- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:43.25-45.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯解释了亚里士多德在402b26中关于无法推论出附属性质的定义乃是辩证法式且空洞的批评,并与自然学定义作了对比;随后针对403a3探讨了灵魂的受动状态究竟属于复合体还是灵魂特有这一疑难的重要性。
" Ὥστε καθ’ ὅσους τῶν ὁρισμῶν μὴ συμβαίνει τὰ συμβεβηκότα γνωρίζειν, ἀλλὰ μηδὲ εἰκάσαι περὶ αὐτῶν εὐμαρές, διαλεκτικῶς εἴρηνται καὶ κενῶς." Σύμφωνα ταῦτα τοῖς εἰρημένοις· εἰ γὰρ ἀρχὴ πάσης ἀποδείξεως τὸ τί ἐστι, πᾶσα ἀνάγκη, ἐὰν μὴ τοιοῦτος ᾖ ὁ ἀποδεδομένος τοῦ πράγματος ὁρισμός, ὥστε δι’ αὐτοῦ περὶ πάντων τῶν καθ’ αὑτὸ ὑπαρχόντων τῷ πράγματι ὡς δι’ ἀρχῆς τὴν ἐπιστήμην ποιήσασθαι, ἢ καὶ εἰκασίαν τινὰ λαβεῖν, ἐπεὶ μὴ πάντα τὰ καθ’ αὑτὸ ὑπάρχοντα τῷ πράγματι ἐμφαίνεται ἐν τῷ ὁρισμῷ, ἀνάγκη, φησί, τὸν τοιοῦτον ὁρισμὸν διαλεκτικὸν εἶναι1 καὶ κενῶς εἰρῆσθαι, τουτέστι κατὰ κενοῦ φέρεσθαι καὶ μὴ ἐφάπτεσθαι τῆς φύσεως τοῦ πράγματος, μηδὲ οἱονεὶ ἀπερείδειν τῷ πράγματι τὴν πέζαν τῆς διανοίας, ἀλλὰ μετέωρον εἶναι. διαλεκτικὸν δέ, τουτέστιν οὐ φυσικὸν ἀλλ’ ἁπλῶς πρὸς δόξαν ὁρῶντα καὶ τὸ δοκεῖν τι λέγειν, οἵουπερ αὐτὸς μετ’ ὀλίγον μνησθήσεται τοῦ τὴν ὀργὴν λέγοντος2 ὄρεξιν εἶναι ἀντιλυπήσεως. οὐ γὰρ φυσικὸς οὗτος ὁ ὁρισμός· οὐ γὰρ τὴν οὐσίαν τοῦ θυμοῦ ἐδήλωσεν, ἀλλά τι ἐν ἐκείνῃ ἔχον τὸ εἶναι ἀποτεμὼν αὐτῆς καθ’ αὑτὸ ὡρίσατο, ἐξ οὗ οὐδὲ τὰ παρακολουθοῦντα τῷ θυμῷ γνωρίσαιμεν ἄν, ὥσπερ ἐκ τοῦ λέγοντος τὴν ὀργὴν ζέσιν εἶναι τοῦ περικαρδίου αἵματος δι’ ὄρεξιν ἀντιλυπήσεως. οὗτος γὰρ καὶ τὰ παρακολουθοῦντα γνώριμα ποιεῖ, ὅτι παλμός τις τῆς καρδίας παρακολουθεῖ τοῖς ὀργιζομένοις καὶ ὅτι θερμότης γίνεται περὶ τὰ ἐκεῖ μέρη, καὶ ὅτι ἐρυθαίνονται οἱ ὀργιζόμενοι· τοῦτο δὲ διὰ τὴν τοῦ αἵματος κίνησιν. τοιοῦτός ἐστι καὶ ὁ ὑπὸ Ξενοκράτους τῆς ψυχῆς ἀποδοθεὶς ὁρισμός· ἀριθμὸς γάρ, φησίν, κινῶν ἑαυτόν. ὁ γὰρ τοῦτον ἀκούσας οὐδὲν εἰκάσαι καὶ λαβεῖν ἐξ αὐτοῦ τῶν τῇ ψυχῇ ἢ τῷ ζῴῳ ὑπαρχόντων δυνήσεται. κανόνα δὲ ἡμῖν διὰ τούτων παραδίδωσιν ὁ Ἀριστοτέλης τῆς τῶν ὁρισμῶν ἀποδόσεως, ὅτι δεῖ αὐτοὺς τοιούτους εἶναι ὡς πάντα τὰ καθ’ αὑτὸ ὑπάρχοντα τοῖς πράγμασι δι’ αὐτῶν ὥσπερ ἀπό τινος ἀρχῆς δύνασθαι συλλογίζεσθαι. οὗτος γὰρ τελειότατος ὁρισμός.
