- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:438.24-440.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞注释亚里士多德《论灵魂》424a24–28,阐明感觉能力直接寓居的第一感觉器官是非理性灵魂底层的精气,二者在基底层与数目上为一,但在本质上互异。他进而借助调好音的琴弦这一类比,解释为何过度的可感知对象会毁坏感觉器官:由于感觉器官依其本质处于适度与比例之中,过度剧烈的可感知运动消解了其物理与形式上的对称,从而使附随其上的感觉能力一并遭到毁灭。
" Αἰσθητήριον δὲ πρῶτον ἐν ᾧ ἡ τοιαύτη δύναμις." Εἰπὼν περὶ αἰσθήσεως λέγει καὶ περὶ τοῦ αἰσθητηρίου. πρῶτον δὲ εἶπεν αἰσθητήριον ἐν ᾧ ἡ αἰσθητικὴ δύναμις τὸ ὑποκείμενον τῇ ἀλόγῳ ψυχῇ πνεῦμα·1 ἐν τούτῳ γὰρ πρώτως ἡ αἴσθησις ἔχει τὸ εἶναι. ἐπεὶ αἰσθητήριά γε καὶ ὀφθαλμοὶ καὶ ὦτα καὶ ῥίς, ἀλλ’ οὐ πρῶτα· οὐ γάρ ἐστιν ἐν τούτοις ἡ αἰσθητικὴ ψυχή, ἀλλὰ διὰ τούτων τὸ πάθος ἐπ’ ἐκεῖνο ἀναπέμπεται. ἔστι μὲν οὖν ταὐτόν, τὸ δὲ εἶναι ἕτερον.2 ἡ αἴσθησις, φησί, τουτέστιν ἡ δύναμις ἡ αἰσθητική, καὶ τὸ αἰσθητήριον ἐν ᾧ πρώτῳ ἡ δύναμις αὐτὴ ἵδρυται, ταὐτὰ μέν εἰσι τῷ ἀριθμῷ (οὐ γάρ ἐστιν αὐτὴ καθ’ αὑτὴν ἡ αἴσθησις ἄνευ τοῦ ὑποκειμένου, τουτέστι τοῦ πνεύματος, ὅπερ πρῶτόν ἐστιν αἰσθητήριον), ἓν οὖν ταῦτα τῷ ὑποκειμένῳ, ὡς ἕνα ἄνθρωπόν φαμεν καὶ μίαν ναῦν τὴν ὕλην μετὰ τοῦ οἰκείου εἴδους, τὸ ὅλον σύνθετον ἓν λέγοντες, τῇ μέντοι οὐσίᾳ δύο εἰσίν· ἄλλο γὰρ αἴσθησις καὶ ἄλλο τὸ ὑποκείμενον αὐτῇ· ἡ μὲν γὰρ ἀσώματος καὶ ἀμεγέθης, τὸ δὲ ὑποκείμενον αὐτῇ σῶμα καὶ μέγεθος, καὶ αἰσθητικὸν λέγεται οὐ καθὸ ἔχει μέγεθος, ἀλλὰ καθὸ ἔχει αἴσθησιν.
