- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:446.2-447.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在《论灵魂》卷三第一章开篇(424b22),菲洛波庞确立了整部论述的主旨在于探讨理性灵魂;他解答了为何需要探究个别感觉数目这一疑难,并通过三条论据论证了证明只有五种感觉的假言三段论中的前件结合。
" Ὅτι δ’ οὐκ ἔστιν αἴσθησις παρὰ τὰς πέντε, λέγω δὲ ταύτας ὄψιν, ἀκοήν, ὄσφρησιν, γεῦσιν, ἁφήν, ἐκ τῶνδε πιστεύσειεν ἄν τις." Ἐπειδήπερ ἐν τοῖς προλαβοῦσι περὶ φυτικῆς καὶ ἀλόγου τὸν κάματον ἐποιήσατο, νῦν καὶ περὶ τῆς λογικῆς βούλεται εἰπεῖν ἡμῖν ψυχῆς καὶ ζητῆσαι τὴν οὐσίαν αὐτῆς καὶ τὰς δυνάμεις καὶ τὰς διαφορὰς τῶν δυνάμεων αὐτῶν τε πρὸς ἑαυτὰς καὶ τὰς ἐντιμοτέρας δυνάμεις τῆς ἀλόγου. ζητεῖ γὰρ διαφορὰν φαντασίας καὶ δόξης πρὸς διάνοιαν καὶ διανοίας πρὸς νοῦν. ἐπειδὴ γὰρ ἡ δόξα τῆς λογικῆς ψυχῆς οὖσα δύναμις δοκεῖ κοινωνίαν ἔχειν πρὸς τὴν κοινὴν αἴσθησιν καὶ τὴν φαντασίαν, διὰ τοῦτο ζητεῖ τούτων τὴν διαφοράν. ἔμεινεν ἄρα ὁ σκοπὸς τοῦ παρόντος λόγου περὶ τῆς λογικῆς ψυχῆς.1 οὐ γὰρ ὡς νομίζουσί τινες, σκοπός ἐστι τῷ παρόντι λόγῳ περὶ τῆς ἀλόγου ψυχῆς διαλεχθῆναι. εἰ γὰρ καὶ μέμνηται κοινῆς αἰσθήσεως καὶ φαντασίας, οὐ τοῦτον ἔχων προηγούμενον σκοπόν, ἵνα δὲ τὴν διαφορὰν τῶν δυνάμεων τῆς λογικῆς ψυχῆς πρὸς τὰς δυνάμεις τῆς ἀλόγου παραστήσῃ, τούτου χάριν μέμνηται ἀλόγου ψυχῆς. ὥστε ὅλου τοῦ λόγου ὁ σκοπὸς περὶ τῆς λογικῆς ψυχῆς ἐστι καὶ οὐδαμῶς περὶ ἀλόγου. ἀλλ’ ἀποροῦσι πρὸς τοῦτο οἱ φιλεγκλήμονες λέγοντες ὅτι οὐκοῦν ἐχρῆν αὐτὸν περὶ μόνης φαντασίας καὶ κοινῆς αἰσθήσεως2 διαλεχθῆναι, οὐκέτι δὲ καὶ αἰσθήσεως· νυνὶ δὲ ὁρῶμεν ὅτι ἀρχόμενος τοῦ λόγου εὐθὺς τὸν ἀριθμὸν τῶν αἰσθήσεων λέγει ζητῶν εἴτε πέντε εἰσὶν αἱ αἰσθήσεις εἴτε πλείους. ταῦτα δὲ οὐκ ἦν ἀνάγκη