- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:434.6-435.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德将可触之物规定为“物体作为物体而言的种差”(423b26),斐洛庞努斯援引《论生成与灭亡》的论述,阐明这指的是四种主动与被动的性质(热、冷、干、湿),并回应了关于轻重的质疑。随后他解释了根据感知是一种受作用来论证感觉器官在潜能上等同于感觉对象的过程(423b31)。
" Ἁπτὰ μὲν οὖν εἰσιν αἱ διαφοραὶ τοῦ σώματος, ᾗ σῶμα." Ἀπορήσας περὶ τῆς ἁφῆς ἀναλαμβάνει τὸν λόγον καὶ ζητεῖ τίνα ποτέ ἐστι τὰ ἁπτά, καὶ τούτων τὰ εἴδη ἀπαριθμεῖται, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων ἐποίησε. λέγει δ’ οὖν ὅτι ἁπτά ἐστιν αἱ διαφοραὶ τοῦ σώματος, ᾗ σῶμα, διαφοραὶ δηλονότι αἱ συστατικαί. ἐζήτησε δὲ καὶ ἐν τῷ Περὶ γενέσεως καὶ φθορᾶς (τοῦτο γάρ φησι τὸ περὶ τῶν στοιχείων), τίνες ἂν εἶεν κοινῶς πάντων σωμάτων αἱ συστατικαὶ ποιότητες, καὶ εἶπεν ὅτι οὔτε τὰ χρώματα οὔτε οἱ χυμοὶ οὔτε τῶν τοιούτων οὐδέν, διότι ζητοῦμεν τὰς κοινοτάτας ἀρχάς, αὗται δὲ οὐκ ἐπὶ πάντων διήκουσιν. εἰσὶ γὰρ καὶ ἀχρωμάτιστα σώματα, ὡς ὁ ἀήρ, καὶ ἄχυμα, ὡς αὐτός τε οὗτος καὶ ἕτερα πλείονα, κατὰ δὲ τοὺς ἰατροὺς καὶ τὸ ὕδωρ. κοινόταται δὲ ἀρχαὶ τῶν σωμάτων αἱ ἁπταὶ ποιότητες, διότι πᾶν σῶμα εὐθὺς καὶ ἁπτόν ἐστιν. ἀλλὰ τῶν ἁπτῶν ἀπαριθμησάμενος πλείους ἀντιθέσεις πάσας ἀνήγαγεν ὑπὸ τὴν τοῦ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ, καὶ ἔδειξε ταύτας κοινοτάτας οὔσας τῶν σωμάτων ἀρχάς, καθ’ ἃς καὶ τὰ στοιχεῖα εἰδοποιεῖται. προσέθηκε δὲ καὶ τὸ ᾗ σῶμα εἰκότως. οὐ γὰρ ᾗ σώματά εἰσι τὰ κεχρωσμένα κέχρωσται· εἰ γὰρ τοῦτο, πᾶν σῶμα ἔδει κεχρῶσθαι· νῦν δὲ οὐκ ἔχει οὕτως. ἀλλ’ οὐδὲ τὰ εὐώδη οὐδὲ τὰ ἔγχυμα οὐδὲ τὰ ψοφητικά, ᾗ σώματά ἐστι, τοιαῦτά ἐστιν· εἰ γὰρ ἦν τοῦτο, πᾶν σῶμα εὐθὺς ἔδει καὶ ταύτας τὰς ποιότητας ἔχειν· νῦν δὲ οὐκ ἔστιν. ἡ δὲ τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ, ξηροῦ τε καὶ ὑγροῦ ἀντίθεσις ἐπὶ πάντων τῶν σωμάτων διήκει· πᾶν γὰρ σῶμα εὐθὺς ἢ ξηρὸν ἢ ὑγρόν ἐστιν, ἢ θερμὸν ἢ ψυχρόν. ὥστε καλῶς εἴρηται ταύτας μόνας τῶν ποιοτήτων τὰς ἀντιθέσεις συστατικὰς εἶναι διαφορὰς τῶν σωμάτων. τί οὖν; οὐχὶ καὶ τὸ βαρὺ καὶ τὸ κοῦφον ἐπὶ πάντων διαιρεῖται τῶν σωμάτων; σωμάτων δὲ νῦν τῶν γενητῶν δηλονότι.1 ἀλλὰ λέγω ὅτι μάλιστα μὲν τὸ βαρὺ καὶ τὸ κοῦφον ἁπταί εἰσι ποιότητες καὶ ἀνάγονται ὑπὸ τὰς εἰρημένας, ὡς ἐν τῷ Περὶ γενέσεως ἔδειξεν· ἔπειτα δὲ πᾶν σῶμα ἐν τῇ οἰκείᾳ ὁλότητι ὂν οὔτε βαρύ ἐστιν οὔτε κοῦφον, βαρὺ δὲ ἢ κοῦφον τότε γίνεται, ὅταν ἐκστῇ τῆς οἰκείας ὁλότητος. ἐπεὶ οὖν οὐδέν ἐστιν ἀεὶ ἐν τῷ παρὰ φύσιν, ὅταν τὸ πῦρ παρὰ φύσιν κάτω γένηται, ἐπείγεται τὸν κατὰ φύσιν τόπον καταλαβεῖν, καὶ διὰ τοῦτο κινεῖται ἐπὶ τὸ ἄνω, τὸ δὲ ἐπὶ τὸ ἄνω κινούμενον κοῦφον λέγομεν· ὁμοίως καὶ ἡ βῶλος παρὰ φύσιν ἄνω γενομένη ἐπειγομένη ἐπὶ τὸν ἴδιον τόπον κινεῖται ἐπὶ τὸ κάτω, τὸ δὲ ἐπὶ τὸ κάτω κινούμενον βαρὺ λέγομεν. εἰ δὲ τὰ σώματα ἐν τῷ κατὰ φύσιν ὄντα τόπῳ οὔτε ἐπὶ τὸ ἄνω οὔτε ἐπὶ τὸ κάτω κινεῖται, οὐδὲ βαρέα ἂν εἴη οὐδὲ κοῦφα. ἄλλως τε θερμότης μὲν καὶ ψυχρότης, ξηρότης καὶ ὑγρότης δραστικαὶ καὶ παθητικαί εἰσι διαφοραί, κουφότης δὲ καὶ βαρύτης οὐκέτι· ἐκείνων δὲ δεῖ εἰς τὴν τῶν στοιχείων γένεσίν τε καὶ σύστασιν.
