← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§447.36-449.15

元素生成感官的完备性与数目疑难

作者结束了关于“缺少感觉则缺少感官”之前件结合的论证,并提出了确立追加前提的第一个归纳论证,即适宜的元素(水、空气与混合的土)均已生成了感官。随后,他针对感官只有三种元素这一疑难,解答称按实态而言实为五种,进而提出了因嗅觉分属空气与水而导致感官数目多于感觉数目的第二个疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1#2

ὅπου οὖν ἐστιν αἴσθησις, χρεία πάντως καὶ αἰσθητηρίου, δι’ οὗ καὶ προσβάλλει τοῖς αἰσθητοῖς ἡ αἴσθησις. εἰ οὖν λείπει αἴσθησις, δῆλον ὅτι καὶ αἰσθητήριον λείπει δι’ οὗ τοῖς αἰσθητοῖς προσβάλλει ἡ αἴσθησις. οὗτοι μὲν οὖν εἰσιν οἱ λόγοι οἱ τὸ συνημμένον κατασκευάσαντες. φέρε δὲ λοιπὸν καὶ τοὺς τὴν πρόσληψιν κατασκευάζοντας παραθώμεθα. οὗτοι δέ εἰσι δύο λόγοι ἐπαγωγικοί, ὧν ὁ πρῶτός ἐστιν οὗτος. ἐκ πάντων ὧν ἔδει γενέσθαι αἰσθητήρια γεγόνασιν·1 εἰ δὲ τοῦτο, οὐδὲν ἄρα λείπει αἰσθητήριον. τεσσάρων γὰρ ὄντων στοιχείων καὶ ἑνὸς τοῦ πέμπτου σώματος τοῦ οὐρανίου, ἐκ μὲν τοῦ πέμπτου σώματος αἰσθητήριον οὐ γέγονεν· τὸ γὰρ πέμπτον σῶμα ἀίδιόν ἐστιν, ὡς τινες λέγουσι, τὰ δὲ αἰσθητήρια φθαρτά ἐστι. πάλιν ἐκ πυρὸς οὐκ ἠδύνατο γενέσθαι αἰσθητήριον· τὸ γὰρ πῦρ φθαρτικόν ἐστιν· ἐκ τοῦ φθείροντος δὲ πῶς εἶχεν αἰσθητήριον γενέσθαι; πάλιν ἐκ γῆς αὐτῆς καθ’ ἑαυτὴν οὐκ ἐδύνατο γενέσθαι αἰσθητήριον· δυστύπωτος γὰρ αὐτὴ καθ’ ἑαυτήν, καὶ οὐκ εὐχερῶς ἐδέχετο τῶν αἰσθητῶν τοὺς τύπους· συμμιγὴς δὲ γινομένη ἡ γῆ μετὰ ἄλλων δύναται ποιῆσαι αἰσθητήρια. καὶ γοῦν τὸ αἰσθητήριον τῆς τε ἁφῆς καὶ τῆς γεύσεως πλείονος γῆς μετέχει· τῆς γὰρ ἁφῆς καὶ τῆς γεύσεως αἰσθητήριόν ἐστιν ἡ σὰρξ πλείονος γῆς μετέχουσα. τὸ δὲ πῦρ, ὡς φησιν αὐτός, ἐν ὅλοις ἐστὶ τοῖς αἰσθητηρίοις. ὥστε πῦρ καὶ γῆν ἐν τοῖς αἰσθητηρίοις ἔστιν εὑρεῖν· οὔτε δὲ πῦρ οὔτε γῆ ποιοῦσι ποτὲ καθ’ ἑαυτὰ αἰσθητήρια διὰ τὰς εἰρημένας αἰτίας. ὑπολείπεται τοίνυν ἀὴρ καὶ ὕδωρ, ἅτινα δύναται ποιῆσαι αἰσθητήρια. καὶ γοῦν τὸ ὕδωρ ἐποίησε τὸ κρυσταλλοειδές, ὅπερ ἐστὶ τῆς ὄψεως αἰσθητήριον· ἀλλὰ καὶ ὁ ἀὴρ αἰσθητήριόν ἐστιν ἀκοῆς καὶ ὀσφρήσεως· ὁ γὰρ ἐγκατῳκοδομημένος ἀὴρ ἐν τῇ ῥινὶ καὶ τοῖς ὠσὶν αὐτός ἐστι τὸ αἰσθητήριον ἀκοῆς καὶ ὀσφρήσεως. εἰ οὖν ἐκ πάντων ὧν δυνατὸν ἦν γενέσθαι αἰσθητήριον γέγονεν, οὐδὲν ἄρα λείπει αἰσθητήριον. οὗτος ὁ πρῶτος λόγος ἐπαγωγικὸς κατασκευάζων τὴν πρόσληψιν. ἀπορεῖ δὲ πρὸς τοῦτον τὸν λόγον Ἀριστοτέλης δύο ἀπορίας· πρώτην μὲν ὅτι πῶς φησι μὴ λείπειν αἰσθητήριον· ἰδοὺ γὰρ λείπουσιν. πέντε γὰρ οὐσῶν αἰσθήσεων τρία μόνον εἰσὶν αἰσθητήρια, ὕδωρ, ἀήρ, γῆ. ὥστε οὐδὲν κατεσκεύασεν ὁ ἐπαγωγικὸς λόγος, ἀλλὰ καὶ μᾶλλον ηὔξησε τὴν ἀπορίαν. πῶς οὖν λέγει ἡ πρόσληψις ‘ἀλλὰ μὴν οὐ λείπει αἰσθητήριον’; ἰδοὺ γὰρ λείπουσι δύο αἰσθητήρια. καὶ αὕτη μὲν ἡ ἀπορία· πρὸς ἣν ἐροῦμεν ὅτι τῷ μὲν ὀνόματι τρία μόνον ἐστὶν αἰσθητήρια, τῷ δὲ πράγματι πέντε. κἂν γὰρ πρὸς τῇ γῇ ἐστιν τὸ αἰσθητήριον τῆς ἁφῆς καὶ τῆς γεύσεως, ἀλλ’ οὐχ ἡ αὐτὴ γῆ ἐστιν. εἰ γὰρ ἦν ἡ αὐτὴ γῆ αἰσθητήριον ἁφῆς καὶ γεύσεως, ἐχρῆν ἐν παντὶ μορίῳ ἔνθα ἦν ἁφὴ καὶ γεῦσιν εἶναι, εἴ γε ἡ ἄλογος ψυχὴ ἐν παντί ἐστι τῷ ζῴῳ μετὰ πασῶν αὐτῆς τῶν δυνάμεων, καί φαμεν ὅτι διὰ τὴν ἀνεπιτηδειότητα τοῦ ὀργάνου οὐκ ἐνεργεῖ κατὰ πάσας αὐτῆς τὰς δυνάμεις ἐν ὅλῳ τῷ ζῴῳ· ἐχρῆν γάρ, εἰ ἡ αὐτὴ γῆ ἐστιν αἰσθητήριον καὶ πάρεστι καὶ ἡ δύναμις, ἵνα μὴ ταύτην αἰτιάσῃ.2 ἀλλὰ μὴν οὐκ ἐν παντί ἐστιν ἡ γεῦσις· πῶς γοῦν ἡ χεὶρ οὐ γεύεται, καίτοι ἁφὴν ἔχουσα; οὐκ ἄρα ἡ αὐτὴ γῆ ἐστιν. ὁρᾷς ὅτι ὀνόματι μὲν τὸ αὐτό, πράγματι δὲ διάφορος. πάλιν κἂν ἀήρ ἐστιν ἐν ἀκοῇ καὶ ὀσφρήσει, ἀλλ’ οὐχ ὁ αὐτός. ἀέρα δὲ λέγω οὐ τὸν ἔξω (πᾶς γὰρ ὁ ἔξω ἀὴρ διακονεῖ καὶ ὀσμὰς καὶ ψόφους) ἀλλὰ ἀέρα λέγω τὸν ἐγκατῳκοδομημένον ἐν ἀκοῇ καὶ ῥινὶ τὸν ἰδιάζοντα. οὗτος οὖν οὐχ ὁ αὐτός ἐστιν, ἀλλὰ διάφορος· οὐ γὰρ ὁ ἐν ἀκοῇ ἀὴρ δύναται διακονῆσαι ὀσμὰς οὔτε ὁ ἐν ῥινὶ διακονῆσαι ψόφους. ὥστε κἂν ὀνόματι τρία ἐστίν, ἀλλ’ οὖν πράγματι πέντε ὑπάρχει. αὕτη ἡ λύσις τῆς πρώτης ἀπορίας. δευτέρα ἀπορία ἐκ τοῦ ἐναντίου τῇ πρώτῃ ἀπορίᾳ προϊοῦσα,3 ἔστι δὲ αὕτη· πλείονα τὰ αἰσθητήρια τῶν αἰσθήσεων, ὅπερ ἐστὶν ἄτοπον. εἰ γὰρ διὰ τὰς αἰσθήσεις γέγονε τὰ αἰσθητήρια, ὅσαι ἄρα εἰσὶν αἱ αἰσθήσεις, τοσαῦτα ὤφελον εἶναι τὰ αἰσθητήρια καὶ μὴ πλείονα· νυνὶ δὲ ὁρῶμεν ὅτι πλείονά εἰσι τῶν αἰσθήσεων. καὶ γοῦν μιᾶς αἰσθήσεως δύο εἰσὶν αἰσθητήρια· τῆς γὰρ ὀσφρήσεως ἐπὶ πεζῶν μὲν καὶ πτηνῶν ὁ ἀήρ ἐστιν αἰσθητήριον, ἐπὶ δὲ ἐνύδρων τὸ ὕδωρ ἐστὶ τὸ αἰσθητήριον· φασὶ γοῦν ὅτι οἱ ἰχθύες ὑγρότητά τινα ἔχουσιν ἐν τοῖς μυκτῆρσι τὴν διακονοῦσαν τὰς ὀσμάς· ὥστε μιᾶς αἰσθήσεως δύο εἰσὶν αἰσθητήρια.

