- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:431.1-431.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
约安·斐罗庞努斯对亚里士多德《论灵魂》423b1进行注解,顺应论证结构解释了触觉也同其他感觉一样通过媒介进行感知,而作为媒介的空气仅仅是因为其微薄而逃过了感觉的察觉。
" Πότερον οὖν πάντων ὁμοίως ἐστὶν ἡ αἴσθησις ἢ ἄλλων ἄλλως;" Δείξας ὅτι οὔτε ἐν ὕδατι οὔτε ἐν ἀέρι ἅπτονται ἀλλήλων τὰ ἐν τούτοις ἅπτεσθαι δοκοῦντα, διὰ τὸ εἶναι μεταξὺ τούτων ἢ ἀέρα ἢ ὕδωρ, ὥσπερ λήμματι τούτῳ χρώμενος μέτεισιν ἐπὶ τὸ προκείμενον. τοῦτο δ’ ἦν τὸ δεῖξαι ὅτι καὶ ἐπὶ τῆς ἁφῆς σώζεται ἡ αὐτὴ ἀναλογία ταῖς ἄλλαις αἰσθήσεσι, λέγω δὴ τὸ διὰ τοῦ μεταξὺ καὶ ἐπὶ τῆς ἁφῆς γίνεσθαι τὴν ἀντίληψιν. ταύτῃ γὰρ ἐδόκουν δεικνύναι μὴ οὖσαν τὴν σάρκα αἰσθητήριον,1 διὰ τὸ μὴ σώζεσθαι τὴν αὐτὴν ἀναλογίαν, ἥτις ἦν καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεων. οὐκ ἔστιν οὖν, φησί, διάφορος ἡ τῶν αἰσθητηρίων ἀντίληψις, ὥσπερ νῦν δοκεῖ. δοκεῖ γὰρ γεῦσις μὲν καὶ ἁφὴ αὐτῶν τῶν αἰσθητηρίων ἁπτομένων τῶν αἰσθητῶν οὕτως αὐτῶν ἀντιλαμβάνεσθαι, αἱ δὲ λοιπαὶ οὐχ οὕτως, πόρρωθεν δὲ ὄντων ἀλλήλων τῶν τε αἰσθητῶν καὶ τῶν αἰσθητηρίων, οὕτω διὰ τοῦ μεταξὺ ἀντιλαμβάνεσθαι. τοῦτο οὖν, φησίν, οὐκ ἔστιν ἀληθές, ἀλλὰ καὶ ἐπὶ τῆς ἁφῆς ἐστί τι μεταξὺ ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων. ἀλλ’ ἐπὶ μὲν ἀκοῆς καὶ ὄψεως καὶ ὀσφρήσεως πολὺ τὸ μεταξὺ (διὸ ἐπίδηλόν ἐστι καὶ οὐ λανθάνει), ἐπὶ δὲ γεύσεως καὶ ἁφῆς ὀλίγον, διὸ καὶ λανθάνει. εἰ γὰρ οὕτως ἔχει τὰ ἐν τῷ ἀέρι ἁπτόμενα ὥσπερ καὶ τὰ ἐν τῷ ὕδατι, ἐκεῖνα δὲ ὑγρῶν ὄντων τῶν ἄκρων οὕτως ἅπτεται, καὶ τὰ ἐν τῷ ἀέρι ἄρα οὐκ ἀμέσως ἅπτεται ἀλλήλων. ἀλλ’ ἐπεὶ ὀλίγος ὁ ἐναπολαμβανόμενος μεταξὺ ἀήρ, εἰκότως λανθάνει καὶ οὐδὲ εἶναι δοκεῖ. καὶ οὐ θαυμαστόν γε, εἰ λανθάνει, ὁπότε κἂν εἰ ὑμὴν ἡμῖν περιετέτατο ἁπτομένοις, ἐδόξαμεν ἂν ἀμέσως ἅπτεσθαι,2 λανθάνοντος ἐκείνου τῇ σμικρότητι καὶ οὐκ ὄντος ἐνδήλου ὅτι διείργει δι’ ἑαυτοῦ μέσου τὰ ἁπτόμενα. οὕτως οὖν καὶ νῦν λανθάνει ἡμᾶς διὰ τὴν σμικρότητα διείργων ὁ ἀὴρ καὶ μὴ ἐῶν ἀμέσως ἅπτεσθαι τῶν ἁπτῶν. ἀλλ’ εἰ καὶ λανθάνει τὴν αἴσθησιν, ἀλλ’ ὁ λόγος ἐλέγχει ἐκ τοῦ συμβαίνοντος ἐπὶ τῶν ἐν ὕδατι ἁπτομένων καὶ βεβρεγμένην ἐχόντων τὴν σάρκα.