νυνὶ ζητεῖσθαι, εἴ γε τῶν τιμίων μόνον προέθετο μνείαν ποιήσασθαι δυνάμεων τῆς ἀλόγου, ἵνα διαφορὰν αὐτῶν παραδώσει πρὸς τὰς ἐλάττους τῆς λογικῆς. ἀεὶ γὰρ αἱ τίμιαι δυνάμεις τῶν δευτέρων οὐσιῶν κοινωνίαν καὶ ἐμφέρειαν ἔχουσι πρὸς τὰς ἀτίμους δυνάμεις τῶν πρώτων οὐσιῶν, ὥσπερ καὶ νῦν· αἱ γὰρ ἔντιμοι δυνάμεις τῆς ἀλόγου, οἷον κοινὴ αἴσθησις καὶ φαντασία, κοινωνίαν ἔχουσι πρὸς τὴν δόξαν, ἥτις ἀτιμοτέρα ἐστὶ δύναμις πασῶν τῶν λογικῶν. καὶ αὕτη μὲν ἡ ἀπορία· πρὸς ἣν ἐροῦμεν ὅτι κἂν ἐμνήσθη τῶν πέντε αἰσθήσεων, οὐ μάτην τοῦτο πεποίηκεν, ἀλλ’ ἵνα μή τις οἰηθῇ ἄλλην τινὰ αἴσθησιν τῶν κατὰ μέρος εἶναι τὴν κρίνουσαν τὰ τῶν πέντε αἰσθήσεων αἰσθητά. εἰ γὰρ μὴ νῦν ἔδειξεν ὅτι πέντε εἰσὶ μόνον αἰσθήσεις καὶ οὔτε πλείονες οὔτε ἐλάττονες, ἴσως τις ἐνόμιζεν ὅτι οὐ μόνον πέντε εἰσὶν ἀλλὰ καὶ ἕκτη ἄλλη αἴσθησις μερική, ἥτις κρίνει ἅμα ὁρατὸν καὶ ἀκουστὸν καὶ ὀσφραντόν, καὶ οὐ χρεία τις κοινῆς αἰσθήσεως. ἵνα οὖν μὴ ὑπολάβῃ τις τοῦτο, διὰ τοῦτο νῦν δείκνυσιν ὅτι πέντε εἰσὶ μόναι αἰσθήσεις, καὶ οὐκ ἔστιν ἄλλη τις μερικὴ ἡ κρίνουσα, οὐκοῦν χρεία τῆς κοινῆς αἰσθήσεως. ὥστε κἂν ζητῇ τὸν ἀριθμὸν τῶν αἰσθήσεων, οὐ δι’ αὐτὰς τὰς αἰσθήσεις τοῦτο ποιεῖ, ἀλλὰ διὰ τὴν κοινὴν αἴσθησιν. κοινῆς δὲ αἰσθήσεως καὶ φαντασίας μέμνηται οὐ δι’ αὐτὰς ἀλλὰ διὰ τὴν πρὸς τὰς λογικὰς δυνάμεις διαφοράν. μενέτω οὖν ὁ σκοπὸς περὶ λογικῆς ψυχῆς. ὁ μὲν οὖν σκοπὸς οὗτος· δείκνυσι δὲ λοιπὸν ἐξ ἀρχῆς αὐτῆς ὅτι πέντε μόνον εἰσὶν αἱ αἰσθήσεις οὕτω κεχρημένος ὑποθετικῷ συλλογισμῷ. φησὶ γὰρ οὕτως· εἰ ἔλειπεν αἴσθησις, ἔλειπεν ἂν καὶ αἰσθητήριον· ἀλλὰ μὴν οὐ λείπει αἰσθητήριον· οὐκ ἄρα οὐδὲ αἴσθησις λείπει. καὶ αὕτη μὲν ἡ ἀπόδειξις. ἀλλ’ ἐπειδὴ καὶ τὸ συνημμένον ἀμφιβάλλεται (πόθεν γὰρ τῷ ὄντι, εἰ ἔλειπεν αἴσθησις, ἔλειπεν ἂν καὶ αἰσθητήριον;) καὶ ἡ πρόσληψις δὲ ἀμφιβάλλεται ἡ λέγουσα ‘ἀλλὰ μὴν αἰσθητήριον οὐ λείπει’, οὐκοῦν οὐδὲ αἴσθησις (πόθεν γὰρ δῆλον, εἰ οὐ λείπει αἰσθητήριον;) φέρε οὖν ἀμφότερα ἀποδείξωμεν, καὶ τὸ συνημμένον καὶ τὴν πρόσληψιν. ἀλλὰ πρότερον τὸ συνημμένον ἀποδείξωμεν τὸ λέγον ὅτι εἰ λείπει αἴσθησις, λείπει καὶ αἰσθητήριον. τοῦτο τοίνυν διὰ τριῶν λόγων ἀποδείκνυμεν, ὧν ὁ πρῶτός ἐστιν οὗτος· ἡ αἴσθησις καὶ τὸ αἰσθητήριον τῶν πρός τι· ἡ γὰρ αἴσθησις δι’ αἰσθητηρίου αἰσθάνεται, καὶ τὸ αἰσθητήριον αἰσθήσεώς ἐστιν αἰσθητήριον. ὡς δὲ ἔχει ἓν τῶν πρός τι, οὕτω ἔχει καὶ τὸ λοιπόν. δῆλον ἄρα ὅτι ἐὰν λείπῃ αἴσθησις, λείπει καὶ αἰσθητήριον διὰ τὴν ἀνάγκην τῶν πρός τι. οὗτος ὁ πρῶτος λόγος. δεύτερος λόγος· ἡ αἴσθησις χρώμενόν ἐστι, τὸ δὲ αἰσθητήριόν ἐστιν ᾧ χρῆται, εἰ μὴ μάτην μέλλει εἶναι. εἰ οὖν λείπει αἴσθησις, λείπει καὶ αἰσθητήριον, εἰ μὴ μάτην ἐστίν, ὅπερ ἄτοπον τὸ λέγειν τὴν φύσιν μάτην ποιεῖν.3 οὗτός ἐστι καὶ ὁ δεύτερος λόγος. τρίτος λόγος· αἱ αἰσθήσεις οὐδέποτε δύνανται ἀμέσως τοῖς αἰσθητοῖς προσβάλλειν, ἀλλ’ ἀεὶ διὰ μέσων τῶν αἰσθητηρίων προσβάλλουσιν.
“除了这五种感觉之外没有别的感觉——我指的是视觉、听觉、嗅觉、味觉和触觉——人们可以根据以下各点确信这一点。” 由于在先前的篇章中他在植物性与非理性[灵魂]上付出了劳苦,现在他也希望向我们谈论理性灵魂,并探究其本性、诸能力,以及这些能力彼此之间的差异,乃至它们与非理性[灵魂]中更崇高能力的差异。因为他探究的是表象和信念与推论思考的区别,以及推论思考与理智的区别。因为既然信念作为理性灵魂的一种能力,看起来与共通感觉和表象具有相通性,为此缘故他探究这些能力的差异。因此,当前论述的主旨仍然是关于理性灵魂的。因为当前论述的主旨并非如某些人所认为的那样是为了探讨非理性灵魂。因为即使他提到了共通感觉和表象,也并非以此为首要主旨,而是为了展示理性灵魂的诸能力相对于非理性[灵魂]诸能力的差异,为了这个缘故他才提到非理性灵魂。因此整个论述的主旨是关于理性灵魂的,而绝非关于非理性[灵魂]的。 