因此,在有感觉存在的地方,就无论如何也需要感觉器官,感觉也正是通过它才作用于可感知对象。由此可见,如果缺少某种感觉,显然感觉通过它作用于可感知对象的感觉器官也就缺少了。这些便是确立了前件结合的论证。 来吧,接下来让我们也提出确立追加前提的诸论证。这是两个归纳性论证,其中第一个是这样的:凡应当产生感觉器官的一切材料,感觉器官都已经由它们产生了;如果确实如此,那么就没有任何感觉器官缺少。因为在四种元素和一种天界第五物体存在的情况下,感觉器官并未由第五物体产生;正如某些人所说,第五物体是永恒的,而感觉器官则是可灭的。再者,感觉器官也不可能由火产生;因为火具有毁灭性,从毁灭性的东西中怎能产生出感觉器官呢?再者,感觉器官也不可能由泥土本身单独产生;因为泥土本身难以成型,不易接受可感知对象的印记;但泥土在与其他元素混合后,就能够构成感觉器官。无论如何,触觉和味觉的感觉器官都分有较多的泥土;因为作为触觉和味觉之感觉器官的肉分有较多的泥土。而火,正如他本人所说,存在于所有的感觉器官中。因此在诸感觉器官中可以发现火和泥土;但由于上述原因,火和泥土本身绝不会单独构成感觉器官。因此,能够构成感觉器官的便只剩下空气和水。无论如何,水构成了晶状体,这正是视觉的感觉器官;而空气也是听觉和嗅觉的感觉器官;因为内建于鼻和耳中的空气,本身就是听觉和嗅觉的感觉器官。因此,如果感觉器官已经由所有能够产生它的材料产生出来了,那么就没有任何感觉器官缺少。这是确立追加前提的第一个归纳性论证。 然而亚里士多德针对这一论证提出了两个疑难:第一,他怎么能说感觉器官并不缺少呢?因为看啊,它们确实缺少。因为感觉有五种,而感觉器官却只有三种:水、空气和泥土。因此归纳性论证不仅什么都没有确立,反而更加增大了疑难。那么追加前提怎么能说“然而感觉器官并不缺少”呢?因为看啊,确实缺少了两个感觉器官。这就是那个疑难。 对此我们将说:按名称而言感觉器官只有三种,但就事实而言却有五种。因为即使触觉和味觉的感觉器官属于泥土,但却不是同一种泥土。因为如果同一种泥土是触觉和味觉的感觉器官,那么凡是有触觉的每一个部位,也应当有味觉——如果确实非理性灵魂带着其所有的能力存在于整个动物之中,并且我们说由于器官的不适宜性它没有在整个动物中按照其所有能力发挥作用的话;因为如果同一种泥土是感觉器官且[味觉]能力也现存的话,本应当是如此的,免得你归咎于这一能力。然而味觉并不存在于每一个部位;无论如何,手虽然具有触觉,为什么不能品尝味道呢?因此并不是同一种泥土。你看到按名称是相同的,但按事实是不同的。再者,即使空气存在于听觉和嗅觉中,但也不是同一种空气。我所说的空气不是指外部的空气(因为所有的外部空气既传导气味又传导声音),我所说的空气是指内建于听觉和鼻子中的特有空气。因此这并不是同一种空气,而是不同的;因为听觉中的空气不能传导气味,鼻子中的空气也不能传导声音。因此即使按名称是三种,然而就事实而言却存在五种。这是第一个疑难的解决。 第二个疑难从与第一个疑难相反的方向展开,它是这样的:感觉器官多于感觉,这是荒唐的。因为如果感觉器官是因感觉而产生的,那么感觉有多少种,感觉器官也就应当有多少种,而不应当更多;但现在我们看到,它们多于感觉。无论如何,一种感觉有两个感觉器官;因为对于嗅觉而言,在陆生和飞禽动物中空气是感觉器官,而在水生动物中水则是感觉器官;人们无论如何都说鱼类的鼻孔中具有某种传导气味的湿气;因此一种感觉有两个感觉器官。

