- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:449.15-451.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯解决了关于嗅觉器官的疑难,并指出亚里士多德证明感觉器官无缺失的两个归纳性论证缺乏必然性。随后他引入泰米斯提乌斯基于理性灵魂的论证,借助鼹鼠的例子表明其渊源于亚里士多德,并提出五种简单物体与正多面体的柏拉图式类比,从而结束了总体考察。
λύομεν δὲ τὴν ἀπορίαν λέγοντες ὅτι οὐκ ἐπὶ τοῦ αὐτοῦ ζῴου δύο ἐστὶ τὰ αἰσθητήρια, ἀλλ’ ἐπὶ ἄλλου μὲν ὕδωρ ἐστὶ τὸ αἰσθητήριον τῆς ὀσφρήσεως, ἐπὶ ἄλλου δὲ ἀήρ· ὥστε οὔτε πλείονά ἐστιν οὔτε ἐλάττονα. ὁ μὲν οὖν τὴν πρόσληψιν κατασκευάζων πρῶτος λόγος ἐπαγωγικός ἐστι καὶ οὐκ ἔχει τὸ ἀναγκαῖον. πρῶτον μὲν γὰρ διττὸν τὸ πῦρ, τὸ μὲν φθαρτικόν, τὸ δὲ ζωογόνον· ὥστε κἂν ἐκ τοῦ φθαρτικοῦ οὐκ ἠδύνατο γενέσθαι αἰσθητήριον, ἀλλ’ οὖν ἐκ τοῦ ζωογόνου ἠδύνατο γενέσθαι. ἄλλως τε ὥσπερ ὁρῶμεν ὅτι ὁ ἀὴρ ἔξωθεν διακονεῖ καὶ ὀσμὰς καὶ χροιὰς καὶ ψόφους, ἀλλ’ ὅμως ἐπὶ τῶν ἐχόντων τρεῖς μόνας αἰσθήσεις, ἁφὴν λέγω καὶ ὄσφρησιν καὶ γεῦσιν, οὐ διακονεῖ χροιάς, ἔστι δὲ ὁμοίως τῶν τοιούτων διακονητής, ἀλλὰ παρὰ τὸ μὴ εἶναι δύναμιν οὐ διακονεῖ, τί ἄτοπον καὶ ἐπὶ ἡμῶν τῶν ἐχόντων πέντε αἰσθήσεις λέγειν ὅτι ἔστι μὲν ἄλλα αἰσθητήρια, οὐκ ἀντιλαμβάνονται δὲ παρὰ τὸ μὴ εἶναι αἰσθήσεις ἐν αὐτοῖς; ὥστε ἐπαγωγικός ἐστι καὶ οὐκ ἀληθὴς ὁ πρότερος λόγος. ἔστι δὲ ὁ δεύτερος λόγος Ἀριστοτέλους ἐπαγωγικὸς οὗτος· εἰ λείπει αἰσθητήριον, λείπει καὶ αἰσθητόν· ἀλλὰ μὴν οὐ λείπει αἰσθητόν. τοῦτο γάρ ἐστι τὸ συνημμένον, ὃ καὶ δεῖται ἀποδείξεως. τοῦτο, φησίν, ἐκ τῆς ἐπαγωγῆς δῆλόν ἐστι· καὶ τῶν πόρρω γὰρ ἀντιλαμβανόμεθα, ἅ ἐστι ψόφοι καὶ χρόαι καὶ ὀσμαί, καὶ μὴν καὶ τῶν πλησίον, ἁπτῶν φημι καὶ χυμῶν. εἰ οὖν καὶ τῶν πλησίον καὶ τῶν πόρρω ἀντιλαμβανόμεθα, δῆλον