“因此,凡是不能借以认识附属性质、甚至连对它们进行推测也不容易的定义,都是辩证法式且空洞地被表述出来的。” 这些话与前面所说的相一致。因为如果一切论证的本原就是“是什么”,那么完全必然的是,如果关于事物所给出的定义不是这样一种定义——即能够通过它作为本原,产生关于一切依自身属于事物的性质的科学知识,或者至少获得某种推测(因为并非所有依自身属于事物的性质都在定义中显现出来)——他说,这样的定义就必然是辩证法式的且是空洞地被表述出来的,也就是说,它是针对虚空而未触及事物的本性,也没有仿佛把思想之足立于事物之上,而是悬在空中。而“辩证法式的”,也就是说并非自然学式的,而只是单纯着眼于意见和看似说了些什么,就像他自己不久后将要提到的那种定义一样,即把愤怒说成是对报复性痛苦的渴望。因为这个定义不是自然学式的;因为它没有阐明愤怒的实体,而是把某件在其实体中具有存在的东西从其中割裂开来,并依其自身加以定义,根据这种定义,我们甚至无法认识伴随愤怒而来的性质,而根据把愤怒说成因渴望报复性痛苦而导致的靠近心脏的血液沸腾的人的定义,我们则能认识。因为后者也使伴随而来的性质成为可知:发怒者伴有心脏的某种搏动,那里的部位产生热量,发怒者脸红——而这是由于血液的运动。色诺克拉底所给出的灵魂定义也是如此;因为他说灵魂是“运动自身的数”。因为听到了这个定义的人,将不能从中推测或领会属于灵魂或属于动物的任何性质。亚里士多德通过这些话向我们传授了一条给出定义的准则:定义必须是这样,即人们能够通过它们作为某种本原,推论出所有依自身属于事物的性质。因为这才是最完满的定义。
"Ἀπορίαν δὲ ἔχει καὶ τὰ πάθη τῆς ψυχῆς, πότερόν ἐστι ἅπαντα κοινὰ καὶ τοῦ ἔχοντος3 ἢ ἐστί τι καὶ τῆς ψυχῆς ἴδιον αὐτῆς· τοῦτο γὰρ λαβεῖν μὲν ἀναγκαῖον, οὐ ῥᾴδιον δέ." Εἰπὼν τὰ προβλήματα τὰ ὀφείλοντα ζητεῖσθαι ἐν τῷ περὶ τῆς ψυχῆς λόγῳ, εἶτα εὐπορίαν τινὰ πρὸς τὴν λῆψιν τοῦ ὁρισμοῦ φήσας εἶναι τὴν ἐκ τῆς αἰσθήσεως τῶν καθ’ αὑτὸ ὑπαρχόντων τῇ ψυχῇ γνῶσιν, καὶ αὐτό, φησί, τοῦτο ἀπορώτατον ἂν εἴη τὸ περὶ τῶν παθῶν τῶν τῆς ψυχῆς θεωρίαν τινὰ λαβεῖν ὥσπερ ἐφόδιον πρὸς τὸν ὁρισμόν· οὐ γὰρ ἔχομεν ἐκ τῆς αἰσθήσεως διακρῖναι, φησίν, ἆρα τὰ τῆς ψυχῆς πάθη ἅπαντα τοῦ συναμφοτέρου ἐστί, τοῦ ζῴου λέγω, κοινὰ ἢ ἔχει τινὰ καὶ αὐτὴ ἴδια πάθη· ἀνάγκη γάρ, φησί, πάντῃ καὶ πάντως τοῦτο προλαβεῖν πρὸς τὸ γνῶναι τὴν οὐσίαν τῆς ψυχῆς, ἔστι δὲ χαλεπώτατον ἑλεῖν. εἰ μὲν οὖν ὡς ὀργάνῳ χρῆται τῷ σώματι ἰδίᾳ ἔχουσα τὰς ἐνεργείας, οὐ δεῖ προσχρήσασθαι τῷ σώματι πρὸς τὸν ὁρισμόν· οὐ γὰρ συμπληροῖ τὴν οὐσίαν τοῦ τέκτονος τὸ σκέπαρνον· εἰ δὲ ἐν τῷ σώματι ἔχει τὸ εἶναι, ὡς εἶναι τὰς ἐνεργείας τοῦ συναμφοτέρου, ἀνάγκη προσχρήσασθαι ἐν τῷ ὁρισμῷ τῷ σώματι, ὥσπερ ἐπὶ τοῦ θυμοῦ ἐλέγομεν. ἀναγκαία οὖν ἡ τούτων λῆψις, οὐκ εὐχερὴς δέ. πάθη δὲ κοινότερον τὰς ἐνεργείας τῆς ψυχῆς ἐκάλεσε. φαίνεται δὲ τῶν μὲν πλείστων οὐδὲν ἄνευ τοῦ σώματος πάσχειν οὐδὲ ποιεῖν. τὰ γὰρ τῶν παθῶν πλεῖστα καὶ μετὰ σώματος γίνεται καὶ περὶ σώματα· καὶ ὀργιζομένων γὰρ καὶ λυπουμένων καὶ ἐπιθυμούντων καὶ θαρρούντων καὶ φοβουμένων, καὶ ἐπὶ πάντων τῶν τοιούτων συνδιατίθεται καὶ συγκινεῖται τὸ σῶμα· ἀλλὰ καὶ αὐταὶ αἱ ἐνέργειαι τῶν παθῶν τούτων περὶ σώματά εἰσι. ὥστε τοῦ συναμφοτέρου καὶ οὐκ ἴδια τῆς ψυχῆς τὰ τοιαῦτα.
