← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§441.18-442.31

无感觉物体不受可感知对象作用的原因

阐释亚里士多德在424b5–424b9中的解答:无感觉能力的物体绝不会受到作为可感知对象本身的形式的作用;雷声、气味或光线所产生的现象,并不是声音、气味或光本身造成的,而是作为其载体的底层物质(如空气或蒸气)所致。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.231

" Εἰ δὲ τὸ ὀσφραντὸν ὀσμή." Ἐντεῦθεν τὴν ἀπορίαν ἐπιλύεται καὶ δείκνυσιν ὅτι οὐδὲν πάσχει τῶν μὴ ἐχόντων αἴσθησιν ὑπὸ τῶν αἰσθητῶν. εἰ γὰρ τὸ ὀσφραντόν, φησίν, οὐδὲν ἄλλο ἐστὶν ἢ ὀσμή, καὶ τὸ γευστὸν οὐδὲν ἄλλο ἢ χυμός (εἴ τι γὰρ γεῦσιν ποιεῖ, χυμός ἐστιν, καὶ εἴ τι ὄσφρησιν, ὀσμή· ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων) ἡ δὲ ὀσμὴ οὐδενὶ ἄλλῳ ἐστὶν ἢ ὀσφρήσει1 (πρὸς αὐτὴν γὰρ καὶ ἔστι καὶ λέγεται, ὁμοίως δὲ καὶ τὸ γευστὸν πρὸς τὴν γεῦσιν καὶ τὸ ὁρατὸν πρὸς ὄψιν, καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως), οὐδὲν ἂν πάθοι ὑπὸ τῶν αἰσθητῶν ποιοτήτων ὡς αἰσθητῶν τῶν μὴ ἐχόντων αἴσθησιν οὐδὲ τῶν ἀδυνάτων, ἀλλ’ ᾗ αἰσθητικὸν ἕκαστον. καὶ αὐτά, φησί, τὰ δυνατὰ παθεῖν ὑπὸ τῶν αἰσθητῶν οὐ κατ’ ἄλλο τι πάσχει ὑπ’ αὐτῶν2 ἢ καθὸ αἰσθητικά ἐστιν, οἷον ὁ ὀφθαλμὸς παθητὸς μέν ἐστι καὶ κατ’ ἄλλον τρόπον, ἀλλ’ ὑπὸ τοῦ ὁρατοῦ οὐκ ἂν ἄλλως πάθοι ἢ καθὸ ὁρατικός ἐστιν. ὥστε εἰ τὸ πάθος τὸ ὑπὸ τῶν αἰσθητῶν ποιοτήτων οὐ κατ’ ἄλλο τι γίνεται ὑπ’ αὐτῶν ἢ καθὸ αἰσθητικά ἐστι τὰ πάσχοντα, ὃ ἄρα μὴ ἔστιν αἰσθητικόν, οὐκ ἂν πείσεται ὑπ’ αὐτῶν. δύναται δὲ ἴσως καὶ οὕτω τὸ ῥητὸν νοηθῆναι, ὅτι οὐδὲ τῶν δυνατῶν παθεῖν τι ὑπὸ τῶν αἰσθητῶν πάθοι ἂν ὑπ’ αὐτῶν κατ’ ἄλλο τι ἢ κατ’ ἐκεῖνο, καθ’ ὅ ἐστιν αἰσθητικόν. οἷον ὁ ὀφθαλμὸς παθητικός ἐστιν ὑπὸ αἰσθητοῦ, ἀλλ’ ὑπὸ τοῦ αἰσθητοῦ οὐκ ἄλλου ἢ καθὸ πέφυκε πάσχειν· οὐ γὰρ ἂν πάθοι ὁ ὀφθαλμὸς ὑπὸ ἀκουστοῦ, ἀλλ’ ὑπὸ ὁρατοῦ μόνον, οὐδὲ ἡ ἀκοὴ ὑπὸ ὀσφραντοῦ ἀλλ’ ὑπὸ ἀκουστοῦ μόνον. πολλῷ οὖν μᾶλλον τὰ μηδὲ ὅλως πεφυκότα πάσχειν ὑπὸ τῶν αἰσθητῶν 〈οὐ〉 πάθοι ἄν τι ὑπ’ αὐτῶν.