“而第一感觉器官是这种能力所寓于其中的东西。” 在谈论了感觉之后,他也谈论了感觉器官。他称之为感觉能力寓于其中的“第一感觉器官”的,是非理性灵魂底层的精气;因为感觉首要地是在此之中具有其存在的。因为眼睛、耳朵和鼻子固然也是感觉器官,但并不是第一性的;因为感觉灵魂不在这些器官之中,而是通过它们将承受状态向上送达于那个精气。“因此它们是同一的,但其存在是不同的。”他说,感觉,也就是感觉能力,与该能力首要扎根于其中的感觉器官,在数目上是同一的(因为感觉本身若没有基底层,即作为第一感觉器官的精气,就不能存在);因此,它们在基底层上是一,正如我们将带有固有形式的质料称为一个人和一艘船,把整个复合物称为一那样;然而在实体上它们是二;因为感觉是一回事,作为其基底层的东西是另一回事;因为前者是无形体且无大小的,而作为其基底层的东西则是物体和大小,并且它之所以被称为具有感觉能力的,不是按照它具有大小,而是按照它具有感觉。
"Φανερὸν δ’ ἐκ τούτων καὶ διὰ τί ποτε τῶν αἰσθητῶν αἱ ὑπερβολαὶ φθείρουσι τὰ αἰσθητήρια." Δείξας ὅτι τὰ αἰσθητήρια καθὸ αἰσθητήρια ἐν λόγῳ τινὶ καὶ συμμετρίᾳ εἰσί (καθὸ γὰρ ἔχει τὴν αἰσθητικὴν δύναμιν, λόγον αὐτῶν οὖσαν καὶ εἶδος, κατὰ τοῦτο ἔχει τὸ αἰσθητήριον εἶναι) ἐκ τούτων φησὶ δῆλον εἶναι τὴν αἰτίαν τοῦ τὰς τῶν αἰσθητῶν ὑπερβολὰς φθείρειν τὰ αἰσθητήρια.3 εἰ γὰρ καθὸ αἰσθητήριά εἰσιν, ἐν συμμετρίᾳ τινὶ καὶ μεσότητί εἰσιν, ὡς ἤδη εἶπεν (τοιῶσδε γὰρ κεκραμένον τὸ αἰσθητήριον ἐπιτήδειον γίνεται πρὸς τὴν τῆς αἰσθήσεως ὑποδοχήν), ἔτι δὲ τῶν αἰσθητηρίων κινουμένων ὑπὸ τῶν αἰσθητῶν οὕτω γίνεται τῶν αἰσθητῶν ἡ αἴσθησις, εἰκότως ἄρα καὶ ἡ ἄμετρος κίνησις τῶν αἰσθητηρίων ὑπὸ τῶν αἰσθητῶν φθείρει αὐτῶν τὴν συμμετρίαν· φθαρείσης δὲ τῆς συμμετρίας ἀνεπιτήδεια γίνεται εἰς τὸ στέγειν τὴν αἰσθητικὴν δύναμιν. δύο γὰρ πάθη πάσχει τὸ αἰσθητήριον, ἓν μὲν ὡς ἁπλῶς σῶμα, ἕτερον δὲ ὡς αἰσθητήριον. ὡς μὲν οὖν σῶμα ὑπὸ σώματος πάσχει, ὡς δὲ αἰσθητήριον ὑπὸ τῆς τῶν αἰσθητῶν ἐνεργείας· οἷον τὸ ὄμμα ὡς μὲν αἰσθητήριον πάσχει συγκρινόμενον ἢ διακρινόμενον ὑπὸ τῆς τῶν χρωμάτων ἐνεργείας, ὡς δὲ σῶμα πάσχει ὑπὸ πυρός, εἰ τύχοι, θερμαίνοντος· καὶ ἡ ἀκοὴ ὁμοίως ὡς μὲν αἰσθητήριον πάσχει ὑπὸ τῶν ψόφων, ὡς δὲ σῶμα ὑπὸ τῆς σφοδρᾶς τοῦ ἀέρος