- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:444.9-445.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解424b16,通过灵魂的判别能力及其器官构造说明单纯受作用与感觉的差异。进而通过区分可感知对象的实体本质与其作为可感知对象的关系性属性,解释了可感知对象为何也能作用于无生命物体。
" Τί οὖν ἐστι τὸ ὀσμᾶσθαι παρὰ τὸ πάσχειν;1 ἢ τὸ μὲν ὀσμᾶσθαι αἰσθάνεσθαι, ὁ δ’ ἀὴρ ταχέως αἰσθητὸς γίνεται." Δείξας ὅτι πάσχει ὑπὸ τῶν αἰσθητῶν καὶ τὰ μὴ αἴσθησιν ἔχοντα (ὑπὸ γὰρ τῶν χρωμάτων τὸ κατ’ ἐνέργειαν διαφανὲς καὶ ὑπὸ τῶν ὀσμῶν καὶ τῶν ψόφων ἀήρ) ζητεῖ εἰκότως, ἐπεὶ καὶ τὰ αἰσθητικὰ ὑπὸ τούτων πάσχει, τίνι διαφέρει τὰ αἰσθητικὰ τῶν μὴ αἰσθητικῶν, πασχόντων δὲ ὑπὸ τῶν αἰσθητῶν· δοκεῖ γὰρ ὁμοίως ἀμφότερα ὑπ’ αὐτῶν πάσχειν. ἐπιλυόμενος οὖν ταύτην τὴν ἀπορίαν φησὶν ἢ τὸ μὲν ὀσμᾶσθαι αἰσθάνεσθαί ἐστιν, ὁ δὲ ἀὴρ ταχέως αἰσθητὸς γίνεται. οὐ γὰρ ἀρκεῖ πρὸς τὸ αἰσθάνεσθαι τὸ δύνασθαι τὸ εἶδος χωρὶς τῆς ὕλης δέχεσθαι, ἀλλὰ καὶ δυνάμεως δεῖ ψυχικῆς, ἥτις οὐκ ἐν πᾶσίν ἐστι τοῖς τὰ εἴδη τῶν αἰσθητῶν χωρὶς τῆς ὕλης δεχομένοις. οὐ γὰρ εἴ τι ὑπό τινος πάσχει αἰσθητοῦ, ἤδη καὶ αἰσθάνεται, ἐπεὶ ἦν ἂν καὶ τὸ ὕδωρ καὶ ὁ ἀὴρ καὶ τὰ κάτοπτρα αἰσθανόμενα, ἀλλὰ δεῖ καὶ δυνάμεως τοιαύτης τῆς κρίνειν δυναμένης τὰ πάθη τὰ ὑπὸ τῶν αἰσθητῶν γινόμενα, ἥτις οὐκ ἐν παντὶ σώματί ἐστιν, ἀλλ’ ἐν τῷ φυσικῷ ὀργανικῷ, ὡς ἔδειξε, καὶ οὐδὲ τούτῳ παντί, ἀλλ’ ἐν τούτῳ τῷ μέρει αὐτοῦ τῷ διὰ τὴν ποιὰν συμμετρίαν τε καὶ εὐκρασίαν δέχεσθαι ταύτην τὴν δύναμιν δυναμένῳ. πῶς οὖν οὐ λύεται τὸ τὰ αἰσθητὰ πρὸς τὰς αἰσθήσεις εἶναι καὶ τὴν αἴσθησιν πρὸς τὰ αἰσθητά, εἴ γε μὴ μόνον τὰ αἴσθησιν ἔχοντα ὑπὸ τῶν αἰσθητῶν πάσχει, ἀλλὰ καὶ τὰ μὴ ἔχοντα; ἢ ὅτι ἑκάστῳ τῶν αἰσθητῶν οὐ ταὐτόν ἐστι τὸ εἶναι τῷδε καὶ αἰσθητῷ εἶναι. οὔτε γὰρ τῷ χρώματι τὸ εἶναι χρώματι ταὐτόν ἐστι καὶ τὸ ὁρατῷ εἶναι, ἀλλ’ ἡ μὲν οὐσία τοῦ χρώματος ἄλλη, εἴ γε πέρας τοῦ διαφανοῦς ᾗ διαφανές, τὸ δὲ ὁρατὸν αὐτῷ συμβέβηκε· καθὸ γὰρ κινητικόν ἐστι τοῦ κατ’ ἐνέργειαν διαφανοῦς, κατὰ τοῦτό ἐστιν ὁρατόν. ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων. ὡς μὲν οὖν αἰσθητὰ τὰ αἴσθησιν ἔχοντα διατίθησι μόνον, ὡς δὲ ταῦτα, ἅ ποτε ὄντα2 ἐστὶν αἰσθητά, ἄλλα τινὰ ὄντα (ἄλλο γὰρ τὸ αἰσθητῷ εἶναι καὶ χρώματι εἶναι) κατὰ τοῦτο οὐδὲν κεκώλυται καὶ ἄλλων τινῶν αὐτὰ εἶναι ποιητικά. ὑπὸ γὰρ τῆς εὐωδίας ὡς μὲν αἰσθητοῦ οὐδὲν πείσεται παρὰ τὴν ὄσφρησιν, ὡς δὲ ὑπὸ ὀσμῆς ἁπλῶς καὶ εὐώδους καὶ ὁ ἀὴρ πάσχει ἄψυχος ὤν· ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων. πάσχει γὰρ ἕκαστον τῶν ἀψύχων ὑπὸ τῶν αἰσθητῶν οὐχ ὡς αἰσθανόμενον, ἀλλ’ ὡς καὶ αὐτὸ γινόμενον αἰσθητὸν καθ’ ὃ ὑπ’ αὐτῶν πάσχει πάθος· κατὰ γὰρ τὴν οὐσίαν αὐτὴν τὸ πάθος ὑπομένει καὶ μεταβάλλεται. τὰ μὲν γὰρ ἄψυχα ὑπὸ τῆς οὐσίας τῶν αἰσθητῶν, οὐ καθὸ αἰσθητά εἰσι, πάσχοντα καὶ αὐτὰ αἰσθητὰ γίνεται συνεξομοιούμενα αὐτοῖς, τὰ δὲ ἔμψυχα ὑπὸ τῆς ἐνεργείας αὐτῶν πάσχοντα κατ’ ἐνέργειαν γίνεται αἰσθητικά.