语法注3 条
  1. 3.1ἐκ πάντων ὧν ἔδει γενέσθαι αἰσθητήρια γεγόνασιν

    关系代词 ὧν 前省略了与先行词 πάντων 前相同的介词 ἐκ(ἐξ)。其底层句法结构为 ἐκ πάντων [τούτων ἐξ] ὧν ἔδει γενέσθαι αἰσθητήρια(“由一切感觉器官应当从中产生的事物”),其中 αἰσθητήρια 充当不定词 γενέσθαι 的宾格主语,同时也被理解为主句动词 γεγόνασιν 的主语。

  2. 3.1ἐχρῆν γάρ, εἰ ἡ αὐτὴ γῆ ἐστιν αἰσθητήριον καὶ πάρεστι καὶ ἡ δύναμις, ἵνα μὴ ταύτην αἰτιάσῃ.

    此句由非人称动词 ἐχρῆν 引导,但其归结小句的不定词短语(即前一句中的 ἐν παντὶ μορίῳ εἶναι,“本应当存在于每个部位”)承前省略。末尾的 ἵνα 引导目的从句,用以说明在条件中特别假定“能力也现存”(καὶ πάρεστι καὶ ἡ δύναμις)的缘由(即“免得你将原因归咎于能力缺失而非器官”)。

  3. 3.1δευτέρα ἀπορία ἐκ τοῦ ἐναντίου τῇ πρώτῃ ἀπορίᾳ προϊοῦσα

    介词短语 ἐκ τοῦ ἐναντίου 作副词性修饰(“从相反的角度”),修饰分词 προϊοῦσα(“发起、进行”)。与格 τῇ πρώτῃ ἀπορίᾳ 与 ἐναντίου(或整个短语)搭配表示对照基准,构成名词短语“与第一条疑难处于相反方向的第二条疑难”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:447.36-449.15