- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:442.32-444.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞论述了可触知对象与滋味作用于无生命物体的必然性,进而探讨了声音和气味等其他可感知对象对物体是否起作用,并阐释了受作用者为“不定”的两种涵义(一指流动而不稳定,二指在强度程度上连续变化)。
" Ἀλλὰ τὰ ἁπτὰ καὶ οἱ χυμοὶ ποιοῦσιν· εἰ γὰρ μή, ὑπὸ τίνος ἂν πάσχοι τὰ ἄψυχα καὶ ἀλλοιοῖτο;" Εἰπὼν ὅτι οὐ πάσχουσι τὰ μὴ ἔχοντα αἴσθησιν ὑπὸ τῶν αἰσθητῶν, καὶ δείξας ἐπὶ χρώματος καὶ ψόφου καὶ ὀσμῆς, ἐνταῦθά φησιν ὅτι εἰ καὶ μὴ τὰ ἄλλα αἰσθητὰ ποιοῦσιν εἰς τὰ ἀναίσθητα, τὰ ἁπτὰ γοῦν καὶ γευστὰ ποιοῦσιν· θερμαίνονται γὰρ τὰ σώματα καὶ ψύχονται, ξηραίνονταί τε καὶ ὑγραίνονται ὑπὸ τῶν ἁπτῶν ποιοτήτων πάντα τὰ σώματα, ἀλλ’ οὐχ ᾗ αἰσθητικά ἐστιν, ἀλλ’ ᾗ σώματα ἁπλῶς. εἰ γὰρ μὴ πάσχει, φησίν, ὑπὸ τῶν ἁπτῶν καὶ γευστῶν ποιοτήτων, ὑπὸ τίνος ἂν πάθοι; κινδυνεύει οὖν ἀπαθῆ αὐτὰ εἶναι καὶ ἀναλλοίωτα, ὅπερ ἄτοπον. εἰ γὰρ μήτε ὑπὸ τῶν ἄλλων ποιοτήτων πάσχει μήτε ὑπὸ τῶν ἁπτῶν καὶ γευστῶν, οὐχ ἕξει ἄλλο τι ὑφ’ οὗ πείσεται· πάντη ἄρα ἀπαθῆ ἔσται.
“但是可触知对象与滋味起作用;因为如果不这样,无生命之物会被什么作用并发生质变呢?” 在说明了没有感觉的事物不受可感知对象的作用,并在颜色、声音和气味上对此进行了论证之后,他在此处说,即使其他可感知对象不对无感觉之物起作用,可触知对象与可尝知对象至少是起作用的。因为物体被加热和被冷却,一切物体都被触觉性质所干燥和湿润,但这并非是在它们具有感觉能力的范围内,而是在它们单纯作为物体的范围内。他说,因为如果它们不受触觉和味觉性质的作用,它们又会被什么所作用呢?那么它们就有可能是不可受作用的和不可质变的,而这是荒谬的。因为如果它们既不受其他性质的作用,也不受触觉和味觉性质的作用,它们就不会有任何别的受其作用的东西了;因此,它们将完全是不可受作用的了。
"Ἆρ’ οὖν κἀκεῖνα ποιεῖ; ἢ οὐ πᾶν σῶμα παθητικὸν ὑπὸ ὀσμῆς καὶ ψόφου· καὶ τὰ πάσχοντα ἀόριστα." Εἰπὼν ὅτι ὑπὸ τῶν ἁπτῶν ποιοτήτων πάσχει τὰ σώματα καὶ ὑπὸ τῶν γευστῶν, ζητεῖ εἰ καὶ ὑπὸ τῶν ἄλλων αἰσθητῶν πάσχει τὰ σώματα, οὐκ αἰσθητικῶς δέ, ὥσπερ οὐδὲ ὑπὸ τῶν ἁπτῶν καὶ γευστῶν, καί φησιν ὅτι οὐ πάντα παθητικά ἐστιν ὑπὸ ὀσμῆς ἢ ψόφου τὰ σώματα, ἀντὶ τοῦ παθητά.1 ὥστε οὐ πάντα πάσχει ὑπὸ τούτων, ὥσπερ ὑπὸ τῶν ἁπτῶν· ὑπὸ γὰρ τούτων πᾶν ἐμπαθὲς σῶμα πάσχει· ἀλλ’ ἔστι τὰ ὑπὸ τούτων πάσχοντα ὑγρά, ὡς ὁ ἀὴρ καὶ τὸ ὕδωρ· τοιαῦτα γὰρ τὰ ὑπὸ χρωμάτων καὶ ψόφων καὶ ὀσμῶν πάσχοντά τε καὶ κινούμενα. οὐ δοκεῖ δὲ πάσχειν, φησίν, ὅτι ἀόριστα ὄντα καὶ ὑγρὰ οὐ τηρεῖ τὰ πάθη τοῦ ψόφου ἢ τὰ τῆς ὀσμῆς ἢ τὰ τοῦ χρώματος· ἴδιον γὰρ τῶν ἀορίστων τό τε ἐφ’ ἑαυτῶν μὴ μένειν διὰ τὸ μὴ ἔχειν οἰκεῖον σχῆμα καὶ διὰ τὸ εὔτρεπτον. ὑπὸ χρωμάτων μὲν οὖν καὶ ψόφων τὰ ὑγρὰ καὶ ἀόριστα πάσχει, ὑπὸ δὲ ὀσμῆς οὐ μόνον ταῦτα, ἀλλὰ καὶ στερεά τινα εὐώδη γίνεται παθόντα· ἀλλ’ ἴδιον τοῦ ἀέρος τὸ ταχέως διατίθεσθαί τε καὶ τὴν διάθεσιν ἀποβάλλειν. καὶ ἄλλως τὸ ὑποκείμενον τῆς ὀσμῆς, φημὶ δὴ ὁ ἀτμός, ὅταν ἐγκαταμιχθῇ τοῖς σώμασιν ὥσπερ τὸ ἔγχυμον ὑγρόν, οἷον τὸ μέλι, λεπτομερὴς ὢν καὶ εὐδιαφόρητος θᾶττον διαλύεται καὶ ἀφίησι τὰ ἐν οἷς ἐγένετο· τούτου δὲ διαφορηθέντος καὶ ἡ ὀσμὴ συναπόλλυται. ὥστε κἂν τὸ δεδεγμένον τὴν ὀσμὴν μὴ εὐαλλοίωτον ᾖ, οἷον τὸ ἱμάτιον, ἀλλ’ οὖν διὰ τὴν τοῦ ἀτμοῦ ἀσθένειαν οὐκ ἐπὶ πολὺ μένει τὸ πάθος. ταύτῃ δ’ ἂν διαφέροι τοῦ πάθους τοῦ ἐν τῇ αἰσθήσει γινομένου· φυλάττει γὰρ ἡ αἴσθησις τὸ γινόμενον πάθος· οὐ γὰρ ἀπορρεῖ ἡ γνῶσις τοῦ εἴδους. δυνατὸν δὲ καὶ ἐπὶ πάντων τῶν αἰσθητῶν ἐκτείνειν τὸν λόγον καὶ τὸ ἀόριστον οὕτως ἀκούειν, ὥστε καὶ τούτῳ διακρίνειν τὸ πάθος τὸ γινόμενον ὑπὸ τῶν αἰσθητῶν εἴς τε τὴν αἴσθησιν καὶ εἰς τὰ σώματα. τὸ μὲν γὰρ εἰς τὰ σώματα γινόμενον πάθος ἀόριστόν ἐστιν, οὔτε ἀθρόως γινόμενον οὔτε τὸ αὐτὸ μένον· ὅσῳ γὰρ πλησιάζει τῷ θερμῷ τὸ σῶμα, τοσούτῳ θερμαίνεται· ἡ δ’ αἴσθησις ἅμα τῷ προσβαλεῖν τῷ αἰσθητῷ ἣν ἔσχε γνῶσιν καὶ τὸ πάθος δὲ ἀεὶ τὸ αὐτὸ ἴσχει ἀνεπίτατον καὶ ἀνάνετον.2 ἀφ’ οὗ γὰρ ἡ ἁπτικὴ αἴσθησις τὸ θερμὸν γνῷ, κἂν ἐπὶ πολὺ μένῃ, οὐδὲν πλέον γνώσεται· τὸ μέντοι σῶμα οὐ τὸ αὐτὸ πάσχει πάθος ὑπὸ τοῦ θερμοῦ, ἀλλὰ ἄλλοτε ἄλλο κατὰ τὸ μᾶλλον καὶ ἧττον ἐπιτεινόμενον ἢ ἀνιέμενον. μήποτε οὖν καὶ τοῦτο δηλοῖ αὐτῷ τὸ ἀόριστον.3