κινήσεως. οὐ ταὐτὸν μὲν γὰρ ψόφος καὶ κίνησις ἀέρος, οὐκ ἄνευ μέντοι κινήσεως ἀέρος ὁ ψόφος· ἐν οὖν τοῖς μεγάλοις ψόφοις μεγάλης γινομένης τῆς κινήσεως, τῇ πιλήσει ἡ κίνησις βλάπτει τὸ ἀκουστικὸν αἰσθητήριον ὡς σῶμα. πῶς δὲ ὑπὸ τῆς βιαιοτέρας πληγῆς λύεται ὁ λόγος τῶν αἰσθητηρίων ὑπὸ τῶν αἰσθητῶν, ἔδειξε τῇ παραθέσει τῶν ἡρμοσμένων· καὶ γὰρ ἐπὶ τούτων ἡ ἐν ταῖς χορδαῖς συμφωνία, μεσότης τις καὶ εἶδος οὖσα τῆς τοιαύτης τῶν χορδῶν παραθέσεως, ἐκ τῆς ποιᾶς ἐπιτάσεως καὶ ἀνέσεως λύεται καὶ φθείρεται, εἰ καὶ μὴ αἱ χορδαὶ φθείρονται· ὁμοίως κἂν εἰ σφοδρότερον αἱ χορδαὶ κρούοιντο· αἱ γὰρ ὑπερβολαὶ φθαρτικαὶ τῶν ἐν συμμετρίᾳ τινὶ καὶ μεσότητι τὸ εἶναι ἐχόντων. λόγον δὲ οὐ τὴν ἁρμονίαν τῶν συγκειμένων λέγει· οὕτως γὰρ ἁρμονίαν λέγοι ἂν τὴν ψυχήν, τοῦτο δὲ ἀνεῖλεν ἐν τῷ πρώτῳ λόγῳ· ἀλλὰ λόγον τὸ εἶδος λέγει τὸ ἐπιγινόμενον τῇ τοιαύτῃ συνθέσει τε καὶ συμμετρίᾳ, ἧς λυομένης καὶ τὸ εἶδος φθείρεται ἐξ ἀνάγκης. διαφέροι δ’ ἂν ἡ ἁρμονία τῶν χορδῶν καὶ ἡ αἰσθητικὴ δύναμις ἐν τῇ τῶν αἰσθητηρίων συμμετρίᾳ τῷ τὴν μὲν ἁρμονίαν εἶναι αὐτὴν τὴν συμμετρίαν, ἥτις ὑπὸ τῆς ὑπερβολῆς καὶ ἐπὶ τῆς ἐπιτάσεως τῶν χορδῶν λύεται, τὴν δὲ αἴσθησιν τὴν ἐπὶ τῇ τοιᾷδε συμμετρίᾳ δύναμιν,4 ἥτις καίτοι ἄλλη οὖσα τῆς συμμετρίας φθειρομένης συμφθείρεται· ἐκείνης γὰρ τί ἐστι καὶ ἐν ἐκείνῃ· εἶδος γὰρ ταύτης ἐστί.
“从这些也显明,为什么可感知对象的过度会毁灭感觉器官。” 在指明了感觉器官在其作为感觉器官的意义上处于某种比例和对称之中(因为按照它们具有感觉能力——这是它们的比例与形式——它们正是依此具有作为感觉器官的存在)之后,他说,从这些事情中,可感知对象的过度毁灭感觉器官的原因是显而易见的。因为,如果感觉器官在其作为感觉器官的意义上处于某种对称与适度之中,正如他此前所说(因为感觉器官以如此方式被调配,才变得适宜于接受感觉),并且进一步地,由于感觉器官受到可感知对象的运动,可感知对象的感觉才得以产生,那么合乎情理地,可感知对象对感觉器官造成的无节制的运动便会毁灭它们的对称;而在对称被毁灭之后,它们就变得不适宜于容纳感觉能力。因为感觉器官承受着两种承受状态:一种是单纯作为物体,另一种则是作为感觉器官。