← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§431.29-433.11

触觉器官的受动与基本对立性质的变化

斐洛波诺斯注解423b12,说明不同于远距离感觉,在触觉与味觉中感觉对象是同时作用于媒介与感觉器官的,由此调和了“媒介的存在”与“接触”的定义,并进一步阐明为何唯有冷热干湿这几对基本对立性质会使触觉器官在质料上发生性质变化。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.220

" Ἀλλὰ διαφέρει τὸ ἁπτὸν τῶν ὁρατῶν καὶ ψοφητικῶν, καὶ τὰ ἑξῆς." Εἰπὼν ὅτι κοινὸν ἐπὶ πασῶν τῶν αἰσθήσεων τὸ διά τινος μεταξὺ γίνεσθαι τὴν ἀντίληψιν, λέγει νῦν πῇ διαφέρει γεῦσίς τε καὶ ἁφὴ τῶν λοιπῶν. αἱ μὲν γὰρ ἄλλαι, φησίν, αἰσθήσεις οὐχ ὑπ’ αὐτῶν πρώτως πάσχουσι τῶν αἰσθητῶν, ἀλλὰ τοῦ μεταξὺ πρώτως πάσχοντος ὑπὸ τῶν αἰσθητῶν οὕτω τὸ αἰσθητήριον ὑπὸ τοῦ μεταξὺ πάσχει· καὶ γὰρ τὰ χρώματα κινητικὰ ἐλέγοντο εἶναι τοῦ κατ’ ἐνέργειαν διαφανοῦς καὶ ὁ ψόφος κινητικὸς τοῦ διηχοῦς, ὁμοίως καὶ αἱ ὀσμαὶ τοῦ διόσμου· ἐπὶ δὲ τῆς ἁφῆς καὶ τῆς γεύσεως οὐ τοῦ μεταξὺ πάσχοντος ὑπὸ τῶν αἰσθητῶν πρώτως οὕτω διαδίδοται εἰς ἡμᾶς διὰ τοῦ μεταξὺ τὸ πάθος αὐτοῦ ποιοῦντος εἰς ἡμᾶς, ἀλλ’ ἅμα σὺν τῷ μεταξὺ πάσχομεν ὑπὸ τοῦ αἰσθητοῦ·1 τὰ γὰρ ἁπτὰ ἅμα καὶ τὸ μεταξὺ καὶ τὸ αἰσθητήριον διατίθησιν. ἐναργεῖ δὲ κέχρηται εἰς πίστιν τούτου παραδείγματι· ὁ γὰρ ὑπὸ δόρατος ἢ λίθου ἢ τινος τοιούτου δι’ ἀσπίδος πληγεὶς ἅμα τῇ ἀσπίδι καὶ αὐτὸς ὑπὸ τοῦ δόρατος ἢ τοῦ λίθου τέτρωται, ἀλλ’ οὐχ ὑπὸ μὲν τῆς ἀσπίδος αὐτός, ἡ δὲ ἀσπὶς ὑπὸ τοῦ δόρατος, ἀλλὰ μετὰ ταύτης καὶ αὐτός· τούτου γὰρ τὸ ἅμα δηλωτικόν. ὥσπερ γὰρ τὸ ὑγρὸν τὸν χυμὸν δεξάμενον αὐτὸ αἰσθητὸν γίνεται τῷ δέξασθαι τὸν χυμὸν ἐν ἑαυτῷ, διὸ οὐ δι’ αὐτοῦ αἰσθανόμεθα τοῦ χυμοῦ, ἀλλὰ σὺν αὐτῷ πάσχομεν ὑπὸ τοῦ χυμοῦ, οὕτως καὶ τῶν ἁπτῶν ἡ διὰ τῶν μεταξὺ αἴσθησις γίνεται αὐτῶν πασχόντων ὁμοίως τῷ αἰσθητηρίῳ. οὐχ οὕτως δὲ καὶ ἡ ὄψις ἀντιλαμβάνεται τῶν χρωμάτων, τῷ χρώννυσθαι τὸν ἀέρα, ἀλλὰ διὰ τούτου μέσου. ἀλλὰ διαφέρει τὸ ἁπτὸν τῶν ὁρατῶν καὶ ψοφητικῶν, καὶ τὰ ἑξῆς. ἐπειδὴ ἐδείκνυεν ὁ λόγος ὁ τὴν σάρκα αἰσθητήριον εἶναι βουλόμενος, ἐλεγχόμενος δὲ τῷ μὴ σώζεσθαι ἐπὶ τῆς ἁφῆς τὴν ὁμοιότητα τὴν πρὸς τὰς ἄλλας αἰσθήσεις, ὅτι ἔστι καὶ ἐπὶ τῆς ἁφῆς τὸ μεταξύ, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων, καὶ οὐκ ἀμέσως ἡ σὰρξ τοῖς ἁπτοῖς προσπελάζει, τούτῳ δὲ πάλιν ἀντέπιπτε τῷ λόγῳ τὸ μὴ σώζεσθαι μηκέτι τῆς ἁφῆς ἰδιότητα καὶ σημασίαν (οὐ γὰρ ἅπτονται ἀλλήλων τὰ διά τινος μεταξὺ ὄντος διειργόμενα· ταύτῃ γοῦν καὶ ἁφὴ κέκληται, τῷ τὰς μὲν ἄλλας μὴ ἀμέσως ὑπὸ τῶν αἰσθητῶν πάσχειν, ἀλλὰ ὑπὸ μὲν τῶν αἰσθητῶν τὸ μεταξύ, ὑπὸ δὲ τούτου τὰς αἰσθήσεις, τὴν δὲ ἁφὴν ὑπ’ αὐτῶν τῶν ἁπτῶν ἀμέσως πάσχειν) τοῦτο οὖν τὸ ἀντιπῖπτον ὥσπερ ἐπιλυόμενος ταῦτα ἐπήγαγεν,2 ὅτι εἰ καὶ ἔστι τὸ μεταξὺ καὶ ἐπὶ τῆς ἁφῆς, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων, ἀλλ’ οὖν οὐκ ἀπόλλυται διὰ τοῦτο τὰ τῆς αἰσθήσεως τῆς ἁπτικῆς ἴδια. πάσχει γὰρ ἡ αἴσθησις οὐχ ὑπὸ τοῦ μεταξύ, ὥσπερ αἱ ἄλλαι, ἀλλ’ ὑπ’ αὐτῶν τῶν αἰσθητῶν σὺν τῷ μεταξύ· ὥστε καὶ ἡ ὁμοιότης ἡ πρὸς τὰ ἄλλα αἰσθητὰ σώζεται καὶ ἐπὶ τῆς ἁφῆς, τὸ εἶναι καὶ ἐπὶ ταύτης τὸ μεταξύ, καὶ τὸ ἴδιον τῆς ἁφῆς οὐκ ἀπόλλυται. αὐτὸ γὰρ τὸ μεταξὺ ποιοῦται καὶ ὕλη γίνεται τοῦ θερμοῦ ἢ ψυχροῦ ἢ ὑγροῦ ἢ ξηροῦ, καὶ σὺν αὐτῷ τὸ αἰσθητήριον, ὅπερ ἐπὶ τῶν ἄλλων οὐκ ἐγίνετο· μόνον γὰρ τὰς ἐνεργείας τῶν αἰσθητῶν ἐδέχοντο αἱ αἰσθήσεις. ἰστέον δὲ ὅτι οὐδὲ τὸ ἁπτικὸν αἰσθητήριον ὑπὸ πάσης αἰσθήσεως ποιοῦται· οὐδὲ γὰρ ὅταν ἀντιλαμβάνηται βαρέος καὶ κούφου, γλίσχρου καὶ κραύρου, τραχέος καὶ λείου, τοιαύτη γίνεται ἡ σάρξ, ἀλλὰ μόνον γνωστικῶς τὰ εἴδη αὐτῶν δέχεται. ἐπειδὴ δέ, ὡς πολλάκις εἴρηται, πᾶν σῶμα ἐκ τῆς συγκράσεως τοῦ ὑγροῦ καὶ ξηροῦ, θερμοῦ τε καὶ ψυχροῦ συνέστηκε, διὰ τοῦτο καὶ ὁπηνίκα πάσχει ὑπὸ τούτων, ὡς μὲν αἴσθησις ἀντιλαμβάνεται αὐτῶν καὶ γινώσκει αὐτά, ὡς μέντοι φυσικὸν σῶμα πάσχει ὑλικῶς ὑπ’ αὐτῶν. καὶ ἐντεῦθεν δὲ ἔστι συλλογίσασθαι ὅτι αὗται μόναι δύο ἀντιθέσεις εἰσίν, ἐξ ὧν συνέστηκε πᾶν σῶμα φυσικόν, ὅτι μόναι ποιοῦσι τὰ πάσχοντα ὑπ’ αὐτῶν αἰσθητήρια καὶ οὐσιωδῶς ἐν αὐτοῖς ἐγγίνονται, βαρύτης δὲ καὶ κουφότης, καίτοι παντὶ σώματι παρακολουθοῦσαι (πᾶν γὰρ γενητὸν σῶμα ἢ βαρύ ἐστι ἢ κοῦφον), ὅμως ὁπηνίκα δρῶσιν εἰς τὴν ἁφήν, οὐ μεταβάλλουσι τὴν σάρκα εἰς τὴν ἑαυτῶν ἰδιότητα ὥσπερ θερμότης καὶ ὑγρότης καὶ ψύξις καὶ ξηρότης.

