← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§427.31-428.32

依物体的深度与无法直接接触论证肉为媒介物

约安·斐罗庞努斯根据亚里士多德《论灵魂》423a21,提出了肉不是触觉器官而是媒介物的第三个论证。他论述了凡物体皆有深度,且在湿润表面之间必然存在水或空气等媒介物体从而无法直接触碰,同时厘清了文本中的句法破格现象及相关概念的区分。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.218#1

" Ἀπορήσειε δ’ ἄν τις, εἰ πᾶν σῶμα βάθος ἔχει." Ἐντεῦθεν τὸ τρίτον ἐπιχείρημα τῶν δεικνύντων ὅτι ἡ σὰρξ οὐκ ἔστιν αἰσθητήριον ἀλλὰ μεταξύ. ἔστιν δὲ τοῦτο τοιοῦτον. ἔνστασιν, ὡς ἤδη εἶπον, προσφέρει τοῖς αἰσθητήριον εἶναι τὴν σάρκα βουλομένοις καὶ λύει αὐτὴν καὶ πάλιν τὴν λύσιν ἐλέγχει. ἡ δὲ ἔνστασις, ὅτι εἰ ἐπὶ τῶν αἰσθητηρίων τῶν ἄλλων διά τινος μεταξὺ ἡ ἀντίληψις, ἡ δὲ σὰρξ τῷ ἅπτεσθαι τῶν ἁπτῶν ἀντιλαμβάνεται, ἔοικε μὴ εἶναι αἰσθητήριον. δείκνυσιν οὖν ὅτι οὐδὲ ἡ σὰρξ ἅπτεται τοῦ ἁπτοῦ, ἀλλ’ ἔστι τι μεταξύ. εἰ γὰρ πᾶν σῶμα, φησί, βάθος ἔχει, τοῦτο δέ ἐστι τὸ τρίτον μέγεθος (ἀντὶ τοῦ ἡ τρίτη διάστασις· πρώτη γὰρ διάστασις τὸ μῆκος, δευτέρα τὸ πλάτος, τρίτη τὸ βάθος), ὧν ἄρα ἐστὶ μεταξύ1 τι σῶμα, ἀνάγκη βάθος ἀλλότριον εἶναι τούτων μεταξύ, ὁπόσον ἄν ᾖ καὶ ὁπηλίκον. ὧν δ’ ἐστί τι βάθος μεταξὺ ἀλλότριον, ἀδύνατον ταῦτα ἅψασθαι ἀλλήλων. ὅσα δὲ ἀλλοτρίαν ὑγρότητα ἔχει ἐπιπολῆς, σῶμά τι ἔχει περικεχυμένον· ὅσα ἄρα ἐν ὕδατι ἅπτεται ἀλλήλων, ἅτε δὴ βεβρεγμένα ὄντα ἔχει τι μεταξὺ σῶμα καὶ ἀλλήλων οὐχ ἅπτεται. ὥσπερ δὲ τὰ ἐν ὕδατι ἅπτεται ἀλλήλων, οὕτω καὶ τὰ ἐν ἀέρι· καὶ τῶν ἐν ἀέρι ἄρα ἁπτομένων ἐστί τις μεταξὺ ἀήρ. λανθάνει δὲ διὰ τὴν σμικρότητα, ἐπεὶ καὶ τὰ ἐν ὕδατι ἁπτόμενα ἀλλήλων λάθοι ἄν, ὅτι ἔστι μεταξύ τι ὕδωρ, ἀλλ’ οὐ διὰ τοῦτο εἴποιμεν ἄν μὴ εἶναι αὐτῶν τι μεταξύ. ἀπορήσειε δ’ ἄν τις, εἰ πᾶν σῶμα βάθος ἔχει.2 ἀσύντακτον δοκεῖ τὸ χωρίον· εἰπὼν γὰρ ἀπορήσειε δ’ ἄν τις, οὐκ ἐπήγαγε τί ἀπορήσειεν. ἔστι δὲ ἡ ἀπορία αὐτοῦ κατωτέρω· δεῖ γὰρ ἐπισυνάψαι τὸ εἰ διερόν διεροῦ ἅπτεται· τοῦτο γάρ, φησίν, ἀπορεῖται, εἰ τὰ διερά ἅπτονται ἀλλήλων καὶ μὴ ἔστι τι μεταξὺ ἀλλότριον σῶμα. καὶ ἔδειξεν ὅτι ἔστι τὸ ὑγρόν, τοῦτο δὲ σῶμα. τὸ δὲ ὑγρὸν οὐκ ἔστιν ἄνευ σώματος οὐδὲ τὸ διερόν. ὑγρὸν μέν ἐστι τὸ σύμφυτον ἔχον ὑγρότητα, ὡς τὸ ὕδωρ, διερόν δὲ τὸ ἀλλότριον, ὡς ὁ πηλός. τὸ δὲ ὑγρὸν ἐν σώματι ἔχει τὸ εἶναι. οὐκοῦν ἀνάγκη τὸ μὲν ὑγρὸν ὕδωρ εἶναι, τὸ δὲ διερὸν μετέχειν ὕδατος. ἐπεὶ οὖν τὰ ἁπτόμενα ἀλλήλων ἐν ὕδατι οὐκ ἔχει ξηρὰς τὰς ἐπιφανείας, πᾶν δὲ ὑγρὸν μετὰ σώματος, ἔστιν ἄρα τι αὐτῶν μεταξὺ σῶμα, καὶ οὐχ ἅπτονται ἀλλήλων. οὕτως οὖν καὶ τὰ ἐν ἀέρι, εἰ καὶ μᾶλλον λανθάνει ὁ ἀὴρ τοῦ ὕδατος μεταξὺ ὤν, ὁπότε καὶ τὰ ἐν ὕδατι ἁπτόμενα λάθοι ἄν, εἰ ἔστι τι μεταξὺ αὐτῶν. λανθάνει δὲ μᾶλλον ἡμᾶς τὰ ἐν τῷ ἀέρι καὶ τὰ ἐν τῷ ὕδατι ζῷα, εἰ διερόν διεροῦ ἅπτεται. καὶ πρὸς τὸ προσεχές, ὅτι τὰ ἐν ὕδατι ζῷα καὶ τὰ ἐν ἀέρι λανθάνει ἡμᾶς, εἰ ἅπτεται ἀλλήλων, διερῶν οὐσῶν τῶν οἷς ἅπτεται, τουτέστι τῶν ἐπιφανειῶν· διὰ γὰρ τὴν συνέχειαν τὴν πρὸς τὸ ὕδωρ ἢ τὸν ἀέρα οὐκ ἔστιν ἔνδηλον. δείκνυσι δὲ τοῦτο ὅτι εἰ ἐν ὕδατι βρέξαντες τοὺς δακτύλους ἁψόμεθα, μετὰ τὸ χωρισθῆναι ἔτι σώζουσι τὴν ὑγρότητα.