“如果可嗅知对象是气味。” 由此他化解了难问,并论证了在没有感觉的事物中没有任何东西受到可感知对象的作用。他说,因为如果可嗅知对象不是别的而正是气味,可尝知对象不是别的而正是滋味(因为如果有什么东西产生味觉,它就是滋味,如果有产生嗅觉的,它就是气味;在其他感觉上也是同样),而气味不是针对任何别的而正是针对嗅觉而存在的(因为气味既是相对于嗅觉而存在并被言说的,同样可尝知对象相对于味觉,可见对象相对于视觉,在其余对象上也是同样),那么在没有感觉的事物中,或在不可能具有感觉的事物中,就没有任何东西会受到作为可感知对象的可感知性质的作用,而只是在每一者具有感觉能力的范围内受到作用。他说,甚至那些能够受到可感知对象作用的事物本身,也并非在任何别的方面,而只是在它们具有感觉能力的范围内受到它们的作用;例如眼睛虽然在另一种方式下也可以受作用,但是受到可见对象的作用,除了在它具有看的能力的范围内之外,不可能以其他方式受到作用。因此,如果由可感知性质所引起的作用状态在它们的作用下,并非在任何别的方面发生,而只是在受作用者具有感觉能力的范围内发生,那么不具有感觉能力的东西,就绝不会受到它们的作用。然而这句原话或许也可以这样来理解:甚至在那些能够受到可感知对象某种作用的事物中,也没有任何东西能以别的方面受到它们的作用,而只能依照它是能感觉的这方面受到作用。例如,眼睛能够受到可感知对象的作用,但除了它天生适合依之受作用者之外,不会因其他可感知对象而[受到作用];因为眼睛不会受到可听知对象的作用,而只会受到可见对象的作用,听觉也不会受到可嗅知对象的作用,而只会受到可听知对象的作用。因此,那些根本就不适合受到可感知对象作用的事物,就更是绝〈不会〉受到它们任何作用了。

§2.232

"Ἅμα δὲ δῆλον καὶ οὕτως· οὔτε γὰρ φῶς καὶ σκότος οὔτε ψόφος οὔτε ὀσμὴ οὐδὲν ποιεῖ τὰ σώματα, ἀλλ’ ἐν οἷς ἐστιν.3" Οὐ μόνον, φησίν, ἐκ τοῦ ἀκολούθου τοῦτο δῆλόν ἐστιν ὅτι οὐδὲν πάσχει ὑπὸ τῶν αἰσθητῶν, καθὸ αἰσθητά, τῶν μὴ ἐχόντων αἴσθησιν (ἡ γὰρ αἴσθησις πρὸς αἰσθητόν, καὶ τὸ αἰσθητὸν πρὸς τὴν αἴσθησιν), ἀλλὰ καὶ ἐξ αὐτῆς τῆς ἐναργείας τοῦτο δῆλόν ἐστιν. οὐδὲν γάρ, φησίν, οὔτε τὸ φῶς καὶ τὸ σκότος, τουτέστι τὸ ὁρατὸν καὶ δι’ οὗ τὰ ὁρατὰ ὁρῶμεν, καθὸ ἔστιν ὁρατά, ποιεῖ εἰς τὸ σῶμα τὸ μὴ ἔχον ὄψιν· οὐ γὰρ ἀντιλαμβάνεται αὐτοῦ ὡς ὁρατοῦ τὸ μὴ ἔχον ὄψιν· ἀλλ’ οὔτε τὸ ἀκουστὸν οὔτε τὸ ὀσφραντὸν ποιεῖ, καθὸ τοιαῦτά ἐστιν, εἰς τὰ μὴ ἀκουστικὰ μηδὲ ὀσφραντικά. εἶτα ἐπειδὴ δοκεῖ τινα σώματα τῶν μὴ αἰσθητικῶν πάσχειν ὑπὸ ψόφων (διίστανται γάρ τινα σώματα ὑπὸ βροντῶν, ξύλα καὶ λίθοι καὶ τὰ τοιαῦτα), πάσχουσι δὲ καὶ ὑπὸ τοῦ πεφωτισμένου ἀέρος θερμαινόμενα ὑπ’ αὐτοῦ, καὶ ὁ ἀὴρ δὲ εὐώδης γίνεται ὑπὸ ὀσμῶν, λέγει πρὸς τοῦτο ὅτι οὐχ ὑπὸ τῆς βροντῆς, ᾗ ἀκουστόν, πάσχει τὰ ῥηγνύμενα ὑπ’ αὐτῆς σώματα, ἀλλ’ ὑπὸ τοῦ ἀέρος τοῦ ψοφοῦντος κινουμένου βιαίως πλησσόμενα διίσταται, καθὸ πλήσσεται, οὐχ ὑπὸ τοῦ ψόφου, ᾗ ψόφος ἐστὶ καὶ ἀκουστός. τοῦτο γὰρ σημαίνει διὰ τοῦ εἰπεῖν ἀλλ’ ἐν οἷς ἐστι, τουτέστιν ὑπὸ τῶν ὑποκειμένων τῷ ψόφῳ (ὑπόκειται δὲ αὐτῷ ὁ ἀήρ) ὑπὸ τούτου πάσχουσι τὰ διιστάμενα ὑπὸ βροντῆς. ὁμοίως ἔχει καὶ ἐπὶ τῶν ἄλλων. θερμαίνονται γὰρ τὰ ἄψυχα ὑπὸ τοῦ πεφωτισμένου ἀέρος οὐχ ᾗ πεφώτισται, οὐδ’ ὑπὸ τοῦ φωτός, ἀλλ’ ὑπ’ αὐτοῦ τοῦ ἀέρος, ᾗ θερμός ἐστι, διακρινόμενα ὑπ’ αὐτοῦ. πάσχουσι δὲ καὶ ὑπὸ τῶν ὀσμῶν καὶ ὁ ἀὴρ καὶ τὰ λοιπά, οὐχ ᾗ ὀσφραντὰ αἱ ὀσμαί, ἀλλὰ κατὰ τὸ ὑποκείμενον αὐταῖς, συνανακιρνάμενα τῇ οὐσίᾳ τῶν ἀτμῶν αὐτῶν, ἐν οἷς αἱ ὀσμαί, ὡς ἐπὶ τοῦ μελικράτου.

