← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§435.17-436.33

作为中道的感觉器官与不可触者

注解亚里士多德424a2–424a10,解释为何感觉器官作为中道感知的是过度而非同等调配之物,阐明触觉器官与其他感觉器官不同、在现实上具有物理性的中道混合,并探讨触觉中“不可触者”的多种含义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.224

" Διὸ τοῦ ὁμοίως θερμοῦ ἢ ψυχροῦ ἢ σκληροῦ ἢ μαλακοῦ οὐκ αἰσθανόμεθα, ἀλλὰ τῶν ὑπερβολῶν." Ἐπεὶ γὰρ τὸ αἰσθητήριον σῶμα, πᾶν δὲ σῶμα ἁπτόν, τὸ δὲ ἁπτικὸν πάσχον ὑπὸ τοῦ ἁπτοῦ γίνεται ὅμοιον αὐτῷ ἐνεργείᾳ, οὐδὲν δὲ ὑπὸ τοῦ ὁμοίου πάσχει (οὐδὲ γὰρ αἰσθάνεταί τι τοῦ ὁμοίως κεκραμένου ἁπτοῦ), ὥστε εἰ τῶν ὁμοίων μὴ ἀντιλαμβάνεται, τῶν ὑπερβολῶν καὶ τῶν ἐνδειῶν εἴη ἂν ἡ ἀντίληψις. ὡς τῆς αἰσθήσεως μεσότητός τινος οὔσης τῆς ἐν τοῖς αἰσθητοῖς ἐναντιώσεως, καὶ διὰ τοῦτο κρίνει τὰ αἰσθητά.1 αἴσθησιν νῦν τὸ αἰσθητήριον λέγει, μεσότητα δ’ εἶπε τὴν αἴσθησιν ἤτοι τὴν ἁφήν (περὶ ταύτης γὰρ νῦν ὁ λόγος) ἢ καὶ πᾶσαν· πᾶσαι γὰρ ἐν μέσῳ εἰσὶ τῆς ἐναντιώσεως ἧς ἐστιν ἑκάστη κριτική, οὕτως δ’ ἐστὶν ἐν μέσῳ, τῷ ἑκατέρου τῶν ἐναντίων δύνασθαι τὸν λόγον δέξασθαι. οὐ γὰρ ἁπλῶς τῷ ἐν μηδετέρῳ τῶν ἐναντίων εἶναι ἐν μέσῳ ἤδη κυρίως (τὸ γὰρ ἄχρουν πῶς ἂν λέγοιτο μέλανος καὶ λευκοῦ μέσον;) ἀλλ’ ὡς εἶπον, καθὸ δύναται ἑκατέρου τῶν ἐναντίων τὸν λόγον δέξασθαι. ὁμοίως δὲ καὶ τὸ ἄψοφον καὶ τὸ ἄοσμον καὶ τὸ ἄχυμον. οὐ γὰρ ὥσπερ ἐπὶ τῆς ἁφῆς ἀνάγκη τὸ αἰσθητήριον κατ’ ἐνέργειαν μέσως κεκρᾶσθαι τῶν ἐναντιώσεων τῶν ἁπτῶν, οὕτω καὶ ἐπὶ τῶν ἄλλων αἰσθητηρίων τῷ ἐν μεσότητι πεποιῶσθαι τῆς ἐναντιώσεως οὕτως αὐτῶν αἰσθητικά εἰσιν·2 οὐ γὰρ τοῖς σώμασι τοῖς φυσικοῖς κατ’ ἐκείνας τὰς ποιότητας τὸ εἶναι, ἀλλὰ κατὰ τὰς ἁπτάς. διὸ ἡ ἁφὴ τῷ ὄντι μεσότης· ἔχει γὰρ μεταξὺ ποιότητά τινα τῶν ἄκρων· τὰ δὲ μὴ ἐν μίξει τῶν ἄκρων ἀλλ’ ἐν ἀπουσίᾳ πῶς ἂν μέσα ἐκείνων εἴη, εἰ μὴ κατὰ τὸν εἰρημένον λόγον, τῷ δύνασθαι τῶν ἐναντίων τὸν λόγον δέξασθαι; γίνεται γὰρ πρὸς ἑκάτερον αὐτῶν θάτερον τῶν ἄκρων. πῶς τὸ μέσον γίνεται τῶν ὑπερβολῶν κριτικὸν ἔδειξε. τὸ γὰρ ἐν μεσότητί τινων ὂν πρὸς ἑκάτερον τῶν ἄκρων θάτερόν πώς ἐστιν· πρὸς μὲν γὰρ τὸ ὑπερβάλλον τὴν οἰκείαν αὐτοῦ θερμότητα ψυχρόν, πρὸς δὲ τὸ τὴν ψυχρότητα ὑπερβάλλον θερμόν. οὕτω δὲ δυνάμει ὅμοιον ἔσται τοῖς ἐναντίοις καὶ οὐκ ἐνεργείᾳ, καὶ πάσχει ὑπ’ αὐτῶν οὐχ ὡς ὑπὸ ὁμοίων, ἀλλ’ ὡς ὑπὸ ἀνομοίων· ὑπὸ μὲν γὰρ τοῦ θερμοτέρου ὡς ψυχρόν, ὑπὸ δὲ τοῦ ψυχροτέρου ὡς θερμόν. τοῦτο δὲ ἰδίως ἄν εἴη περὶ τῆς ἁφῆς εἰρημένον.