“灵魂的诸受动状态也包含着疑难,即它们究竟全都是对具有它者也共同的,还是也有某种属于灵魂自身特有的;因为把握这一点虽然是必然的,却并不容易。” 在谈完了在关于灵魂的论述中应当探求的课题之后,接着又说从感觉中获得的关于依自身属于灵魂的性质的知识是把握定义的一种门径,他说,恰恰是把握关于灵魂诸受动状态的某种考察作为通向定义的粮食,会是最具疑难的。他说,因为我们无法从感觉中分辨出,灵魂的诸受动状态究竟全都是复合物——我指的是动物——所共有的,还是灵魂自身也有某种特有的受动状态。他说,因为为了认识灵魂的实体,无论如何都必然要预先把握这一点,但这又是最难获得的。因此,如果灵魂独立拥有其活动而把身体作为工具来使用,在定义中就不应当附加使用身体;因为扁斧并不构成木匠的实体。但如果灵魂的存在就在于身体中,以至于其活动属于复合物,那么在定义中就必然要附加使用身体,正如我们在谈到愤怒时所说的那样。因此把握这些是必然的,却并不轻易。他较为宽泛地把灵魂的活动称为“受动状态”。而且看来,对于其中大多数而言,没有身体,它既不遭受什么也不做出什么。因为大部分受动状态既伴随着身体而产生,又围绕着身体;因为在发怒、悲伤、欲望、勇敢和恐惧的人身上,以及在所有此类情形下,身体都一起处于某种状态并一起运动;而且不仅如此,这些受动状态的活动本身也是围绕着身体的。因此,诸如此类的事物属于复合物,而不是灵魂特有的。
- 1.27εἰ γὰρ ἀρχὴ πάσης ἀποδείξεως τὸ τί ἐστι, πᾶσα ἀνάγκη, ἐὰν μὴ τοιοῦτος ᾖ ὁ ἀποδεδομένος τοῦ πράγματος ὁρισμός... ἀνάγκη, φησί, τὸν τοιοῦτον ὁρισμὸν διαλεκτικὸν εἶναι
在句子的核心骨架中,非人称表达 πᾶσα ἀνάγκη 之后插入了漫长的条件从句(ἐὰν μὴ τοιοῦτος ᾖ...)和原因从句(ἐπεὶ μὴ πάντα...),随后通过 ἀνάγκη, φησί 进行了复述式再现,统领宾格加不定式结构(τὸν τοιοῦτον ὁρισμὸν διαλεκτικὸν εἶναι καὶ κενῶς εἰρῆσθαι)。
- 1.27οἵουπερ αὐτὸς μετ’ ὀλίγον μνησθήσεται τοῦ τὴν ὀργὴν λέγοντος
关系代词 οἵουπερ 包含其先行词 τοιούτου,作为动词 μνησθήσεται(支配属格)的宾语。其后的分词短语 τοῦ ... λέγοντος 与之同格,具体指明“正如他将提到的那种[定义],即把愤怒说成……之人的[定义]”。
- 1.28καὶ τοῦ ἔχοντος
引自亚里士多德原文(403a3)。τοῦ ἔχοντος 为实质化分词属格,意为“具有[灵魂]者”(即身体或复合物),由 κοινά 所支配,表示“也为具有它者所共有”;斐洛波诺斯在随后的注解中将其解释为复合物(τοῦ συναμφοτέρου),即动物。