“那么那些东西也起作用吗?还是并非每个物体都易受气味和声音的作用;并且受作用者是不定的。” 在说明了物体受到触觉性质和味觉性质的作用之后,他探讨物体是否也受到其他可感知对象的作用,不过不是以感觉的方式,正如受到触觉和味觉性质的作用也不是以感觉的方式那样;并且他说,并非所有的物体都具有受到气味或声音作用的性质,这里是用“具有受作用能力的”来代替“易受作用的”。因此,并非所有事物都像受到可触知对象的作用那样受到它们的作用(因为一切可以受作用的物体都会受到触觉对象的作用);相反,受到它们作用的是流动的物质,如空气和水;因为被颜色、声音和气味所作用并被推动的正是这类事物。他说,之所以看起来不像是受了作用,是因为它们既然是不定的和流动的,就不保留声音的作用状态,也不保留气味或颜色的作用状态;因为由于没有固有的形状以及由于容易转变,不能停留于自身乃是不定之物的固有特征。因此,流动且不定之物受到颜色和声音的作用,但受到气味作用的不仅是这些,而且某些固体在受到作用后也会变得芬香;但迅速形成状态并迅速摆脱这种状态乃是空气所特有的。此外,气味的基底——我指的正乃是蒸散物——当它像含汁的液体(例如蜂蜜)那样混合进物体中时,由于它由微细部分构成且容易消散,便会更快地消解并离开它曾产生于其中的物体;而一旦它被消散,气味也随之一同消失。因此,即使接纳气味的事物不是容易发生质变的(例如一件斗篷),但由于蒸散物的微弱,这种作用状态也不会存留很久。在此方面,它将不同于在感觉中发生的作用状态;因为感觉会保持所产生的作用状态;形式的认知并不会流失。但是,也可以将这一论述扩展到所有的可感知对象上,并将“不定”理解为如下含义,即以此来区分由可感知对象在感觉中所产生的作用状态与在物体中所产生的作用状态。因为在物体中产生的作用状态是不定的,既不是一下子产生,也不是保持同一;因为物体离热之物有多近,它就被加热到相应的程度;而感觉在接触可感知对象的同时,所获得的认知以及其作用状态便始终保持同一,既不增强也不减弱。因为触觉从认识到热的那一刻起,即使在较长时间内停留,也不会认识到更多的东西;然而物体受到热之物的作用,其作用状态却并非同一,而是按照更多和更少的程度被增强或被减弱,在不同时刻具有不同的状态。因此,或许“不定”对他来说也表明了这一点。
- 2.234ἀντὶ τοῦ παθητά
此处注记指出亚里士多德原文中的 παθητικόν(具有能动形式后缀的形容词)是用以代替 παθητόν(具有被动意义的动词性形容词,“易受影响的、受动的”)。前者通常指能动或一般的受动潜能,菲洛波诺斯在此指明其意实为“易于实际遭受作用”。
- 2.234ἣν ἔσχε γνῶσιν καὶ τὸ πάθος δὲ ἀεὶ τὸ αὐτὸ ἴσχει ἀνεπίτατον καὶ ἀνάνετον
在关系从句 ἣν ἔσχε γνῶσιν 中,先行词 γνῶσιν 被吸纳入关系从句内部(先行词内引/反向吸引),并与 τὸ πάθος 一同充当主句动词 ἴσχει 的直接宾语。随后的形容词 ἀνεπίτατον καὶ ἀνάνετον 则作为述语性宾格(宾语补足语)修饰这些宾语。
- 2.234μήποτε οὖν καὶ τοῦτο δηλοῖ αὐτῷ τὸ ἀόριστον
副词 μήποτε 与直陈式现在时 δηλοῖ 连用,表示委婉的推测或审慎的断言(“或许……表明了”)。与格 αὐτῷ 为基准与格或观点与格,意为“对他(即亚里士多德)而言”。