“因此,对于同样热或冷、或者硬或软的事物,我们感知不到,而是感知到过度者。” 因为既然感觉器官是物体,而每个物体都是可触的,触觉器官受到可触之物的作用而在现实上变得与它相似,但没有任何事物受到相似者的作用(因为事实上没有任何事物感知调配得同样均等的可触之物),所以如果它不领受相似的事物,那么对于过度和不足就会有领受。“因为感觉是可感知对象中的对立的某种中道,并且为此而辨别可感知对象。”他现在把感觉器官称为“感觉”,而把感觉称为“中道”——要么是指触觉(因为目前的讨论是关于触觉的),要么也是指所有感觉;因为所有的感觉都处于每种感觉所辨别的对立的中间,而且它是以此种方式处于中间的:通过能够接受对立双方各自的比例。因为并不是通过单纯处于对立双方的任何一者之外,就直接在严格意义上处于中间了(因为没有颜色的东西怎么能被称为黑与白之间的中间者呢?),而是如我所说,在于它能够接受对立双方各自的比例。无声的、无气味的以及无味道的事物也是如此。因为并不是像在触觉中感觉器官必须在现实上调配为可触对立的中道那样,在其他感觉器官中也是由于它们在对立的中道中被赋予性质才这样成为它们的感知者;因为对于自然物体而言,存在并不是按照那些性质,而是按照可触性质。因此触觉是真正的中道;因为在两极之间它具有某种性质;但不在两极的混合中而是在其缺席中的事物,若不是按照所说的方式、通过能够接受对立者的比例,又怎么能是它们之间的中间者呢?因为它相对于它们中的每一者,都变成了另一极。他指明了中间者如何成为过度者的辨别者。因为处于某些事物中道之中的东西,相对于两极中的每一者在某种意义上就是另一极;因为相对于超过它本身固有的热之物,它是冷的,而相对于超过冷之物,它是热的。以此方式,它在潜能上与对立者相似,而不是在现实上相似,并且它受到它们的作用不是作为受到相似者的作用,而是作为受到不相似者的作用;因为受到更热者作用时是作为冷者,而受到更冷者作用时是作为热者。而这应当是专门针对触觉而说的。

§2.225

"Ἔτι δ’ ὥσπερ τοῦ ὁρατοῦ καὶ τοῦ ἀοράτου ἦν πως ἡ ὄψις, ὁμοίως δὲ καὶ αἱ λοιπαὶ τῶν ἀντικειμένων, οὕτω καὶ ἡ ἁφὴ τοῦ ἁπτοῦ καὶ τοῦ ἀνάπτου." Ὥσπερ εἶπεν καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεων ὅτι κριτικαί εἰσιν οὐ μόνον τῶν ἰδίων αἰσθητῶν, ἀλλὰ καὶ τῶν στερήσεων, οὕτω καὶ ἐπὶ τῆς ἁφῆς λέγει ὅτι καὶ τὰ ἁπτὰ κρίνει καὶ τὰ ἄναπτα. ἀλλ’ ἐπὶ μὲν ἐκείνων ἦν ἡ κυρίως στέρησις, ὡς ἐπὶ τῆς ὄψεως τὸ σκότος καὶ ἐπὶ τῆς ἀκοῆς ἡ σιγὴ καὶ τῆς ὀσφρήσεως καὶ γεύσεως τὸ ἄοσμόν τε καὶ ἄχυμον· ἐπὶ δὲ τῶν ἁπτῶν οὐδέν ἐστι σῶμα καθάπαξ ἄναπτον, ἐπειδή, ὡς εἴρηται, ὅτι αἱ ἁπταὶ ποιότητες συστατικαί εἰσι τῶν σωμάτων,3 ἀλλ’ ἄναπτά φησιν εἶναι ἢ τὰ φθαρτικὰ δι’ ὑπερβολὴν ἢ τὰ ἠρέμα ἁπτά· τοιαῦτα δ’ ἂν εἴη τὰ μὴ πολὺ ἀφεστηκότα τῶν αἰσθητηρίων κατὰ τὰς ἁπτὰς ποιότητας, ἀλλ’ ἐγγὺς ὅμοια καὶ ταύτῃ ἠρέμα ἁπτὰ ὄντα, τῷ τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου ἀπαθὲς εἶναι. τοιοῦτο δ’ ἐστὶν ὁ ἀήρ· διὸ τῶν ὑπερβολῶν αὐτοῦ αἰσθανόμεθα, λέγω δὴ ὅταν ἄγαν ψυχθῇ ἢ ὅταν ἄγαν θερμανθῇ· ἐκβαίνει γὰρ λοιπὸν τὴν ὁμοιότητα τὴν πρὸς τὰ αἰσθητήρια, καὶ λοιπὸν ὡς ἐναντίον ὑπὸ ἐναντίου πάσχει· ὅτε δὲ ἐν συμμετρίᾳ ἐστί, σχεδὸν οὐδ’ αἰσθανόμεθα τῆς ἐν αὐτῷ ποιότητος. δυνατὸν δὲ κἀνταῦθα ἄναπτον ἢ τὸ μὴ πεφυκὸς ὅλως ἁφῇ ὑποπίπτειν ἐξακούειν, [ἢ] ὡς τὸ χρῶμα ἢ τὸν ψόφον, ἢ τὸ ἀμυδρὸν ἢ τὸ βλαβερόν.

