- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:433.12-434.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在《论灵魂》423b17中将肉和舌比作如空气和水一般的媒介,菲洛波庞重构了亚里士多德证明肉并非感觉器官的第二格三段论,并最终提出肉既是媒介又是感觉器官的调和观点。
" Ὅλως δὲ ἔοικεν ἡ σὰρξ καὶ ἡ γλῶσσα, ὡς ὁ ἀὴρ καὶ τὸ ὕδωρ πρὸς τὴν ὄψιν καὶ τὴν ἀκοὴν καὶ τὴν ὄσφρησιν ἔχουσιν, οὕτως ἔχειν πρὸς τὸ αἰσθητήριον ὥσπερ ἐκείνων ἕκαστον." Ἀπορήσας μήποτε καὶ ἐπὶ τῆς ἁφῆς καὶ ἐπὶ τῆς γεύσεώς ἐστί τι τὸ μεταξὺ1 τῆς τε σαρκὸς καὶ τῶν ἁπτῶν ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεων, ὡς ἐκ τούτου τῆς αὐτῆς ἀναλογίας φυλαττομένης καὶ ἐπὶ τῆς ἁφῆς, ὥστε εἶναι τὴν σάρκα αἰσθητήριον, ἐντεῦθεν δὲ πάλιν εἰς τὸ ἐναντίον ἐπιχειρεῖ ὅτι οὐκ ἔστιν αἰσθητήριον οὔτε ἡ σὰρξ οὔτε ἡ γλῶττα. κατασκευάζει δὲ τοῦτο, ὥσπερ ἤδη εἶπον, ἐκ τῆς ἀναλογίας τῆς πρὸς τὰ ἄλλα αἰσθητήρια. συλλογίζεται δὲ τοῦτο ἐν δευτέρῳ σχήματι οὕτως· ἐπὶ τὰ αἰσθητήρια ἐπιτιθέμενα τὰ αἰσθητὰ οὐ ποιεῖ αἴσθησιν, ἐπὶ δὲ τὴν σάρκα καὶ τὴν γλῶτταν ἐπιτιθέμενα ποιεῖ αἴσθησιν· οὐκ ἄρα ἡ σὰρξ καὶ ἡ γλῶττα αἰσθητήριον. καίτοι ἐπιτιθεμένου τοῦ λευκοῦ σώματος ἐπὶ τὸ ὄμμα ἀνάγκη πάντως εἶναί τι μεταξύ, οἷον ἦν καὶ ἐπὶ τῆς ἁφῆς, ἀλλ’ ὅμως οὐκ ἀντιλαμβάνεται, διότι δεῖ τοσοῦδε μεταξύ. εἰ τοίνυν δεῖ τὴν αὐτὴν ἀναλογίαν ἐπὶ πασῶν τῶν αἰσθήσεων φυλάττειν, ἐπὶ δὲ τῶν ἄλλων ἐπιτιθεμένων τοῖς αἰσθητηρίοις τῶν αἰσθητῶν οὐ γίνεται αὐτῶν ἀντίληψις, ἐπὶ δὲ τὴν σάρκα ἐπιτιθεμένων τῶν ἁπτῶν γίνεται, ἔοικε μὴ εἶναι αἰσθητήριον ἀλλὰ μεταξύ. οὐκοῦν εἰ δεῖ εἶναί τι αἰσθητήριον τῆς τε ἁφῆς καὶ τῆς γεύσεως, ὥσπερ ἐπὶ τῶν ἄλλων ὀφθαλμός, ἀκοή, ὄσφρησις (ἔστι γὰρ τῆς μὲν ἀκουστικῆς δυνάμεως αἰσθητήριον ἡ μῆνιγξ, τῆς δὲ ὀσφραντικῆς ἡ μαστοειδὴς ἀπόφυσις τοῦ ἐγκεφάλου), ἀνάγκη ἄρα ἐντὸς εἶναι τῆς σαρκὸς τὸ γευστικὸν καὶ ἁπτικὸν αἰσθητήριον. τὸ γὰρ πνεῦμα κοινόν ἐστι πασῶν αἰσθητήριον· καὶ γὰρ ἡ κοινὴ αἴσθησις ἐν τούτῳ. μέχρι μὲν οὖν τῶν ἐνταῦθα ἐφ’ ἑκάτερα προῆλθεν ἡ ἐπιχείρησις τῷ Ἀριστοτέλει. ὡς δὲ ἤδη εἶπον, τὴν ὅλην αὐτοῦ διάνοιαν ἐκλεξάμενός τις ἐκ τῶν εἰρημένων ἐρεῖ ὅτι καὶ μεταξὺ καὶ αἰσθητήριον βούλεται εἶναι τὴν σάρκα διὰ τοὺς εἰρημένους λόγους. οὐκ ἀνάγκη δὲ πάντως τὴν αὐτὴν ἀναλογίαν ἐπὶ πασῶν τῶν αἰσθήσεων ἀπαιτεῖν, ἐπεὶ εἰ μεταξὺ ἡ σάρξ, ἔδει τὸ ἀνάλογον φυλάττεσθαι2 ἐπὶ πασῶν τῶν αἰσθήσεων, καὶ ὥσπερ τῶν ἄλλων τὸ μεταξὺ δι’ οὗ ἡ αἴσθησις οὐκ ᾐσθάνετο, οὕτως ἔδει μηδὲ τὴν σάρκα αἰσθάνεσθαι, εἰ διὰ ταύτης μέσης ἡ ἁφὴ γίνεται. οὐκ ἄρα δεῖ τὴν αὐτὴν ἀναλογίαν ἐπὶ πασῶν φυλάττεσθαι.
