← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§429.35-430.38

介质的排除与物体间直接接触的论证

菲洛波诺斯通过湿手推物以及容器注水时空气退出的例子,论证了相触物体之间并不必然存留空气或水等介质,从而证明了实体之间能够产生真正的直接接触。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.218#3

ὅτι δ’ οὐκ ἀνάγκη τὰ ἐν τῷ ἀέρι ἁπτόμενα μεταξύ τι ἔχειν ἀέρος, μάθοις ἂν καὶ ἐντεῦθεν· τὰ γὰρ μαλακὰ τῶν σωμάτων, οἷον σὰρξ ἤ τι τοιοῦτον, εἴ τις βιαιότερον τῷ δακτύλῳ ὤσει, εἴκει ὡς ἐκστῆναι τῆς οἰκείας θέσεως· καὶ τί λέγω τὰ μαλακά; ἐνδέχεται βεβρεγμένας ἔχοντα τὰς χεῖρας ὠθεῖν λίθον ἤ τι τοιοῦτον. εἰ γοῦν μὴ ἀμέσως θιγγάνουσα ἡ χεὶρ οὕτως ὠθεῖ, ἀλλὰ διὰ τοῦ μεταξὺ σώματος, λέγω δὴ τοῦ ὑγροῦ, συμβήσεται οὕτως δι’ αὐτοῦ ὠθεῖν ὥσπερ διὰ τῆς βακτηρίας τὴν θύραν. πῶς οὖν οὐκ ἄτοπον στερεὸν σῶμα ὑπὸ ῥυτοῦ καὶ παντὶ εἴκοντος λέγειν ὠθεῖσθαι; ἴσως τις ἐρεῖ ὅτι οὕτως ὠθεῖ διὰ μέσης τῆς ὑγρότητος τῆς ἐν τῇ χειρί, ὥσπερ κἂν εἰ ὑμένα τις περιτείνας τῇ χειρὶ ἢ ἱμάτιον οὕτως ὤσει. καὶ τί λέγω; αὐτὴ ἡ σὰρξ μαλακή ἐστιν, ἀλλ’ ὅμως διὰ τὸ μὴ αὐτὴν καθ’ αὑτὴν ὠθεῖν, ἀλλὰ μετὰ τῶν ὀστῶν διὰ μέσης αὐτῆς ὠθούντων, καὶ τὰ σκληρότατα ὠθεῖν δύναται. λέγω οὖν πρὸς ταῦτα ὅτι ἡ μὲν σὰρξ συνεχής τε οὖσα ἑαυτῇ καὶ οὐ σκεδαστή, ἔτι δὲ καὶ συμπεφυκυῖα τοῖς ὀστοῖς οὐ διαρρεῖ οὐδὲ διαπίπτει ἐν τῇ ὤσει, εἰ καὶ φαίνεται τῷ ὄντι καὶ αὐτὴ εἴκουσα παρ’ ἑκάτερα (διὸ κἂν εἰ πολλῇ βίᾳ τις χρήσαιτο, ῥαγείη, οὐ μήν γε ὁμοίως, τῷ καὶ αὐτὸς μὴ σκεδαστὸς εἶναι καὶ τῷ περιτετάσθαι καὶ οἷον συμφῦναι τὰ αὐτὰ τῇ σαρκὶ ὑπομένειν)·1 τὸ δὲ ὕδωρ καὶ ὁ ἀὴρ σκεδαστά ἐστι καὶ εὔθρυπτα καὶ ἐπὶ τῇ τυχούσῃ βίᾳ ὑποχωρεῖ καὶ ἀντιπεριίσταται τοῖς ὠθοῦσι. μάθοις δ’ ἂν κἀντεῦθεν· ὁ κενὸς ἀμφορεὺς δῆλον δήπου ὡς ἀέρος ἐστὶ πλήρης· ὅταν οὖν τοῦτον ὕδατος πληρώσω, πᾶς ὁ ἀὴρ ὑπεξίσταται, ὡς μηδὲ τὸ βραχύτατον αὐτοῦ καταλειφθῆναι. ἀμέλει γοῦν εἴ τι λειφθείη, διὰ τὸ μὴ πεφυκέναι ὑφίστασθαι τῷ ὕδατι πομφόλυγας ποιεῖ ἐν τῷ ὕδατι καὶ ταύτας ῥήξας προσχωρεῖ τῇ οἰκείᾳ ὁλότητι. εἰ τοίνυν τῷ οὕτως μαλακῷ καὶ ῥυτῷ ὕδατι καὶ σχεδὸν ὁμοίῳ οὐ πέφυκεν ὑφίστασθαι οὐδὲ τὴν πίλησιν αὐτοῦ ὑπομένειν, πόσῳ μᾶλλον στερεῶν τινων καὶ ἀντιτύπων σωμάτων ἀντιβαινόντων ἀλλήλοις μεταξὺ ἀπολειφθῆναι 〈οὐ〉 δυνήσεται ὁ μηδὲ κώνωπος ὁρμὴν ὑπομένων, ἀλλ’ ἅπαξ πᾶσιν ὑποχωρῶν;2 ὥστε ἀδύνατον μεταξὺ τῶν ἁπτομένων ἀπολειφθῆναι ὕδατός τι ἢ ἀέρος, εἰ μή τινες εἶεν μεταξὺ χῶραι ἀφανεῖς ἢ φανεραί, καθ’ ἃς οὐκ ἐφαρμόζουσιν ἀλλήλοις τὰ ἁπτόμενα· οὐδὲ γὰρ οὕτως εἰσὶ τῶν σωμάτων διαπεπλασμέναι αἱ ἐπιφάνειαι, ὡς ἀκριβῶς ὅλαι ὅλαις ἐφαρμόζειν. ὥστε ἐν τοῖς διαλείμμασιν ἡ ὑγρότης ἐναπομένει, ἥτις μετὰ τὸ διαστῆναι ἀλλήλων τὰ ἁπτόμενα χεομένη πάλιν πληροῖ τὴν ἐπιφάνειαν, καὶ μάλιστα εἰ μαλακὰ εἴη τὰ ἁπτόμενα καὶ ὠθοῦντα, ἢ ἄμφω ἢ θάτερον. πιλουμένης γὰρ τῆς σαρκός, ἣ μᾶλλον πιλεῖσθαι δύναται, ἐν ταῖς κοιλότησι συρρεῖ ἡ ὑγρότης· ἐπειδὰν οὖν διαστῇ ἁπτόμενα, ἐπανέρχεται ἡ σὰρξ εἰς τὴν οἰκείαν θέσιν, καὶ οὕτως ἐν ἑνὶ ἐπιπέδῳ γενομένη ἡ ὑγρότης περιχεῖται καὶ εἰς τὰ λοιπὰ μόρια.

