- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:440.4-441.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯讨论了植物虽然拥有植物性灵魂并受可触知性质的作用却不具感觉的原因(缺乏处于适度中的器官以及不带质料接受形式的能力),考察了对“连同质料一起受到作用”一语的两种解释(指接受者自身的质料,还是指可感知对象的质料),并引介了亚里士多德关于缺乏感觉之物是否亦能受其他可感知性质作用的疑难。
" Καὶ διὰ τί ποτε τὰ φυτὰ οὐκ αἰσθάνεται, ἔχοντά τι μόριον ψυχικὸν καὶ πάσχοντα ὑπὸ τῶν ἁπτῶν· καὶ γὰρ ψύχεται καὶ θερμαίνεται." Εἰπὼν ὅτι1 ἐκ τῶν εἰρημένων περί τε τῆς αἰσθήσεως καὶ τῶν αἰσθητηρίων φανερὸν γίνεται τὸ αἴτιον τοῦ τὰς ὑπερβολὰς τῶν αἰσθητῶν φθείρειν τὰ αἰσθητήρια, διότι ἐν μεσότητί ἐστιν, αἱ δὲ μεσότητες ὑπὸ τῶν ὑπερβολῶν φθείρονται, ἐκ τῶν αὐτῶν τούτων φησὶν εἶναι φανερὸν καὶ διὰ τί ποτε τὰ φυτὰ οὐκ αἰσθάνεται, καίτοι τὸ φυτικὸν μόριον τῆς ψυχῆς ἔχοντα (τρέφεται γοῦν καὶ αὔξεται καὶ γεννᾷ ὅμοια ἑαυτοῖς) καὶ ἔτι πάσχοντα ὑπὸ τῶν ἁπτῶν· θερμαίνεται οὖν καὶ ψύχεται. αἴτιον οὖν τούτου τὸ μὴ ἔχειν αὐτὰ μόριον τὸ ἐν μεσότητι ὂν τῶν ἁπτῶν, καὶ ἔτι δύναμιν καὶ ἀρχὴν ἐν τούτῳ δεκτικὴν τῶν εἰδῶν τῶν ἐν τοῖς αἰσθητοῖς ἄνευ τῆς ὕλης· οὐδὲ γὰρ τὸ ὁπωσοῦν ἔμψυχον ἦν τὸ αἰσθανόμενον, ἀλλὰ τὸ ἔχον τὴν τοιαύτην δύναμιν. μεσότητα δὲ λέγει τὰ αἰσθητήρια ἢ διὰ τὸ τῆς μεσότητος τῶν αἰσθητῶν ἀντιλαμβάνεσθαι καὶ βλάπτεσθαι ὑπὸ τῆς ὑπερβολῆς καὶ τῆς ἐνδείας, ἢ μεσότητα διὰ τὸ ἐν μεταιχμίῳ εἶναι τῶν αἰσθητῶν καὶ τῶν αἰσθήσεων. ἀλλὰ πάσχει μετὰ τῆς ὕλης·2 τουτέστιν εἰ καὶ πάσχει ὑπὸ τῶν αἰσθητῶν, οὐχ οὕτω πάσχει ὥσπερ τὰ αἰσθητικὰ κατὰ τὸ εἶδος πάσχοντα καὶ οὐ κατὰ τὴν ὕλην, ἀλλὰ πάσχει μετὰ τῆς ὕλης, τουτέστιν ὑλικῶς καὶ σωματικῶς. ἡ γὰρ ὑποκειμένη αὐτοῖς ὕλη ὑπὸ τῶν αἰσθητῶν πάσχουσα ἐν ἑαυτῇ δέχεται τὰ πάθη τῶν αἰσθητῶν, ὕλη αὐτῶν γινομένη καὶ ὡς ὕλη αὐτὰ δεχομένη εἰς ἑαυτήν, ὡσεὶ καὶ ἄψυχος ἦν. τὸ γὰρ μετὰ τῆς ὕλης σημαντικόν ἐστι τοῦ ὡς ὕλην πάσχειν αὐτά· πάσχει