因此,作为物体,它受到物体的作用;作为感觉器官,它受到可感知对象的现实活动的作用。例如,眼睛作为感觉器官,由于颜色的现实活动而受到聚缩或分散的作用;作为物体,如果遇上加热的火,则受到它的作用。听觉同样地,作为感觉器官受到声音的作用,作为物体则受到空气剧烈运动的作用。因为声音与空气的运动并不是同一回事,然而声音不能没有空气的运动;因此在巨大的声音中伴随着巨大的运动时,该运动便通过压挤而损伤了作为物体的听觉器官。至于由于更暴烈的击打,感觉器官的比例是如何被可感知对象消解的,他通过调好音的琴弦的例证予以说明;因为在这些琴弦中,弦中的协和音作为弦的这种张设的某种适度和形式,也会因某种过度的拉紧或放松而被消解和毁灭,即使琴弦本身并未被毁;同样地,如果琴弦受到更猛烈的击打也是如此;因为过度对于那些在某种对称与适度中拥有存在的事物是具有毁灭性的。但他所说的比例并不是指组合成分的和谐;因为那样的话他就是把灵魂称为和谐了,而这在第一卷的论述中已被他否定;相反,他所说的比例是指附随于这种组合与对称之上的形式,当这种对称被消解时,形式也必然被毁灭。琴弦的和谐与感觉器官对称之中的感觉能力之间的区别在于:和谐本身就是那个对称,由于过度以及在琴弦的紧绷中被消解;而感觉则是建立在如此对称之上的能力,它尽管有别于对称,却在对称被毁灭时一同被毁灭;因为它是属于那对称的某种东西,并寓于其中;因为它是这种对称的形式。
- 2.227πρῶτον δὲ εἶπεν αἰσθητήριον ἐν ᾧ ἡ αἰσθητικὴ δύναμις τὸ ὑποκείμενον τῇ ἀλόγῳ ψυχῇ πνεῦμα
动词 εἶπεν 的双宾格(述语宾格)结构。直接宾语是置于句末、带冠词的名词短语 τὸ ὑποκείμενον τῇ ἀλόγῳ ψυχῇ πνεῦμα,而述语宾格(即“称之为……”的内容)则是置于句首、无冠词且带有关系从句的 πρῶτον αἰσθητήριον ἐν ᾧ ἡ αἰσθητικὴ δύναμις[ἐστίν]。
- 2.227ἔστι μὲν οὖν ταὐτόν, τὸ δὲ εἶναι ἕτερον
亚里士多德原文(424a25)的直接引用。省略的主语是前文讨论的感觉与感觉器官。带冠词不定词 τὸ εἶναι 用作限定关系或定义的宾格(或作主语),表示“在本质/定义上”,构成在基底中为一而在本质定义上相异的经典对偶句式。
- 2.228ἐκ τούτων φησὶ δῆλον εἶναι τὴν αἰτίαν τοῦ τὰς τῶν αἰσθητῶν ὑπερβολὰς φθείρειν τὰ αἰσθητήρια
嵌套的宾格不定词结构。主句动词 φησί 引出 δῆλον εἶναι τὴν αἰτίαν,而名词 αἰτίαν 由带冠词的属格不定词短语 τοῦ ... φθείρειν τὰ αἰσθητήρια 加以说明;该不定词短语中,τὰς τῶν αἰσθητῶν ὑπερβολάς 是逻辑主语,τὰ αἰσθητήρια 是逻辑宾语。
- 2.228διαφέροι δ’ ἂν ἡ ἁρμονία τῶν χορδῶν καὶ ἡ αἰσθητικὴ δύναμις ἐν τῇ τῶν αἰσθητηρίων συμμετρίᾳ τῷ τὴν μὲν ἁρμονίαν εἶναι αὐτὴν τὴν συμμετρίαν ... τὴν δὲ αἴσθησιν τὴν ἐπὶ τῇ τοιᾷδε συμμετρίᾳ δύναμιν
主句使用带 ἄν 的潜在祈愿语气(διαφέροι δ’ ἄν),区别的基础由表原因/方式的与格带冠词不定词短语 τῷ ... εἶναι ... 表达。在 τῷ 所统辖的从句内部由 μὲν ... δέ 构成对比,在后半句 τὴν δὲ αἴσθησιν ... 中,不定词 εἶναι 被承前省略。