在空气中相触之物其中间不必有某种空气,你也可以从以下几点中得知:因为在物体中柔软之物,例如肉身或诸如此类的事物,若有人用手指较用力地推它,它便退让以至于离开其本来的位置。而且我何必说柔软之物呢?一个人手浸湿时也可能去推石头或诸如此类之物。至少,如果手并非直接触碰而如此推动,而是通过中间的物体,我指的是流体,那么得出的结论就是通过它来推动,正如通过拐杖推门一样。那么,说实体物体被流动的、对一切事物都退让的东西所推动,怎能不是荒谬的呢?也许有人会说,它是通过手上中间的湿气如此推动的,正如有人在手上裹上一层薄膜或一件斗篷而如此推击一样。而且我何必这样说呢?肉身本身是柔软的,但由于它并非单独依靠自身推动,而是与骨骼穿过其中间一同推动,它甚至能够推动最坚硬之物。因此针对这些观点我说:肉身由于自身连续且不易散失,加之与骨骼天然长在一起,在推击时既不流失也不崩溃,即使实际上它自身也看似向两边退让(因此若有人施加巨大的强力,它可能会破裂,但[薄膜或斗篷]并非同样如此,因为其自身也不易散失,并且由于包裹在周围且仿佛天然长在一起,而承受着与肉身相同的事情);然而水和空气是易散失且脆弱的,遇任何偶然之力都会退避,并向推挤者四周回避环移。你也可以从以下之点得知:空的双耳瓶显然充满着空气;因此,当我将其装满水时,所有的空气都会退让,以至于连极微小的一点也不留存。至少如果残留了什么,由于它在本性上不能留于水下,便会在水中形成气泡,使它们破裂之后汇归其固有的整体。既然对于如此柔软、流动且近乎同类的水,它在本性上既无法留于其下,亦不能承受其挤压,那么在彼此抵抗的某些实体且反弹的物体之间,那甚至承受不住蚊虫冲撞、而是一概向所有事物退让的[空气],岂非更不可能留存于其间吗?因此,相触之物中间不可能留存任何水或空气,除非在它们中间存在某些不可见或可见的空隙,相触之物依此并未彼此密合;因为物体的表面并非被塑造成能够整体与整体精确贴合的。因此,湿气残留在间隔之中,当相触之物彼此分开之后,它再次流散并充满表面,尤其是如果相触且推挤之物是柔软的,无论双方皆然抑或仅有一方如此。因为当更容易被挤压的肉身受到挤压时,湿气便汇聚于空洞之中;因此,一旦相触之物分开,肉身便恢复到其本来的位置,于是处于同一平面上的湿气便向其余部分流散开去。

语法注2 条
  1. 2.218τῷ καὶ αὐτὸς μὴ σκεδαστὸς εἶναι καὶ τῷ περιτετάσθαι καὶ οἷον συμφῦναι τὰ αὐτὰ τῇ σαρκὶ ὑπομένειν

    τῷ ... εἶναι 和 τῷ περιτετάσθαι 是表示原因的带冠词与格不定式,修饰或解释 ὑπομένειν 所表达的承受状态。上下文中的 αὐτός 指反驳者所提出的薄膜(或作为比喻的斗篷),说明它由于自身不易散失且包裹周围仿佛天然长在一起,因而能承受与肉身相同的作用。

  2. 2.218πόσῳ μᾶλλον στερεῶν τινων καὶ ἀντιτύπων σωμάτων ἀντιβαινόντων ἀλλήλοις μεταξὺ ἀπολειφθῆναι 〈οὐ〉 δυνήσεται ὁ μηδὲ κώνωπος ὁρμὴν ὑπομένων, ἀλλ’ ἅπαξ πᾶσιν ὑποχωρῶν;

    由 πόσῳ μᾶλλον 引出的强烈的修辞反问句。带有校订者补充的否定词 〈οὐ〉,表示“更何况……岂能留存(断然不能)”的结论。分词短语 ὁ μηδὲ κώνωπος ὁρμὴν ὑπομένων(连蚊虫冲撞都不能承受者)作为主语指代空气,而 στερεῶν... ἀντιβαινόντων 是属格绝对结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:429.35-430.38