡς δείξω· οὐκ ἄρα ἐστὶν ἕκτη αἴσθησις, ἧς ἴδιά ἐστιν αἰσθητὰ ταῦτα τὰ λεγόμενα κοινὰ αἰσθητά. ὅτι δὲ οὐκ ἔστι κατὰ συμβεβηκὸς αἰσθητὰ ταῖς πέντε αἰσθήσεσι τὰ κοινὰ αἰσθητά, πάλιν τοῦτο ὑποθετικῶς κατασκευάζει λέγων οὕτως· τὰ κατὰ συμβεβηκὸς αἰσθητὰ οὐ ποιοῦσιν πάθος εἰς τὴν αἴσθησιν, ὡς δείξω· ταῦτα δὲ ποιοῦσι περὶ τὴν αἴσθησιν πάθος· οὐκ ἄρα κατὰ συμβεβηκός εἰσιν αἰσθητά. καὶ πόθεν δῆλον ὅτι οὐ ποιοῦσιν πάθος περὶ τὴν αἴσθησιν τὰ κατὰ συμβεβηκὸς αἰσθητά; δείκνυσι καὶ τοῦτο οὕτως· φησὶ γὰρ ὅτι τὰ κατὰ συμβεβηκὸς αἰσθητὰ διττά ἐστιν, ἢ τὸ ἄλλῃ αἰσθήσει ὑποπῖπτον, ὥσπερ ἡ ὄψις κρίνει τὸ γλυκὺ ἀπὸ τῆς χροιᾶς (καὶ γοῦν ἐὰν ἴδωμεν ὑγρόν τι ξανθόν, λέγομεν ὅτι τοῦτο μέλι ἐστίν, καὶ λέγεται τοῦτο κατὰ συμβεβηκὸς αἰσθητόν, ὅταν ἀπὸ τῆς χροιᾶς ἡ ὄψις ἐπιγνῷ τὸ γλυκύ), ἢ οὖν τοῦτό ἐστι κατὰ συμβεβηκὸς αἰσθητόν, ἢ ὅπερ οὐδεμιᾷ αἰσθήσει ὑποπίπτει, ὡς ἡ οὐσία· ἡ γὰρ οὐσία οὐδεμιᾷ αἰσθήσει ὑποπίπτει, ἀλλὰ γινώσκεται ἐκ τῶν αὐτῇ συμβεβηκότων. τὸν γὰρ Κλέωνος υἱὸν γινώσκομεν οὐχ ὡς Κλέωνος υἱόν, τουτέστιν οὐχ ὡς οὐσίαν, ἀλλ’ ἐκ τῶν ἐν αὐτῷ συμβεβηκότων, οἷον ὅτι λευκός ἐστιν, ὅτι προγάστωρ φέρε εἰπεῖν καὶ εἴ τι τοιοῦτο. διττοῦ οὖν ὄντος τοῦ κατὰ συμβεβηκὸς αἰσθητοῦ, οὐδέτερον τῶν σημαινομένων τούτων πάθος ποιεῖ.2 τὸ γὰρ ἄλλης αἰσθήσεως αἰσθητὸν οὐ ποιεῖ πάθος ἐν ἄλλῃ αἰσθήσει, κἂν γινώσκηται ἐξ αὐτῆς· καὶ γοῦν τὸ γλυκὺ οὐ ποιεῖ πάθος περὶ τὴν ὄψιν, κἂν γινώσκηται ὑπὸ τῆς ὄψεως διὰ μέσου τοῦ ξανθοῦ χρώματος· οὔτε δὲ πάλιν τὸ μηδεμιᾶς αἰσθήσεως αἰσθητὸν ποιεῖ πάθος περὶ τὴν ὄψιν, κἂν γινώσκηται ὑπ’ αὐτῆς. ὥστε δέδεικται ὅτι τὰ κατὰ συμβεβηκὸς αἰσθητὰ οὐ ποιοῦσι πάθος περὶ τὴν αἴσθησιν ἐκείνην, ἧς ἐστι κατὰ συμβεβηκὸς αἰσθητά. ἔστιν οὖν ὅλου τοῦ λόγου ἡ σύντομος ἐπαγωγὴ αὕτη· τὰ κοινὰ αἰσθητὰ οὐκ ἔστιν ἴδια αἰσθητὰ ἄλλης τινὸς αἰσθήσεως ἕκτης παρὰ ταύτας τὰς πέντε· εἰ γὰρ ἄλλης τινὸς ἕκτης ἴδιά εἰσιν αἰσθητά, οὐκοῦν τῶν πέντε τούτων κατὰ συμβεβηκός εἰσιν αἰσθητά. ὥσπερ γὰρ τὰ χρώματα, ἴδια ὄντα αἰσθητὰ τῆς ὄψεως, τῆς γεύσεως κατὰ συμβεβηκός εἰσιν, οὕτω καὶ τὸ σχῆμα καὶ τὸ μέγεθος καὶ τὰ λοιπὰ 〈εἴ〉 εἰσιν ἴδια ἄλλης αἰσθήσεως ἕκτης,3 οὐκοῦν τῶν πέντε τούτων κατὰ συμβεβηκός εἰσιν αἰσθητά.