“因此,可触之物就是物体作为物体而言的种差。” 在提出了关于触觉的疑难之后,[亚里士多德]重新拾起这一论题,探讨可触之物究竟是什么,并列举了它们的种类,正如他在其他感觉中所做的那样。无论如何他说,可触之物就是物体作为物体而言的种差,显然是构成性的种差。他在《论生成与灭亡》中(因为他把该书称为论元素的著作)也探讨了普遍属于所有物体的构成性质究竟是什么,并且说它们既不是颜色也不是味道,也不是任何此类之物,因为我们寻求的是最普遍的本原,而这些并不贯通于所有物体。因为也存在没有颜色的物体,例如空气,也存在没有味道的物体,例如空气本身以及更多其他物体,按照医学家们的说法还有水。而物体的最普遍本原是可触性质,因为每个物体直接也就是可触的。但在列举了可触之物的多组对立之后,他把它们全部归结为热与冷、干与湿的对立之下,并表明这些是物体的最普遍本原,元素也是按照它们而成种的。他加上“作为物体而言”也是合情合理的。因为着色的事物之所以着色,并不是由于它们作为物体;因为如果是这样,每个物体就本应着色,但实际情况并非如此。而且,芬芳之物、有味之物以及发声之物,也不是由于它们作为物体才是这样的;因为如果是这样,每个物体就本应直接也拥有这些性质,但实际并不拥有。相反,热与冷、干与湿的对立贯通于所有物体;因为每个物体直接要么是干要么是湿,要么是热要么是冷。因此,说只有这些性质的对立才是物体的构成性种差,是十分恰当的。那么又如何呢?重与轻难道不也是在所有物体中区分的吗?——显而易见,这里是指受生成的物体。但我说,首先,重与轻是可触性质,并且归结在上述性质之下,正如他在《论生成》中所表明的那样;其次,每个物体在它特有的整体中时既不重也不轻,而是在它脱离特有的整体时才变为重的或轻的。因此,既然没有任何事物永远处于违反自然的状态,那么当火违反自然而处于下方时,它急于占据合乎自然的位置,为此向上运动,而向上运动的我们称之为轻;同样,土块违反自然而处于上方时,急于前往特有的位置而向下运动,而向下运动的我们称之为重。但如果处于合乎自然位置的物体既不向上也不向下运动,它们就既不是重的也不是轻的。此外,热与冷、干与湿是主动与被动的种差,而轻与重则不再如此;而元素的生成与构成需要的是前者。
"Τὸ γὰρ αἰσθάνεσθαι πάσχειν τί ἐστιν." Εἰπὼν τὸ ἁπτικὸν δυνάμει ὅπερ τὸ ἁπτόν, τοῦτο αὐτὸ κατασκευάζει. καθόλου γάρ, φησί, τὸ αἰσθάνεσθαι πάσχειν τί ἐστιν, ὡς εἴρηται· ἔκειτο δὲ ἡμῖν ὅτι τὸ πάσχον πῇ μὲν ταὐτόν2 ἐστι τῷ ποιοῦντι, πῇ δ’ οὐ ταὐτόν, δυνάμει μὲν ταὐτόν, ἐνεργείᾳ δ’ οὐ ταὐτόν· πάσχον μὲν γὰρ οὐ ταὐτόν, πεπονθὸς δὲ ταὐτόν. εἰ δὲ πάσχον ὑπὸ τοῦ αἰσθητοῦ γίνεται αὐτῷ ὅμοιον, δυνάμει ἄρα ἦν πρὶν παθεῖν ὅπερ τὸ αἰσθητόν.
“因为感知就是遭受某种作用。” 在指出触觉器官在潜能上就是可触之物之后,[亚里士多德]确立了这一点本身。他说,因为普遍而言,感知就是遭受某种作用,正如已经说过的那样;而且我们曾假定,受作用者在某种意义上与施作用者相同,在另一种意义上并不相同:在潜能上相同,但在现实上并不相同;因为在正受作用时并不相同,但在已经承受作用之后则是相同的。而如果它受到可感知对象的作用而变得与它相似,那么在遭受作用之前,它在潜能上就是可感知对象本身。
- 2.222σωμάτων δὲ νῦν τῶν γενητῶν δηλονότι
这是对前一疑问句中“在所有物体中(ἐπὶ πάντων τῶν σωμάτων)”作出的限定性补充短语。句中省略了谓语动词或主语(如 λέγω 或 ἐστί),明确指涉的对象显然是受生成的(月下界的)物体。
- 2.223πάσχον μὲν γὰρ οὐ ταὐτόν, πεπονθὸς δὲ ταὐτόν
现在分词 πάσχον 与完成时分词 πεπονθός 之间的体貌对立。它表明在“正承受作用的过程中”,受动者与施动者尚不相同;而一旦“已经承受完作用(处于受动完成的状态)”,二者便在性质上变得相同。
