← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§42.14-43.24

作为论证本原的定义与避免循环论证

针对亚里士多德“一切论证的本原就是‘是什么’”(402b25)之论断,菲洛波诺斯探讨了定义如何作为学问证明的本原,并通过区分四种探求课题,消解了在从附属性质把握定义与从定义论证附属性质之间表面上的循环论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.26

" Πάσης γὰρ ἀποδείξεως ἀρχὴ τὸ τί ἐστι." Τοῦτο δηλῶν ὅτι εἰ καὶ ἐκ τῆς ἐναργείας ἔχομέν τινα γνῶσιν τῶν συμβεβηκότων ταῖς οὐσίαις, ἀλλὰ ταύτην τὴν γνῶσιν ἔχομεν ἐξ αἰσθήσεως καὶ οὐκ ἀποδεικτικήν· ἐὰν δὲ τὸν ὁρισμὸν γνῶμεν, τότε ἐπιστημονικῶς δυνάμεθα τὴν γνῶσιν αὐτῶν ἑλεῖν ἀρχαῖς κεχρημένοι τοῖς ὁρισμοῖς. ἤτοι δὲ οὐ πρὸς πάντα ἁπλῶς τὰ συμβεβηκότα ταῖς οὐσίαις ἐκληπτέον τοῦτο (συμβεβηκότα δέ, ὡς ἤδη εἶπον, τὰ πρώτως καὶ καθ’ αὑτὸ ὑπάρχοντα), ἵνα μὴ δόξῃ διάλληλος εἶναι ἡ δεῖξις, εἴ γε διὰ τῶν συμβεβηκότων τὸν ὁρισμὸν καὶ διὰ τούτου ἐκεῖνα πάλιν γνωρίζομεν· ἀλλὰ ἄλλα μὲν δι’ ὧν τοὺς ὁρισμοὺς γινώσκομεν, ὅσων τὴν γνῶσιν ἔχομεν ἐκ τῆς αἰσθήσεως, οἷον τὸ ἅμα τῷ παρεῖναι ζωὴν ἐπιφέρειν τοῖς σώμασι (τοῦτο γὰρ ἴδιον ψυχῆς), τὸ αἴτιον εἶναι τροφῆς, αὐξήσεως, γεννήσεως, τὸ αἴτιον εἶναι τοῖς ζῴοις τῆς εἰς τὰ πλάγια κινήσεως· ταῦτα γὰρ γνώριμα τῇ αἰσθήσει· ἄλλα δὲ ἅτινα ἐκ τῶν ὁρισμῶν συλλογιζόμεθα ἄδηλα ὄντα, οἷον τὸ ἀθάνατον εἶναι τὴν λογικὴν ψυχήν· ἐπειδὴ γὰρ εὕρομεν ἐν τῷ ὁρισμῷ αὐτῆς ὅτι1 οὐσία ἐστὶν αὐτοκίνητος, ἐκ τοῦ αὐτοκινήτου τὸ ἀθάνατον συνελογισάμεθα. ὁ μὲν γὰρ ὁρισμὸς ἐκ τῶν καθ’ αὑτὸ ὑπαρχόντων τοῖς πράγμασι λαμβάνεται, οὐ μέντοι πάντα περιλαμβάνει τὰ καθ’ αὑτὸ ὑπάρχοντα, ἀλλ’ ὅσα ἱκανά εἰσι διακρῖναι οὐσιωδῶς τῶν ἄλλων τὴν ὑποκειμένην φύσιν. ἢ οὖν οὕτως ἐκληπτέον τὸ πάσης γὰρ ἀποδείξεως ἀρχὴ τὸ τί ἐστιν, ἢ ὅπερ εἶπον καὶ μᾶλλόν ἐστιν ἀληθὲς2 καὶ Ἀλεξάνδρῳ δοκεῖ, πάντων καθάπαξ τῶν καθ’ αὑτὸ ὑπαρχόντων τοῖς πράγμασιν ἀρχὴν εἶναι τὸν ὁρισμόν φησί. πῶς γὰρ ἐγχωρεῖ ἀποδεικτικῶς εἰδέναι τίνα ἐστὶ τὰ ὑπάρχοντα κατ’ οὐσίαν τῷ πράγματι τὸν μὴ τὴν οὐσίαν αὐτοῦ ἐγνωκότα;3 λαβεῖν μὲν γὰρ ἐξ αἰσθήσεως ἔστι τινὰ τῶν ὑπαρχόντων τοῖς πράγμασιν, ἐξ ὧν καὶ ἀφορμὰς πρὸς τὸν ὁρισμὸν εὑρίσκομεν· ἐπιστημονικὴν δὲ γνῶσιν ἀδύνατον λαβεῖν περὶ αὐτῶν τὸν τὴν οὐσίαν τοῦ πράγματος ἀγνοοῦντα· τοῦτο δέ ἔστιν ὁ ὁρισμός. μία γὰρ ὡς ἀληθῶς ἀρχὴ τῷ μέλλοντι καλῶς βουλεύεσθαι· εἰδέναι δεῖ περὶ ὅτου ἂν ᾖ ἡ βουλή, ἢ τοῦ παντὸς διαμαρτάνειν ἀνάγκη.4 ὅτι μὲν γὰρ ὑπάρχει τῇ ψυχῇ τὸ φαντάζεσθαι, αἰσθάνεσθαι, διανοεῖσθαι καὶ τὰ τοιαῦτα ἴσμεν ἐκ τῆς αἰσθήσεως· τίς ποτε δέ ἐστιν ἡ τούτων φύσις, καὶ πότερον τὰ αὐτὰ ἀλλήλοις ἢ ἕτερα, καὶ ὅσα περὶ τούτων ζητεῖται οὐκ ἴσμεν, ἀλλὰ τότε ἐπιστημονικὴν περὶ αὐτῶν γνῶσιν λαμβάνομεν, ὅταν τὴν οὐσίαν γνῶμεν τῆς ψυχῆς. διάλληλος δὲ ἡ δεῖξις οὐκ ἔστιν. τῶν γὰρ προβλημάτων ἐπὶ παντὸς τεσσάρων ὄντων, τοῦ εἰ ἔστι καὶ τί ἐστι καὶ ὁποῖόν τί ἐστι καὶ διὰ τί ἐστι, τὸ μὲν ὅτι ἐστὶ τάδε τὰ συμβεβηκότα λαμβάνομεν ἐκ τῆς ἐναργείας καὶ τὸ τί ἐστι τοῦ ὁρισμοῦ ἐξ αὐτῶν τεκμαιρόμεθα· ἐκ δὲ τοῦ ὁρισμοῦ οὐχ ὅτι ἐστὶ τὰ συμβεβηκότα γινώσκομεν, ἀλλὰ τὸ τί ἐστι καὶ ὁποῖον καὶ διὰ τί. ὥστε διὰ μὲν τοῦ ὅτι ἐστὶ τῶν συμβεβηκότων τὸ τί ἐστι τοῦ ὁρισμοῦ γινώσκομεν, διὰ δὲ τοῦ τί ἐστι τοῦ ὁρισμοῦ τὰ λοιπὰ προβλήματα τῶν συμβεβηκότων· ὥστε οὐ κατὰ τὸ αὐτό ἐστιν ἡ διάλληλος δεῖξις. τοῦτο δὲ οὐδὲν ἄτοπον, δι’ ἀλλήλων τινὰ δεῖξαι μὴ κατὰ τὸ αὐτό, ἀλλὰ κατὰ ἄλλο καὶ ἄλλο. καὶ ὅτι ταύτης ἐστὶ τῆς ἐννοίας ὁ Ἀριστοτέλης δηλοῖ τὰ ἑπόμενα.

