- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:428.32-429.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯论证道,浸湿的肉身在相触后仍保持湿润仅是由于其柔软的孔隙,而在光滑的实体之间流体会被完全挤出从而实现直接接触,并且假定所有触觉接触都有媒介物会导致无穷后退,且违背《物理学》第五卷关于接触的定义。
ἀλλ’ εἰ καὶ λανθάνει ἡμᾶς, ἀλλ’ οὖν ὁ λόγος1 ἐλέγχει ἐκ τοῦ συμβαίνοντος ἐπὶ τῶν βεβρεγμένην ἐχόντων τὴν σάρκα καὶ οὕτως ἁπτομένων· ὁρᾶται γὰρ μετὰ τὸν χωρισμὸν ἔτι ὑγρὰ οὖσα ἡ σάρξ. καὶ εἰ παχυμερέστερον ὂν τὸ ὕδωρ ὅμως διὰ τὴν ὑγρότητα οὐκ ἐκθλίβεται, ἀλλ’ ἐνιζάνει τῇ σαρκί, πολλῷ μᾶλλον τὸν ἀέρα λεπτομερέστερον ὄντα ἀδύνατον καθάπαξ ἐκθλιβῆναι ὑπὸ τῶν ἁπτομένων. τί οὖν; εἰ ταῦτα οὕτως ἔχει καὶ ἀληθὴς οὗτος ὁ λόγος, συμβήσεται μηδὲν μηδενὸς τῶν στερεῶν σωμάτων ἅπτεσθαι, εἴ γε πάντα τὰ ἁπτόμενα ἀλλήλων ἢ ἐν ἀέρι ἅπτεται ἢ ἐν ὕδατι. συμβαίνει οὖν τὰ στερεὰ σώματα μόνων ἅπτεσθαι τῶν ὑγρῶν, στερεὸν δὲ στερεοῦ μηδέποτε ἅπτεσθαι. ἔστι δὲ πρὸς ταῦτα εἰπεῖν ὅτι ὅταν βρέξαντες τὸν δάκτυλον ἢ ἄλλο τι τοῦ σώματος μόριον ἁψώμεθα ἑτέρου τινὸς στερεοῦ, μανὴ οὖσα καὶ μαλακὴ ἡ σὰρξ διαδέχεται ἐν τῇ πιλήσει εἰς τοὺς ἐνυπάρχοντας πόρους ἤτοι τὰ ἐν αὐτῇ κοιλώματα τὸ ὑγρόν, καὶ εἰς ἑαυτὴν δὲ διὰ τὴν μανότητα, καὶ οὕτω μετὰ τὸ χωρισθῆναι συμβαίνει πάλιν φαίνεσθαι τὴν ὑγρότητα. συμβαίνει οὖν ἀκριβῶς ὅλην ἅπτεσθαι τὴν σάρκα, ἀλλ’ ἐκείνοις τοῖς κοιλώμασιν ἐν οἷς συνερρύη τὸ ὑγρὸν μὴ ἅψασθαι ἑτέρου τινός· μετὰ γοῦν τὸ διαστῆναι χεῖται πάλιν τὸ ἐν ἐκείνοις ὑγρὸν καὶ πληροῖ τὴν ἐπιφάνειαν· συμβαίνει δὲ καὶ ἐν ἀδήλοις πόροις ὠθούμενον τὸ ὑγρὸν γενέσθαι, ὅπερ πάλιν μετὰ τὴν βίαν χεῖται περὶ τὴν ἐπιφάνειαν, ἐπεί τοί γε, ἐὰν σκληρὰ πάνυ καὶ λεῖα σώματα λάβοις, οἷον ὑέλινα ἢ χαλκᾶ στιλβωθέντα ἀκριβῶς ἢ σιδήρεα καὶ οὕτως ἐσχηματισμένα, ὥστε ἐπιτιθεμένων ἀλλήλοις ἐφαρμόζειν ἀκριβῶς τὰς ἐπιφανείας,2 ὡς μηδὲ τὴν τυχοῦσαν καταλιμπάνειν μεταξὺ κενὴν χώραν, εἶτα βρέξας ταῦτα ἐπιθήσεις ἀλλήλοις καὶ πιλήσεις, ὡς ἅψασθαι αὐτὰ ἀκριβῶς, εἶτα διαστήσεις, οὐκ ἂν οἶμαι εὕροις οὐδὲ τὴν τυχοῦσαν ἐν αὐτοῖς ὑγρότητα· οὐδὲ γὰρ πέφυκε τὸ ὕδωρ τοῖς στερεοῖς ἀντιβαίνειν σώμασιν. εὔλογον οὖν πιλουμένων ἐκείνων τοῦ ὕδατος μὴ πεφυκότος ἀντιβαίνειν στερεοῖς σώμασιν μήτε δὲ χώρας μηδεμιᾶς μεταξὺ οὔσης, μήτε φανερᾶς μήτε ἀδήλου, ἐν ᾗ δεῖ χωρῆσαι τὸ ὕδωρ, ἐκθλίβεσθαι αὐτὸ καὶ ἐκχωρεῖν, καὶ πολλῷ μᾶλλον τὸν ἀέρα, εὐκίνητόν τε ὄντα καὶ ἥκιστα ἀντιβατικὸν καὶ παντὶ σώματι ὑποχωρεῖν πεφυκότα. ἄλλως τε οὐδὲ ἀνάγκη πάντως