“再者,正如视觉在某种意义上既关乎可见者也关乎不可见者,其余的感觉同样关乎其对立者,触觉也既关乎可触者也关乎不可触者。” 正如他在其他感觉上也说过,它们不仅辨别特有的可感知对象,而且也辨别缺乏,同样在触觉上他也说,它既辨别可触者,也辨别不可触者。但在那些感觉中存在的是严格意义上的缺乏,如视觉中的黑暗,听觉中的寂静,以及嗅觉和味觉中的无气味和无味道;而在可触之物中,没有任何物体是完全不可触的,因为正如已经说过的那样,可触性质是物体的构成性性质;但他所说的不可触之物,要么是因过度而具有毁灭性的,要么是微弱可触的。此类事物应当是在可触性质上与感觉器官相差不大、而是接近相似的,并在这方面是微弱可触的,因为相似者不受到相似者的作用。空气就是这样一种东西;因此我们感知到它的过度,我指的是当它过度受冷或过度受热之时;因为此时它脱离了对感觉器官的相似性,从而作为对立者受到对立者的作用;但当它处于均称中时,我们几乎根本感知不到其中的性质。或者在此处,把“不可触的”理解为根本不具有顺应触觉之本性的事物(如颜色或声音),或者理解为微弱的事物,或者理解为有害的事物,也是可能的。

语法注3 条
  1. 2.224ὡς τῆς αἰσθήσεως μεσότητός τινος οὔσης τῆς ἐν τοῖς αἰσθητοῖς ἐναντιώσεως, καὶ διὰ τοῦτο κρίνει τὰ αἰσθητά.

    引用并发挥亚里士多德原文(424a4–5)之处。连词 ὡς 后接属格绝对结构(τῆς αἰσθήσεως μεσότητος... οὔσης),进而通过连词 καί 与直陈式主动态动词 κρίνει 相连。这种句法上的不规则性是由于注疏者直接照搬了亚里士多德原本的句子结构。

  2. 2.224οὐ γὰρ ὥσπερ ἐπὶ τῆς ἁφῆς ἀνάγκη τὸ αἰσθητήριον κατ’ ἐνέργειαν μέσως κεκρᾶσθαι τῶν ἐναντιώσεων τῶν ἁπτῶν, οὕτω καὶ ἐπὶ τῶν ἄλλων αἰσθητηρίων τῷ ἐν μεσότητι πεποιῶσθαι τῆς ἐναντιώσεως οὕτως αὐτῶν αἰσθητικά εἰσιν

    全句骨架为 οὐ γὰρ ὥσπερ... οὕτω καί...(“因为并不像……那样,……也是如此”)。在后半句中,οὕτω 与副词 οὕτως 重复呼应,前置的表示手段/原因的与格冠词不定词短语 τῷ... πεποιῶσθαι 修饰谓语 αἰσθητικά εἰσιν。

  3. 2.225ἐπειδή, ὡς εἴρηται, ὅτι αἱ ἁπταὶ ποιότητες συστατικαί εἰσι τῶν σωμάτων

    原因连词 ἐπειδή 紧接插入句 ὡς εἴρηται 之后,导致引导陈述/原因从句的 ὅτι 重叠出现。在句法上,ἐπειδή 与 ὅτι 之一属于赘述,二者共同构成一个单一的原因从句(“因为……可触性质是物体的构成性性质”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:435.17-436.33