ἄρα ὅτι πάντων ἀντιλαμβανόμεθα. οὐδὲν οὖν αἰσθητὸν λείπει. εἰ δὲ αἰσθητὸν οὐ λείπει, δῆλον ὅτι οὐδὲ αἰσθητήριον· τῇ γὰρ σὺν ἀντιθέσει ἀντιστροφῇ1 τοῦτο δείκνυται. οὗτός ἐστι καὶ ὁ δεύτερος λόγος Ἀριστοτέλους μὴ ὢν ἀναγκαῖος. ἔστω γὰρ τῶν πόρρω ἡμᾶς ἀντιλαμβάνεσθαι· πόθεν δῆλον, εἰ καὶ πάντων τῶν πλησίων ἀντιλαμβανόμεθα; ἔστω γὰρ ὅτι τῶν ἁπτῶν πάντων αἰσθανόμεθα· ἆρα δὲ καὶ πάντων τῶν γευστῶν; πόθεν δῆλον, ἐὰν ᾖ γευστά τινα λανθάνοντα ἡμᾶς; καὶ γοῦν καμήλου κρέας οὐκ ἔφαγέ τις ἡμῶν. ὥστε λείπουσί τινα αἰσθητά. ἐπειδὴ οὖν ἐπαγωγικώτεροί εἰσιν οἱ λόγοι Ἀριστοτέλους, ἄμεινον τῷ Θεμιστίου λόγῳ χρήσασθαι, ὃν λέγει ἐν τῷ ὑπομνήματι. φησὶ γὰρ ὅτι οὐκ ἦν δυνατὸν τὴν λογικὴν ψυχὴν ἐπιφοιτῆσαι, εἰ μὴ πρότερον πάσαις ταῖς τῆς ἀλόγου ψυχῆς δυνάμεσιν ἐκοσμήθη τὸ ζῷον. εἰ γὰρ ὅπου τὰ κρείττονα, ἐκεῖ καὶ τὰ χείρονα ἐν τοῖς ὑπὸ σελήνην, δῆλον ἄρα, εἰ ἔχομεν λογικὰς ψυχάς, καὶ πάσας ἕξομεν τῆς ἀλόγου τὰς δυνάμεις. εἰ οὖν πέντε μόνον αἰσθήσεις ἔχει ὁ ἄνθρωπος, δῆλον ἄρα ὅτι καὶ πέντε εἰσὶ μόναι. ὅσαι γάρ εἰσιν αἱ τοῦ ἀνθρώπου, τοσαῦταί εἰσι μόναι, καὶ οὔτε πλείονες οὔτε ἐλάττονες, διότι πάσας ἔχει ὁ ἄνθρωπος ὡς καὶ τὴν τιμιωτέραν τούτων ἔχων, τὴν λογικὴν λέγω ψυχήν. οὐκ ἂν δὲ αὐτὴν εἶχεν, εἰ μὴ πᾶσαι αἱ καταδεέστεραι παρῆσαν· πάσας ἄρα ἔχει, καὶ ἐπειδὴ πέντε ἔχει, πέντε καὶ μόνον εἰσί. καὶ οὗτος μὲν ὁ Θεμιστίου λόγος· τροφεῖα δὲ τῷ Ἀριστοτέλει νέμοντες2 δείξομεν καὶ τοῦτο τὸ ἐπιχείρημα αὐτοῦ ὄν. εἰ γὰρ ζητεῖ ἐν τῇ λέξει, διὰ τί ἡ ἀσπάλαξ κινουμένη οὐκ ἔχει ὄψιν (ἄτοπον γάρ, ὅπου τὸ κρεῖττον, μὴ εἶναι καὶ τὸ χεῖρον) καὶ λύει ὅτι ἔχει μέν, ἀλλ’ ἀποκρύπτεται ὑπὸ ὑμένος (ἔδει γὰρ τοῦτο, ἐπειδὴ τρέφεται ὑπὸ τῆς γῆς, καὶ ἔμελλεν τυφλοῦσθαι, εἰ μὴ ἐκέκρυπτο· τῆς οὖν τροφῆς μᾶλλον ἡ φύσις προενοήσατο), εἰ οὖν δείκνυσιν ἐπὶ ταύτης κινουμένης ὅτι πέντε εἰσὶν αἰσθήσεις, οἶδεν ἄρα τὸ ἐπιχείρημα ὅτι ἀνάγκη πέντε μόνον αὐτὰς εἶναι· ὅπου γὰρ τὸ κρεῖττον, ἐκεῖ καὶ τὸ χεῖρον. ἔστι δὲ καὶ ἄλλως Πλατωνικῶς τοῦτο συμβολαιώσασθαι.3 ὥσπερ γάρ, φησί, τὰ ἁπλᾶ σώματα πέντε εἰσί (τέσσαρα γὰρ στοιχεῖα καὶ τὸ αἰθέριον) καὶ ὥσπερ τὰ στερεὰ σώματα πέντε εἰσὶν διὰ τὰ ἁπλᾶ σώματα (ἔστι γὰρ πυραμίς, κύβος, ὀκτάεδρον, δωδεκάεδρον, εἰκοσάεδρον), ὥσπερ οὖν διὰ τὰ ἁπλᾶ σώματα πέντε ὄντα πέντε καὶ τὰ σχήματα ἐγένοντο, οὕτω δῆλον ὅτι καὶ αἰσθήσεις πέντε καὶ οὐ πλείους. ἐν οἷς ἡ θεωρία σὺν θεῷ πληροῦται. Ὅτι μὲν οὖν οὐκ ἔστιν αἴσθησις ἑτέρα παρὰ τὰς πέντε. ἐπειδὴ ἐν τῷ πέρατι τοῦ δευτέρου λόγου ἐζήτει, εἰ μία ἐστὶν ἡ ἁφὴ ἢ πολλαί, νῦν δείκνυσιν ὅτι πέντε εἰσὶ καὶ μόνον αἰσθήσεις, ἵνα τούτου δεικνυμένου δῆλον ᾖ ὅτι μία ἐστὶν ἡ ἁφή. δικαίως δὲ τοῦτο ποιεῖ, ἐπειδὴ τῶν ζῴων τὰ μὲν δύο ἔχει αἰσθήσεις, τινὰ δὲ τρεῖς, καὶ διὰ τοῦτο ζητεῖ πόσαι εἰσὶν αἱ αἰσθήσεις· εἰ γὰρ πάντα τὰ ζῷα εἶχον τὰς πέντε αἰσθήσεις, περιττὴ ἦν ἡ περὶ τούτου ζήτησις.
但我们通过说明下述情况来解决这一疑难:并非在同一种动物中存在两个感觉器官,而是在一种动物中水是嗅觉的感觉器官,在另一种动物中空气是嗅觉的感觉器官;因此它们既不多也不少。那么,确立追加前提的第一个论证便是归纳性的,且不具有必然性。因为首先,火有两种,一种具有毁灭性,另一种能够化生生命;因此即使感觉器官不能由毁灭性的火产生,然而它本可以由化生生命的火产生。此外,正如我们看到外部空气既传导气味、颜色又传导声音,但在仅具有三种感觉(即触觉、嗅觉和味觉)的动物那里,它却不传导颜色,而它同样是此类事物的传导者,只是由于缺乏某种能力而不传导,那么在拥有五种感觉的我们身上,说确实存在其他感觉器官,只是由于在它们之中缺乏诸感觉而不进行感知,这又有什么荒唐呢?因此先前的论证是归纳性的,并非真实。 亚里士多德的第二个归纳性论证是这样的:“如果缺少感觉器官,也就缺少可感知对象;然而并不缺少可感知对象。”因为这就是需要证明的条件命题。