δὲ ὡς ὕλη τὸ εἰδοποιούμενον τῷ πάθει ὃ πάσχει. τινὲς μὲν οὖν οὕτω τὸ πάσχειν μετὰ τῆς ὕλης ἐξεδέξαντο ἀντὶ τοῦ κατὰ τὴν ἰδίαν ὕλην πάσχειν τρεπομένην καὶ μεταβάλλουσαν. τί δέ; τὸ πάσχει μετὰ τῆς ὕλης τῆς τοῦ αἰσθητοῦ ὕλης φησίν, ὅτι αἱ μὲν αἰσθήσεις, ὅπερ ἤδη φθάσαντες εἴπομεν, πάσχουσιν ὑπὸ τῶν εἰδῶν μόνων τῶν αἰσθητῶν, ὄψις μὲν ὑπὸ τοῦ χρώματος, οὐ μέντοι ὑπὸ τοῦ ψιμυθίου ἢ ἐρίου ἢ ὅτι ποτ’ ἂν εἴη τὸ ὑποκείμενον τῷ χρώματι· ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων· τὰ μέντοι ἄψυχα πάσχοντα ὑπὸ τῶν αἰσθητῶν οὐχ ὑπὸ τῶν εἰδῶν αὐτῶν πάσχει μόνον, ἀλλ’ ὑπὸ τοῦ συναμφοτέρου. τῷ γὰρ ἐγκαταμίγνυσθαι τὸ μὲν εἰ τύχοι τῷ ὕδατι, οὕτω γλυκὺ γίνεται· ὁμοίως ὁ ἀτμὸς τῷ ἱματίῳ προσιζάνων εὐῶδες αὐτὸ ποιεῖ. ὡσαύτως δὲ καὶ τὰ χρώματα ποιεῖ εἰς τὰ σώματα, οἷον τὰ βαπτόμενα· ἐμμίγνυται γὰρ μετὰ τῆς ἰδίας ὕλης τοῖς ἱματίοις· ὁμοίως καὶ ὁ ψόφος ῥηγνύων τὸ ξύλον τῇ ὤσει τοῦ ὑποκειμένου ἀέρος τοῦτο ποιεῖ. δοκεῖ δὲ μόνον ἐπὶ θερμοῦ καὶ ψυχροῦ τοῦτο μὴ συμβαίνειν· μόνη γὰρ ἡ θερμότης παρατεθέντος τοῦ πυρὸς ἠλλοίωσε τὰ ὑποκείμενα, οἷον τὸν ἀέρα· καὶ ἐπὶ ψύξεως ὡσαύτως· παρακείμενος γὰρ ὁ κρύσταλλος ψύχει οὐκ ἐμμιχθείσης αὐτοῦ τῆς οὐσίας τῷ ψυχομένῳ, ἀλλὰ ποιότητι μόνον ἀλλοιώσας.3 τοῦτο δὲ διότι αὗται μόναι τῶν ποιοτήτων τὴν ποιητικὴν αἰτίαν ἔχουσι τῆς γενέσεως καὶ τῆς φθορᾶς, φθορὰ δὲ καὶ γένεσις τῇ τροπῇ τῆς ὑποκειμένης οὐσίας γίνεσθαι πέφυκε.
“以及为什么植物具有灵魂的某种部分,并受到可触知对象的作用,却不具有感觉;因为它们确实变冷也变热。” 在指出根据关于感觉与感觉器官所说的那些内容,可感知对象的过度毁灭感觉器官的原因显明出来——因为感觉器官处于适度之中,而适度会被过度所毁灭——之后,他说,根据这些完全相同的事情,为什么植物尽管拥有灵魂的植物性部分(它们无论如何受滋养、生长,并产生与自身相似的后代),并且进一步受到可触知对象的作用(因此变热也变冷),却不具有感觉,其原因也是显而易见的。因此,造成这种情况的原因在于,它们不具有处于可触知对象的适度之中的部分,并且进一步在此部分之中不具有不带质料地接受可感知对象中形式的能力和本原;因为无论以何种方式具有灵魂的东西并非就是能感觉的,而是具有这种能力的东西才是。而他之所以称感觉器官为适度,要么是因为它们把握可感知对象的适度,并受到过度与不足的损害;要么称其为适度,是因为它们处于可感知对象与诸感觉之间的中间状态。