然而喜好指责的人们对此提出疑难,说那么他本应仅仅探讨表象与共通感觉,而不再探讨感觉[本身];但现在我们看到,他在论述一开始就立即谈到感觉的数目,探究感觉究竟是五种还是更多。然而,如果他真的只是打算提及非理性[灵魂]的高贵能力,以便交代它们与理性灵魂较低能力之间的差异,那么这些问题现在本是没有必要探究的。因为第二类实体的高贵能力总是与第一类实体的低劣能力具有相通性与相似性,正如当前也是如此:非理性[灵魂]的高贵能力,如共通感觉和表象,与作为所有理性能力中较为低劣能力的信念具有相通性。而这就是该疑难。 对此我们将说:即便他提到了五种感觉,这也不是徒劳而为,而是为了使人不致认为另有某种个别的感觉在判别这五种感觉的可感知对象。因为如果他现在不表明感觉只有五种,既不多也不少,那么或许有人会以为不仅有五种,而且还有第六种个别的感觉,它能同时判别可见的、可听的和可嗅的对象,因而不需要任何共通感觉。因此,为了不让人产生这种设想,他现在正是为此才表明只有五种感觉,并且没有别的进行判别的个别感觉,从而需要共通感觉。因此,即使他探究感觉的数目,他也并非为了这些感觉本身而做这件事,而是为了共通感觉。而他提到共通感觉和表象,也并非为了它们自身,而是为了它们与理性能力的差异。因此,[论述的]主旨仍然应当保留为关于理性灵魂。 主旨便是如此。接着他从开头本身就表明感觉只有五种,是以这种方式运用了一个假言三段论。因为他这样说:“如果缺少某种感觉,那么某种感觉器官也会缺少;然而感觉器官并不缺少;因此感觉也并不缺少。”这就是那个论证。 但是,由于前件结合是可存疑的(因为说实在的,凭什么如果缺少感觉,感觉器官也会缺少呢?),而陈述“然而感觉器官并不缺少,因此感觉也不缺少”的追加前提也是可存疑的(因为凭什么清楚感觉器官并不缺少呢?),那么来吧,让我们对这两者都进行论证,既论证前件结合,也论证追加前提。不过让我们先论证那陈述“如果缺少感觉,感觉器官也缺少”的前件结合。 于是我们通过三个论证来表明这一点,其中第一个是这样的:感觉与感觉器官属于相对之物;因为感觉是通过感觉器官来进行感觉的,而感觉器官则是感觉的感觉器官。而相对之物中的一者处于何种状态,另一者也处于何种状态。因此显而易见,如果缺少感觉,由于相对之物的必然性,感觉器官也缺少。这是第一个论证。 第二个论证:如果感觉器官不是要徒然存在的话,那么感觉便是使用者,而感觉器官则是其所使用的工具。因此,如果缺少感觉,只要感觉器官不是徒然的,感觉器官也就缺少了——而说自然徒然行事是荒唐的。这也是第二个论证。 第三个论证:诸感觉决不能直接作用于可感知对象,而是始终通过作为中介的感觉器官来作用的。
- 3.1ἔμεινεν ἄρα ὁ σκοπὸς τοῦ παρόντος λόγου περὶ τῆς λογικῆς ψυχῆς
直陈式不定过去时 ἔμεινεν 在承接前面的逻辑推论后,表示“经过论证,本篇的主旨得以确立/保持不变”这一判定性语气,与下文中出现的祈使语气 μενέτω 形成呼应。
- 3.1οὐκοῦν ἐχρῆν αὐτὸν περὶ μόνης φαντασίας καὶ κοινῆς αἰσθήσεως διαλεχθῆναι, οὐκέτι δὲ καὶ αἰσθήσεως
无人称动词未完成过去时 ἐχρῆν 表达未实现的过去应然状态(“他本应当探讨……[而实际上却没有]”)。属格 αἰσθήσεως 承接了前一分句中介词 περὶ 的支配。
- 3.1ὅπερ ἄτοπον τὸ λέγειν τὴν φύσιν μάτην ποιεῖν
关系代名词 ὅπερ(中性单数主格)与表语形容词 ἄτοπον 一起,引导带冠词不定式短语 τὸ λέγειν τὴν φύσιν μάτην ποιεῖν 作为其主语的插入性评注(“而说自然徒然行事乃是荒谬的”),为器官徒劳存在的后承构成反证。