“同时,依此方式也是显然的;因为光和黑暗,声音和气味,对物体都不起任何作用,而是它们存在于其中的东西[起作用]。” 他说,不仅根据逻辑推论,在没有感觉的事物中没有任何东西在可感知对象作为可感知对象的范围内受到它们的作用(因为感觉相对于可感知对象,可感知对象相对于感觉),这是显然的,而且从显明的事实本身来看,这也是显然的。因为他说,光和黑暗,也就是可见对象以及我们借以看见可见对象的东西,在它们是可见对象的范围内,对没有视觉的物体不起任何作用;因为没有视觉的东西并不把它作为可见对象来把握;而且可听知对象和可嗅知对象,在它们是诸如此类对象的范围内,对既没有听觉能力也没有嗅觉能力的事物也不起作用。随后,既然在不具有感觉能力的物体中,某些物体似乎会受到声音的作用(因为某些物体,如木头、石头和诸如此类的东西,会被雷声震裂),而且它们也受到被照亮的空气的作用而被它加热,空气也因气味而变得芬香,面对这种情况他说:被雷声震碎的物体并不是在雷声作为可听知对象的范围内受到它的作用,而是被剧烈运动的发声空气所撞击,在它被撞击的范围内被震裂的,而不是被声音在它是声音和可听知对象的范围内震裂的。因为这正是他通过说“而是它们存在于其中的东西”所表明的意思,即被雷声震裂的事物所受到的,乃是由作为声音基底的东西(而空气正是它的底层)的作用。在其他情况中也是同样的道理。因为无生命之物受到被照亮的空气加热,并非是在空气被照亮的范围内,也不是由于光,而是由于空气本身在它是热的范围内,通过被它分离而变热的。空气和其余事物受到气味的作用,也不是在气味是可嗅知对象的范围内,而是依照作为它们底层的基底,与气味存在于其中的那些蒸散物本身的实体混合在一起而受到作用的,就如在蜜水的情形中那样。

语法注3 条
  1. 2.231ἡ δὲ ὀσμὴ οὐδενὶ ἄλλῳ ἐστὶν ἢ ὀσφρήσει

    与格 οὐδενὶ ἄλλῳ 与动词 ἐστίν 结合,表达关系、从属或目的(“并非针对任何别的而存在”)。正如紧随其后的解释(“因为气味既是相对于嗅觉而存在并被言说的”)所示,它表达了气味对于嗅觉能力的关系性(πρός τι)。

  2. 2.231〈οὐ〉 πάθοι ἄν τι ὑπ’ αὐτῶν

    带有编者所补入的否定词 〈οὐ〉 的潜在希求法结构(ἄν + 希求法)。语境要求一个理应成立的更强推论(a fortiori,“更绝不会受到作用”),补入的否定词使由 μηδὲ ὅλως 引出的意义得以完整闭合。

  3. 2.232ἀλλ’ ἐν οἷς ἐστιν

    亚里士多德正文中的省略结构。主动词及介词从句的先行词均被省略,句法上应补充理解为 ἀλλὰ [ταῦτα ποιεῖ] ἐν οἷς ἐστι[ταῦτα](或如评注者所阐明的那样,指“受到它们存在于其中的底层基质的[作用]”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:441.18-442.31