“然而,对于共通的感觉对象——我们在每种感觉中附带地感知它们,例如运动、静止、形状、大小、数量——也确实不可能存在固有的感觉器官。” 在上一讲中表明了在五种感觉之外不存在另一第六种感觉之后,他现在再次表明同一件事。因为既然在本论著的第二卷中已经说过存在共通的感觉对象,例如大小和形状、数量、运动、静止(大小和形状为视觉和触觉所共有,而其余三者,即运动、数量、静止,为五种感觉所共有),因此也许有人会认为,在五种感觉之外存在着另外某种第六种感觉来判定这些共通感觉对象。因此,他现在通过当下的考察表明,不存在判定共通感觉对象的另外某种个别的第六种感觉。他以如下方式表明这一点:如果共通感觉对象是这特定感觉的固有对象,那么对于这五种感觉而言它们就是附带的感觉对象。因为如果一件事物属于两者,且属于其中一者的固有事物,显然它就附带地属于另一者;因为如果它也是另一者的固有事物,它就不再是前者的固有事物;因为看哪,它也属于另一者。因此,如果共通感觉对象是第六种感觉的固有对象,那么对于这五种感觉而言它们就是附带的感觉对象。然而它们对于这五种感觉而言并非附带的感觉对象,正如我将要指出的;因此不存在这样一种第六种感觉,其固有感觉对象就是这些所谓的共通感觉对象。至于共通感觉对象对于五种感觉而言不是附带的感觉对象,他又通过假言方式论证说:附带的感觉对象不会在感觉中产生受动状态,正如我将指出的;而这些对象却在感觉中产生受动状态;因此它们不是附带的感觉对象。那么从何处可以清楚看出附带的感觉对象不会在感觉中产生受动状态呢?他也以如下方式表明这一点:他说附带的感觉对象有两种,要么是落在另一感觉之下的对象,正如视觉从颜色判定甜(无论如何,如果我们看到一种黄色的液体,我们便说这是蜂蜜,每当视觉从颜色辨认出甜时,这就称为附带的感觉对象)——因此附带的感觉对象要么是这个,要么是像实体那样不落在任何感觉之下的对象;因为实体不落在任何感觉之下,而是从附属于它的事物中被认识的。因为我们认识克里昂的儿子,并不是把他作为克里昂的儿子认识,即不是作为实体认识,而是从他身上的附带属性认识,例如他是白的,比方说他是大肚子的,以及若有诸如此类的事物。因此,既然附带的感觉对象有双重涵义,这两种涵义的对象都不会产生受动状态。因为另一感觉的感觉对象不会在别的感觉中产生受动状态,即使它是从别的感觉中被认识的;无论如何,甜不会在视觉中产生受动状态,即使它是通过黄色被视觉认识的;同样,不属于任何感觉的感觉对象也不会在视觉中产生受动状态,即使它被视觉认识。因此已经表明,附带的感觉对象不会在将其作为附带对象的感觉中产生受动状态。因此,整个论证的简明归纳要点如下:共通感觉对象并非这五种感觉之外另外某种第六种感觉的固有感觉对象;因为如果它们是另外某种第六种感觉的固有感觉对象,那么对于这五种感觉而言它们就是附带的感觉对象。因为正如颜色作为视觉的固有感觉对象而附带地属于味觉,形状、大小及其他属性也是如此,如果它们是另外的第六种感觉的固有对象,那么对于这五种感觉而言它们就是附带的感觉对象。
- 3.9ὧν ἑκάστῃ αἰσθήσει αἰσθανόμεθα κατὰ συμβεβηκός, οἷον κινήσεως, στάσεως, σχήματος, μεγέθους, ἀριθμοῦ
关系代词 ὧν 是以 τῶν κοινῶν 为先行词的属格,充当动词 αἰσθανόμεθα 的宾语。其后由 οἷον(例如)引出的以 κινήσεως 开头的五个属格名词短语,作为 ὧν(及 τῶν κοινῶν)的同格成分。
- 3.9οὐδέτερον τῶν σημαινομένων τούτων πάθος ποιεῖ
τῶν σημαινομένων 是中性被动分词的名词化用法,在此作为部分属格,指附带感觉对象的“两种涵义/划分”(属于另一感觉的对象与不属于任何感觉的对象)。它与主语 οὐδέτερον 呼应,构成全否定命题:“这两种涵义[的对象]中没有一个会产生受动状态”。
- 3.9οὕτω καὶ τὸ σχῆμα καὶ τὸ μέγεθος καὶ τὰ λοιπὰ 〈εἴ〉 εἰσιν ἴδια ἄλλης αἰσθήσεως ἕκτης
底本中用尖括号 〈εἴ〉 补充的连词,是为了与前句的 ὥσπερ γὰρ τὰ χρώματα... 相对照而补全条件从句。由此构成“形状、大小及其他属性,如果属于另一第六种感觉所固有”的前件,并引出紧接着的后件 οὐκοῦν τῶν πέντε τούτων κατὰ συμβεβηκός εἰσιν αἰσθητά。