“那么,对于所有的[对象],感觉都是同样发生的,还是对于不同的对象以不同的方式发生?” 在指出了无论在水中还是在空气中,在它们之中看似相互接触的物体实际上并未相互接触——因为它们之间存在着空气或水——之后,[亚里士多德]以此为前提,转向了当下的课题。这个课题就是要表明,对于触觉而言,与其他感觉之间也保持着同样的比例关系,我的意思是,在触觉的情形中,感知同样是通过媒介发生的。因为正是由于这一点,人们似乎试图表明肉不是感觉器官,理由是没有保持在其他感觉中所具有的相同比例。因此他说,感觉器官的感知并不像现在所认为的那样有所不同。因为人们认为,味觉和触觉是通过感觉器官本身接触可感知对象从而如此感知它们的,而其余的感觉则并非如此,而是在可感知对象与感觉器官相距甚远时,通过这种方式经由媒介来感知的。因此他说,这并不是真实的,而是在触觉的情形中也存在着某种媒介,正如同在其他感觉中一样。但是,在听觉、视觉和嗅觉中媒介是大量的(因此它是显而易见的,不会被忽略),而在味觉和触觉中[媒介]是微量的,因此它也会被忽略。因为如果在空气中接触的物体的情况与在水中的物体相同,而水中的物体是因为其边缘潮湿而如此接触的,那么在空气中的物体显然也不是直接相互接触的。然而,由于被隔在中间的空气是微量的,理所当然会被忽略,甚至看似根本不存在。如果它被忽略,这确实不足为奇,因为即使在我们接触时周身包裹着一层膜,由于那层膜的微薄而被忽略,并且它通过作为中间物隔开接触之物这一点并不明显,我们也会认为我们是直接接触的。因此,现在空气也正是由于微薄而隔开它们且不被我们察觉,从而不让我们直接接触可触之物。但是,即使它逃过了感觉的察觉,理知也能根据在水中接触并浸湿了肉的事物所发生的情况来证明这一点。
- 2.219ταύτῃ γὰρ ἐδόκουν δεικνύναι μὴ οὖσαν τὴν σάρκα αἰσθητήριον
ἐδόκουν 为第三人称复数未完成过去时,以先前的论者或给出论据者为主语(“他们似乎试图表明……”)。ταύτῃ 为阴性与格单数指示代词,作副词性用法,意为“在这方面”或“由此”。
- 2.219ὁπότε κἂν εἰ ὑμὴν ἡμῖν περιετέτατο ἁπτομένοις, ἐδόξαμεν ἂν ἀμέσως ἅπτεσθαι
ὁπότε 引导比较或说明情况的从句(“正如同……时”)。κἂν εἰ (=καὶ ἂν εἰ)后接过去完成时被动态直陈语气 περιετέτατο 构成与过去事实相反的条件从句,主句为 ἐδόξαμεν ἂν(不定过去时直陈语气+ἄν)构成的结论句。ἁπτομένοις 为现在分词,与与格代词 ἡμῖν 一致。