“因为一切论证的本原就是‘是什么’。” [他]通过这话表明,即使我们从直观明证性中对属于实体的诸附属性质有某种认识,但我们拥有这种知识是来自感觉而非论证性的;而如果我们知道了定义,那时我们就能把定义作为本原,科学地获得关于它们的知识。或者,这话绝不应针对属于实体的所有附属性质完全一概而论(正如我已说过的,附属性质是指第一义地且依自身属于的性质),以免证明显得是互为循环的——如果确实我们通过附属性质认识定义,又通过定义反过来认识那些附属性质的话;相反,一部分性质是我们借以认识定义的,即凡是我们从感觉中获得知识的那些性质,例如其一出现便为身体带来生命(这乃是灵魂特有的),作为滋养、生长、生殖的原因,以及作为动物横向运动的原因;因为这些对感觉而言是熟知的;而另一部分则是我们从定义中推论出来的、本身不明显的性质,例如理性灵魂是不朽的;因为既然我们在它的定义中发现了它是自起运动的实体,我们就从自起运动推论出了不朽。因为定义虽是从依自身属于事物的性质中获取的,却并不包罗所有依自身属于的性质,而只包罗足以在实体上把底层本性与其他事物区分开来的那些性质。因此,要么应当这样来理解“因为一切论证的本原就是‘是什么’”,要么正如我所说且更属真理、也是亚历山大所认为的那样,他是说定义是一切无条件依自身属于事物的性质的本原。因为一个不曾认识事物的实体的人,怎么可能论证性地知道依实体属于事物的究竟是什么呢?因为固然可以从感觉中获取某些属于事物的性质,由此我们也能找到通向定义的契机;但一个对事物的实体一无所知的人,却不可能获得关于它们的科学知识;而这[实体]就是定义。“因为对于将要很好地进行审议的人而言,确实只有一个本原:必须知道审议是针对什么,否则必然在一切事情上犯错。”因为表象、感觉、思维以及诸如此类的活动属于灵魂,这是我们从感觉中知道的;但它们的本性究竟是什么,彼此是同一的还是相异的,以及关于它们所探求的其余问题,我们却并不知道,唯有当我们认识了灵魂的实体时,我们才获得关于它们的科学知识。而这种证明并不是互为循环的。因为在任何事物上的探求课题都有四个——“是否存在”、“是什么”、“具有何种性质”以及“为什么”,我们从直观明证性中获取这些附属性质“存在”,并从中推断出定义的“是什么”;但从定义中我们所认识的并不是附属性质“存在”,而是它们“是什么”、“具有何种性质”以及“为什么”。因此,通过附属性质的“存在”我们认识了定义的“是什么”,而通过定义的“是什么”我们认识了附属性质的其余探求课题;所以这互为证明并非就同一方面而言。就不同方面而非就同一方面通过彼此来证明某些事物,这毫无荒谬之处。而亚里士多德持有这种见解,随后的文字便表明了这一点。