“总的来说,肉和舌与感觉器官的关系,似乎就像空气和水对视觉、听觉和嗅觉的关系一样,如同它们之中的每一者。” 在提出了在触觉和味觉中肉与可触之物之间是否也正如在其他感觉中一样存在某种媒介这一疑难之后——从而使同样的比例在触觉中也得以保留,其结果是肉成为感觉器官——[亚里士多德]接着又转向相反的方向进行论证,主张肉和舌都不是感觉器官。正如我已经说过的,他是根据与其他感觉器官的类比来确立这一点的。他在第二格中推论如下:放置在感觉器官之上的可感知对象不产生感觉,但放置在肉和舌之上的[可感知对象]产生感觉;因此肉和舌不是感觉器官。虽然当白色物体放置在眼睛上时,无论如何必定存在某种媒介(就像在触觉中那样),但却依然不能被感知,这是因为需要如此分量的媒介。因此,如果在所有感觉中都必须保持同样的比例,而在其他感觉中当可感知对象放置在感觉器官上时并不产生对它们的感知,但当可触之物放置在肉上时却产生感知,那么[肉和舌]似乎不是感觉器官,而是媒介。因此,如果在触觉和味觉中也必须存在某种感觉器官,正如在其他感觉中有眼睛、听觉和嗅觉那样(因为听觉能力的器官是膜,嗅觉能力的器官是脑的乳突),那么味觉和触觉器官就必然在肉的内部。因为精气是所有感觉的共通器官;因为共通感觉就在这之中。到此为止,亚里士多德的论证是朝向相反的双方展开的。但正如我已经说过的,如果有人从所说的话中抽取出他总体的意图,就会说由于上述理由,他是希望肉既是媒介又是感觉器官的。而且也完全没有必要在所有感觉中都要求同样的比例;因为如果肉是媒介,那么在所有感觉中都本应保持这种比例关系,正如在其他感觉中感觉经由其发生的媒介自身并不感知一样,如果触觉是经由肉作为媒介发生的,肉自身也本不应感知。因此,没有必要在所有感觉中都保持同样的比例。
- 2.221Ἀπορήσας μήποτε καὶ ἐπὶ τῆς ἁφῆς καὶ ἐπὶ τῆς γεύσεώς ἐστί τι τὸ μεταξὺ
分词 Ἀπορήσας 与主句动词 ἐπιχειρεῖ 构成时间与逻辑上的先后关系,连接词 μήποτε 引导带有推测性的间接疑问从句(“在提出了……是否也存在某种媒介的疑难之后”)。其后的 ὡς ἐκ τούτου... ὥστε εἶναι... 阐明了这一疑难推导出的暂定结论,与后文由 ἐντεῦθεν δὲ πάλιν 引出的主句相反命题形成对比与骨架。
- 2.221ἐπεὶ εἰ μεταξὺ ἡ σάρξ, ἔδει τὸ ἀνάλογον φυλάττεσθαι
在由 ἐπεί 引出的条件句中,主句使用了非人称未完成过去时直陈式 ἔδει,表达反事实的结果(“假若肉是媒介,那么本应保持这种比例[但实际并未保持]”)。条件从句(εἰ μεταξὺ ἡ σάρξ)中省略了系动词(ἦν)。