τὰ ἁπτόμενα διά τινος ἅπτεσθαι μεταξύ. εἰ γὰρ ἀνάγκη τὰ ἁπτόμενα διά τινος μέσου ἅπτεσθαι ἀλλήλων, ἐπ’ ἄπειρον ἀνάγκη τοῦτο συμβαίνειν. εἰ γὰρ καὶ ὁ ἀὴρ καὶ τὸ ὕδωρ ἁπτά (αἰσθανόμεθα γοῦν αὐτῶν ψυχρῶν ἢ θερμῶν ὄντων), ὁπηνίκα ἁπτόμεθα τοῦ ὕδατος, πότερόν ἐστί τι μεταξὺ ἡμῶν τε καὶ τοῦ ἀέρος ἢ τοῦ ὕδατος, ἢ οὐκ ἔστιν; εἰ μὲν οὖν μὴ ἔστιν * * * πάλιν περὶ ἐκείνου ὁ αὐτὸς λόγος, εἴτε ἔστι τι μεταξὺ αὐτοῦ τε καὶ ἡμῶν εἴτε μή, καὶ τοῦτο ἐπ’ ἄπειρον. οὐκ ἄρα ἀνάγκη τὰ ἁπτόμενα διά τινος μέσου ἅπτεσθαι ἀλλήλων. ὅλως δὲ τὰ κυρίως ἁπτόμενα ἀνάγκη μὴ ἔχειν τι μεταξύ, ἐπεὶ οὐδ’ ἂν ἅπτεσθαι λέγοιντο ἀλλήλων, εἴ γε ἅπτεσθαι ταῦτα λέγεται, ὡς αὐτὸς ἐν τῷ Ε τῆς Φυσικῆς ὡρίσατο, ὧν ἅμα τὰ ἔσχατα, ἅμα δὲ οὐκ ἔστιν ὧν ἐστί τι μεταξὺ τὸ διεῖργον.3
然而,即使这未被我们察觉,论证仍然从肉身浸湿并以此种方式触碰的人身上所发生的事情出发来进行反驳;因为在分开之后,肉身仍被看到是湿润的。并且,如果水虽然由较粗大的微粒构成,却由于其湿气而没有被挤压出来,反而渗入肉身中,那么由更微细微粒构成的空气,就更不可能被相触之物完全挤压出来了。那么如何呢?如果这些事情是这样,并且这一论据是真实的,那么既然所有彼此触碰之物要么在空气中相触,要么在水中相触,就将得出任何实体物体都不能触碰任何实体物体的结论。由此得出,实体物体只触碰流体,而实体绝不触碰实体。但针对这些观点可以说:当我们浸湿手指或身体的某一其他部分而触碰某一其他实体时,肉身由于是疏松而柔软的,因而在挤压时将湿气容纳到其固有的孔隙即其内部的空洞中,并且由于其疏松性也容纳到自身之中,于是在分开之后,湿气便再次显现出来。因此得出的结论是:严格而言整个肉身都在触碰,但在湿气汇聚的那些空洞处,它并没有触碰其他任何东西;至少在分离之后,那些空洞中的湿气再次散开并充满表面。并且也会发生这样的情况:湿气被推入不可见的孔隙之中,而在强力消除之后再次散布于表面周围。因为,如果你取来极其坚硬且光滑的物体,例如经过精确打磨的玻璃、青铜或铁制物体,并且其形状使得彼此叠放时表面能够精确贴合,以至于中间不留下任何偶然的空虚空间,然后将它们浸湿并彼此叠放,加以挤压使其精确相触,然后再将它们分开,我想你甚至不会在它们之中发现任何偶然的湿气;因为水在本性上并不抵抗实体物体。因此合乎情理的是,在它们被挤压时,既然水在本性上不抵抗实体物体,且在它们中间不存在任何水必须容纳于其中的可见或不可见的空隙,水就会被挤出并退去,而空气更是如此,因为它易于运动,最不具抗力,且在本性上向一切物体退让。此外,相触之物也完全没有必然性通过某种媒介物来相触。因为如果相触之物必然通过某种媒介物彼此触碰,这一过程就必然走向无穷。因为如果空气和水都是可触知物(我们至少感知到它们是冷或是热),那么当我们触碰水时,在我们与空气或水之间是否存在某种东西,抑或不存在?如果不存在,[便非所有相触之物都通过媒介相触;如果存在,]关于那事物又同样会有相同的论证,即在它与我们之间是否存在某种东西,而这将走向无穷。因此,相触之物并非必然通过某种中介彼此相触。并且总括而言,本义上相触之物必然在中间没有任何东西,否则它们甚至不会被称为彼此触碰,如果确如他自己在《物理学》第五卷中所定义的那样,相触之物是指那些极值在一起的事物,而中间有分隔之物的事物则并非在一起。
- 2.218εἰ μὲν οὖν μὴ ἔστιν * * * πάλιν περὶ ἐκείνου ὁ αὐτὸς λόγος
此处标示了写本上的脱文(lacuna)。条件从句 εἰ μὲν οὖν μὴ ἔστιν 对应的主句(即并非所有相触都存在媒介物的结论)以及两难论证的后半肢(εἰ δὲ ἔστιν)脱落;接续的 πάλιν περὶ ἐκείνου ὁ αὐτὸς λόγος 则直接连向假定媒介物存在时的无穷后退论证。
- 2.218ἐπιτιθεμένων ἀλλήλοις ἐφαρμόζειν ἀκριβῶς τὰς ἐπιφανείας
在表示结果的 ὥστε 从句中,ἐπιτιθεμένων [αὐτῶν] ἀλλήλοις 作为独立属格插入以表示条件,宾格 τὰς ἐπιφανείας 则作不定式 ἐφαρμόζειν 的主语。
- 2.218ἅμα δὲ οὐκ ἔστιν ὧν ἐστί τι μεταξὺ τὸ διεῖργον
与前文的 ὧν ἅμα τὰ ἔσχατα(极值在一起者)相对比。述语 ἅμα 的主语补入 τὰ ἔσχατα,结构为:凡中间有分隔之物的事物,其[极值]并非在一起。