“然而它们连同质料一起受到作用。”这就是说,即使它们受到可感知对象的作用,它们也不像具有感觉能力的事物那样依照形式而非依照质料受到作用,而是连同质料一起,也就是质料性地且形体性地受到作用。因为作为它们底层的质料受到可感知对象的作用,便在自身之中接受可感知对象的作用状态,成为它们的质料,并如同它是无生命之物那样作为质料将它们接受入自身之中。因为“连同质料一起”意味着它们作为质料受到作用;而由它所承受的作用状态所赋形的东西,就是作为质料受到作用的。有些人于是这样理解“连同质料一起受到作用”,指依照其自身那发生变转和变化的质料受到作用。但这又如何呢?他所说的“连同质料一起受到作用”,难道不是指可感知对象的质料吗?因为正如我们此前已经说过的,诸感觉仅仅受到可感知对象的形式的作用,视觉受到颜色的作用,却不受铅白或羊毛或任何作为颜色基底层的东西的作用;在其他感觉上也是同样;然而无生命之物受到可感知对象的作用时,并非仅仅受到它们的形式的作用,而是受到两者的结合物的作用。因为若是碰巧有什么东西混入水中,水就以这种方式变甜;同样,附着在斗篷上的蒸气使它芳香。以同样的方式,颜色也对物体产生作用,比如那些被染色的东西;因为它是连同其自身的质料混入斗篷之中的;同样,声音在劈裂木头时,也是通过底层的空气的推动来做到这一点的。但这似乎仅仅在热与冷上并不发生;因为放置在旁的火仅仅是其热量改变了底层的基质,例如空气;在冷却上也是同样;因为放置在旁的冰块在冷却时,并不是它的实体混入被冷却物之中,而是仅仅以性质造成改变而使其变冷。而这是因为这些性质唯独拥有生成与毁灭的动力因,而毁灭与生成依其本性正是通过底层实体的变转而发生的。
"Ἀπορήσειε δ’ ἄν τις, εἰ πάθοι ἄν τι ὑπὸ ὀσμῆς τὸ ἀδύνατον ὀσφρανθῆναι, ἢ ὑπὸ χρώματος τὸ μὴ δυνάμενον ἰδεῖν." Εἰπὼν ὅτι τὰ ἄψυχα καίπερ αἴσθησιν οὐκ ἔχοντα πάσχει ὑπὸ τῶν ἁπτῶν ποιοτήτων, πάσχει δὲ σωματικῶς καὶ ὑλικῶς, ζητεῖ ἐπὶ τούτοις εἰκότως εἰ καὶ ὑπὸ τῶν ἄλλων ποιοτήτων οἷόν τέ τι παθεῖν τὰ αἰσθήσεως ἀμοιροῦντα.
“有人可能会产生疑问:不能闻气味的东西是否会受到气味的某种作用,或者不能看见的东西是否会受到颜色的某种作用。” 在指出了无生命之物虽然没有感觉,却受到可触知的性质的作用,并且是以形体性且质料性的方式受到作用之后,他接着合理地探究:缺乏感觉的事物是否也可能受到其他性质的某种作用。
- 2.229τί δέ; τὸ πάσχει μετὰ τῆς ὕλης τῆς τοῦ αἰσθητοῦ ὕλης φησίν, ὅτι
这是一个疑问过渡结构,用于引出相对于前一种解释(τινὲς μὲν οὖν...)的第二种解释。属格短语 τῆς τοῦ αἰσθητοῦ ὕλης 作为同位语限定 μετὰ τῆς ὕλης 中的“质料”(即“[连同质料一起,也就是]可感知对象的质料”)。随后的 ὅτι 则具有“因为”(相当于 διότι)的因果说明作用,引出其论据。
- 2.229ἀλλὰ πάσχει μετὰ τῆς ὕλης
引用自亚里士多德原文(424b1–2)的语句,句首的 ἀλλά 在原文中作为植物为何没有感觉的转折与解释出现。菲洛波诺斯将其直接嵌入注释文本中,作为引出对该短语的两种不同解释(指接受者植物自身的质料性,还是指作用者即可感知对象的质料)的主题提示。
- 2.229ἀλλὰ ποιότητι μόνον ἀλλοιώσας
阳性单数主格分词 ἀλλοιώσας 与主语 ὁ κρύσταλλος 一致,作及物动词(“造成了改变”),说明主要动词 ψύχει 的方式:冰并非通过混合其实体来降温,而是单纯通过性质使基底发生改变来进行冷却。