语法注4 条
  1. 1.26τοῦτο δηλῶν ὅτι

    该分词既可依附于前一分块末尾的主动词 ἐπήγαγε(“他接着说道”),表示引出该题元的目的与意图;亦可在新句子之首作为省略句中的谓语成分理解(“[他]借此表明……”)。全译文均采用后者以保持句式连贯,并在方括号中补出所隐含的主语。

  2. 1.26ἤτοι δὲ οὐ πρὸς πάντα ἁπλῶς τὰ συμβεβηκότα ταῖς οὐσίαις ἐκληπτέον τοῦτο ... ἢ οὖν οὕτως ἐκληπτέον ... ἢ ὅπερ εἶπον καὶ μᾶλλόν ἐστιν ἀληθὲς

    这里由 ἤτοι... ἢ 的呼应构成了两种不同解释路径的长篇对立骨架。首先提出第一种方案,即“绝不应针对实体的所有附属性质一概而论”(区分感性所知的附属性质与由推论而得的附属性质,以避免循环证明);随后用 ἢ οὖν οὕτως ἐκληπτέον... ἢ ὅπερ εἶπον... 再次承接,引出更为赞同的亚历山大之解(定义确实是一切附属性质的本原,而通过区分四种探求课题来化解循环)。

  3. 1.26πῶς γὰρ ἐγχωρεῖ ἀποδεικτικῶς εἰδέναι τίνα ἐστὶ τὰ ὑπάρχοντα κατ’ οὐσίαν τῷ πράγματι τὸν μὴ τὴν οὐσίαν αὐτοῦ ἐγνωκότα;

    无人称动词 ἐγχωρεῖ(“可能”)支配不定式 εἰδέναι,其逻辑主语由宾格带冠词分词短语 τὸν μὴ τὴν οὐσίαν αὐτοῦ ἐγνωκότα(“未曾认识它的实体的人”)担任;间接疑问从句 τίνα ἐστὶ τὰ ὑπάρχοντα... 则作 εἰδέναι 的直接宾语。

  4. 1.26μία γὰρ ὡς ἀληθῶς ἀρχὴ τῷ μέλλοντι καλῶς βουλεύεσθαι· εἰδέναι δεῖ περὶ ὅτου ἂν ᾖ ἡ βουλή, ἢ τοῦ παντὸς διαμαρτάνειν ἀνάγκη.

    引自柏拉图《斐德罗篇》(237b-c)。前分句省略了系动词 ἐστί,与格 τῷ μέλλοντι 表示关涉;冒号之后的无人称从句 εἰδέναι δεῖ... 充当 ἀρχή 的同位语以阐明其实质内容,连词 ἢ 则引出假言后果(“否则必定……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:42.14-43.24