“然而,可触之物不同于可见之物和发声之物,等等。” 在说明了感知经由某种媒介发生是所有感觉的共通之点后,[亚里士多德]现在说明味觉和触觉在何种方面不同于其余的感觉。他说,因为其他感觉并非首要地受到可感知对象本身的作用,而是由于媒介首要地受到可感知对象的作用,感觉器官才如此受到媒介的作用;因为颜色曾被说成是能够驱动现实上的透明体,声音能够驱动传声体,气味同样能够驱动传味体。但在触觉和味觉的情形中,并不是媒介首先受到可感知对象的作用,由此其受动通过媒介传递给我们,媒介自身作用于我们;相反,我们是在媒介受动的同时与媒介一起受到可感知对象的作用;因为可触之物同时使媒介和感觉器官处于某种状态。他使用了一个清晰的例证来确证这一点:因为透过盾牌被矛、石头或类似之物击中的人,是与盾牌同时被矛或石头击伤的,而不是他本身受盾牌所伤,而盾牌受矛所伤,而是他与盾牌一道受伤;因为“同时”一词表明的正是这一点。因为正如湿润之物接纳了滋味后,由于在其自身中接纳了滋味而自身变成了可感知对象——因此我们并不是经由它感知滋味,而是与它一起受到滋味的作用——同样,透过媒介对可触之物的感知也是由于媒介本身与感觉器官遭受类似的作用而发生的。然而视觉感知颜色却不是这样通过空气着色而发生的,而是经由空气作为媒介发生的。“然而,可触之物不同于可见之物和发声之物,等等。”既然主张肉是感觉器官的论辩——由于因触觉中未保持与其他感觉的相似性而遭到反驳——表明了在触觉中正如在其他感觉中一样存在着媒介,并且肉并没有直接接近可触之物;但针对这一论辩,又反过来遇到了这样的异议,即触觉的固有效能和名称含义不再得以保留(因为被中间存在的某种媒介所隔开的事物并不相互接触;触觉之所以被称为“触”,正是因为其他感觉不是直接受到可感知对象的作用,而是媒介受到可感知对象的作用,感觉器官受到媒介的作用,而触觉则是直接受到可触之物本身的作用);因此,他就像在解决这一异议似地引出了这些话,指出即使在触觉中与其他感觉一样存在媒介,触觉的固有特征也决不会因此而丧失。因为这一感觉并不像其他感觉那样受到媒介的作用,而是与媒介一起受到可感知对象本身的作用;从而既在触觉中保持了与其他感觉对象的相似性(即触觉中也存在媒介),触觉的特有性质也没有丧失。因为媒介本身被改变了性质,并成为了热或冷或湿或干的质料,感觉器官也与它一起发生这种变化,这在其他感觉中是不曾发生的;因为其他感觉仅仅接纳了可感知对象的活动。但应当知道,触觉器官并不是被每一种感觉都改变性质;因为当它感知重与轻、粘与脆、粗糙与光滑时,肉并不变成那种性质,而只是以认识的方式接纳它们的形式。但是,正如屡次谈到的那样,既然每一个物体都是由湿与干、热与冷的混合而构成的,正是由于这个原因,当它受到这些性质的作用时,作为感觉它感知并认识它们,但作为自然物体它在质料上受到它们的作用。由此我们也可以推断出,构成每一个自然物体的仅仅是这两对对立物,因为唯有它们能够使受到它们作用的感觉器官改变性质,并实体性地在它们之中产生;而轻与重虽然伴随着每一个物体(因为凡生成的物体要么是重的,要么是轻的),然而当它们对触觉起作用时,并不像热、湿、冷、干那样使肉转变成它们自身的特殊性质。