“那么闻气味除了受作用之外又是什么呢?还是说闻气味乃是感觉,而空气迅速地变成了可感知对象?” 在论证了没有感觉的事物也受到可感知对象的作用之后(因为现实的透明体受到颜色的作用,空气受到气味和声音的作用),他合乎情理地探究:既然具有感觉能力的事物也受到它们的作用,那么具有感觉能力的事物与不具有感觉能力却受到可感知对象作用的事物究竟有何区别;因为两者看起来同样受到它们的作用。因此,在解决这一疑难时他说:“还是说闻气味乃是感觉,而空气迅速地变成了可感知对象?”因为对于感觉而言,能够不带质料地接纳形式并不足够,而是还需要一种灵魂的能力,而这种能力并非存在于所有不带质料地接纳可感知对象形式的事物之中。因为并非如果某物受到某种可感知对象的作用,它便已然在感觉了——否则水、空气和镜子也都会在感觉了——而是还需要这样一种能够对由可感知对象产生的作用状态进行判别的能力;这种能力并非存在于每一个物体中,而是如他所示,存在于有器官的自然物体中,并且甚至不是存在于其整体之中,而是存在于因某种对称与调和而能够接纳该能力的部分之中。 那么,如果不仅具有感觉的事物受到可感知对象的作用,而且不具有感觉的事物也受到作用,可感知对象相对于感觉、感觉相对于可感知对象这一关系又怎能不被瓦解呢?还是说,因为对于每一个可感知对象而言,作为这一个别事物存在与作为可感知对象存在并不是同一回事?因为对于颜色而言,作为颜色存在与作为可见对象存在并不是同一回事;颜色的实体乃是别的事物(如果说它是透明体就其作为透明体而言的界限的话),而可见性对于它则是偶性;因为就其能推动现实的透明体而言,它在这一方面才是可见的。在其他情况下也是如此。因此,作为可感知对象,它们仅仅使具有感觉的事物处于某种状态;但就这些作为可感知对象的事物乃是某种别的事物而言(因为作为可感知对象存在与作为颜色存在是不同的),在这一方面完全不妨碍它们对于某些别的事物也是能够产生作用的。因为对于作为可感知对象的芬芳而言,除了嗅觉之外没有任何东西会受到作用;但对于作为单纯的气味和芳香物的〔它〕而言,连作为无生命之物的空气也受到作用。在其他情况下也是如此。因为无生命之物的每一者受到可感知对象的作用,并不是作为感觉者,而是作为根据其受它们所施加的作用状态自身也变成了可感知对象而受到作用的;因为它是按照实体本身承受该作用状态并发生变化的。因为无生命之物受到可感知对象的实体的作用,而非在其作为可感知对象的范围内受到作用,它们自身通过同化于它们而也变成了可感知对象;而有生命之物受到它们的现实活动的作用,则在现实活动中变成了具有感觉能力的。
- 2.235παρὰ τὸ πάσχειν
介词 παρά 接宾格,在此表示递进与区别,意为“除……之外”或“在……之上”(即闻气味除了单纯受作用之外还有何不同)。
- 2.235ὡς δὲ ταῦτα, ἅ ποτε ὄντα ἐστὶν αἰσθητά, ἄλλα τινὰ ὄντα
该句式化用了亚里士多德的经典表述 ὃ δή ποτε ὄν(作为其基底/本质所是者)。ταῦτα 受关系分句 ἅ ποτε ὄντα ἐστὶν αἰσθητά(作为可感知对象之基底的那些事物)与分词短语 ἄλλα τινὰ ὄντα(作为某种别的事物存在)的同位修饰,构成了其作为可感知对象的维度(ὡς μὲν αἰσθητά)与作为其本身实体的维度(ὡς δὲ ταῦτα...)之间的鲜明对立。