他说,这从归纳中是显而易见的;因为我们感知远处的对象(即声音、颜色和气味),而且确实也感知近处的对象(我指的是触觉对象和滋味)。因此,如果我们既感知近处的对象又感知远处的对象,那么显然我们感知一切对象。由此可见,没有任何可感知对象缺少。而如果不缺少可感知对象,显然也就不缺少感觉器官;因为这是通过反演逆命题[对偶]证明的。然而亚里士多德的这第二个论证也不是必然的。因为即便我们感知远处的对象,我们是否也感知近处的一切对象,这从何得知呢?因为即便我们感知一切触觉对象,难道我们也感知一切可品尝之物吗?如果有某些瞒过我们的滋味,这从何得知呢?无论如何,我们中没有人吃过骆驼肉。因此某些可感知对象确实缺少了。 因此,既然亚里士多德的诸论证偏于归纳,那么采用泰米斯提乌斯在其注释书中所述的论证便更为妥善。因为他说,动物若未预先具备非理性灵魂的一切能力,理性灵魂便不可能降临其上。因为如果在月下界中,在较优者所在之处较劣者也必然存在,那么显而易见,如果我们拥有理性灵魂,我们也将拥有非理性灵魂的一切能力。因此,如果人仅拥有五种感觉,显然也就仅存在五种[感觉]。因为人有多少种感觉,就仅有多少种,既不多也不少,这是因为人拥有这一切,由于也拥有比这些更高贵的东西——我指的是理性灵魂。然而,如果所有较低的能力未曾现存,人本不可能拥有它;因此人拥有所有的感觉,并且既然拥有五种,它们也就仅有五种。这就是泰米斯提乌斯的论证;但若向亚里士多德报答养育之恩,我们将表明这个论据本身也是属于他的。因为如果他在原文中探究为什么能够运动的鼹鼠不具有视觉(因为在较优者所在之处较劣者却不存在,这是荒唐的),并解决说它确实拥有视觉,只是被一层膜掩盖住了(因为由于它在地下觅食,这是必需的,如果不被掩盖它本注定要变盲;因此自然更优先顾及了它的觅食),那么,如果他在这一运动动物的例子上表明存在五种感觉,他显然就知晓它们必然仅有五种的论据;因为在较优者所在之处,较劣者也在那里。 此外,也可以用另一种即柏拉图的方式将此象征性地概括。因为他说,正如简单物体有五种(四种元素和以太物体),正如立体几何图形因简单物体而有五种(存在正四面体、立方体、正八面体、正十二面体、正二十面体),因此,正如由于简单物体有五种,形状也产生了五种一样,显然感觉也是五种,而不会更多。至此,托神之福,整体考察完满结束。 “因此,在五种感觉之外没有别的感觉。”因为在第二卷的末尾他曾探究触觉是一种还是多种,现在他表明感觉唯有五种,以便在表明这一点后,触觉是一种便显而易见了。他这样做是完全合理的,因为在动物中有的具有两种感觉,有的具有三种,正因如此他探究感觉有多少种;因为如果所有动物都具有五种感觉,关于这一点的探究便是多余的了。
- 3.1τῇ γὰρ σὺν ἀντιθέσει ἀντιστροφῇ
逻辑学专业术语,指带有否定的换位(即“逆否命题/换质位法”,与格表方式),由“如果P则Q”推导出“如果非Q则非P”。此处指从“如果缺少感觉器官,则缺少可感知对象”推导出“如果可感知对象不缺少,则感觉器官也不缺少”。
- 3.1τροφεῖα δὲ τῷ Ἀριστοτέλει νέμοντες
分词短语,使用了希腊语习惯表达 τροφεῖα νέμειν(向父母或师长偿还抚育费用或报答养育之恩)。此处语境指虽然采纳了泰米斯提乌斯的论证,但为了向先哲亚里士多德表达敬意与回报,注解者指出这一论证的根本理路实际上正出自亚里士多德本人。
- 3.1συμβολαιώσασθαι
不定式,用于非人称句式 ἔστι + 不定式(“可以……”)。动词 συμβολαιόω 意为“象征性地概括/综合”或“建立象征性对应”(新柏拉图主义的解释手法),指将五种简单物体与五种正多面体的对应关系类比至感觉的数目。