语法注2 条
  1. 2.220ἐπὶ δὲ τῆς ἁφῆς καὶ τῆς γεύσεως οὐ τοῦ μεταξὺ πάσχοντος ὑπὸ τῶν αἰσθητῶν πρώτως οὕτω διαδίδοται εἰς ἡμᾶς διὰ τοῦ μεταξὺ τὸ πάθος αὐτοῦ ποιοῦντος εἰς ἡμᾶς, ἀλλ’ ἅμα σὺν τῷ μεταξὺ πάσχομεν ὑπὸ τοῦ αἰσθητοῦ

    该句由 οὐ... ἀλλ'...(不是……而是……)对立结构构成。前半句否定部分由属格绝对结构(τοῦ μεταξὺ πάσχοντος)引导,主谓结构为 διαδίδοται τὸ πάθος;分词短语 αὐτοῦ ποιοῦντος εἰς ἡμᾶς 亦为属格绝对构式,其逻辑主语为 τοῦ μεταξὺ,意为“媒介自身对我们施加作用”。后半句肯定部分则以 πάσχομεν 为主要动词,并由副词性短语 ἅμα σὺν τῷ μεταξὺ(与媒介一起同时)修饰。

  2. 2.220ἐπειδὴ ἐδείκνυεν ὁ λόγος ὁ τὴν σάρκα αἰσθητήριον εἶναι βουλόμενος, ἐλεγχόμενος δὲ τῷ μὴ σώζεσθαι ἐπὶ τῆς ἁφῆς τὴν ὁμοιότητα τὴν πρὸς τὰς ἄλλας αἰσθήσεις, ὅτι ἔστι καὶ ἐπὶ τῆς ἁφῆς τὸ μεταξύ... τούτῳ δὲ πάλιν ἀντέπιπτε τῷ λόγῳ τὸ μὴ σώζεσθαι μηκέτι τῆς ἁφῆς ἰδιότητα καὶ σημασίαν... τοῦτο οὖν τὸ ἀντιπῖπτον ὥσπερ ἐπιλυόμενος ταῦτα ἐπήγαγεν

    长句骨架整理:由 ἐπειδὴ 引出的原因从属句包含主语 ὁ λόγος(由分词 ὁ... βουλόμενος 与被动分词 ἐλεγχόμενος 修饰)与谓语动词 ἐδείκνυεν(其宾语为 ὅτι 引导的从句 ὅτι ἔστι...)。随后由 τούτῳ δὲ πάλιν ἀντέπιπτε...(其主语为冠词加不定式结构 τὸ μὴ σώζεσθαι...)引入反向的反驳。整个长句的真正主句最终收束于 τοῦτο οὖν τὸ ἀντιπῖπτον ὥσπερ ἐπιλυόμενος ταῦτα ἐπήγαγεν(“为了化解这一抵触,他引入了这些话”,主语为亚里士多德,动词为 ἐπήγαγεν)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:431.29-433.11