“但是,如果每个物体都具有深度,人们可能会提出疑难。” 由此开始的是表明肉不是感觉器官而是媒介物的诸论证中的第三个。这一论证如下。正如我已经说过的,他对那些主张肉是感觉器官的人提出了异议,解决了这一异议,并再次驳斥了该解决。异议在于:如果在其他感觉器官的情形中感知是通过某种媒介物进行的,而肉是通过触碰可触物来进行感知的,那么它似乎就不是感觉器官。因此他表明,甚至肉也没有触碰到可触物,而是存在某种处于中间之物。因为他说,如果每个物体都具有深度,而这就是第三种量度(用以代替“第三维度”;因为第一维度是长,第二维度是宽,第三维度是深),那么在凡是有某种物体处于其间的事物之间,它们之间必然存在某种外来的深度,无论其多寡或大小。而凡是有某种外来深度处于其间的事物,它们不可能彼此触碰。再者,凡在表面具有外来湿气的事物,都有一种物体倾注于其周围;因此,在水中彼此触碰的事物,既然是浸湿的,它们之间就具有某种物体,因而并没有彼此触碰。正如在水中的事物彼此触碰一样,在空气中的事物亦是如此;因此在空气中相触的事物之间,亦存在某种空气。但由于其微小,这未被察觉,因为即使是在水中彼此触碰的事物,人们亦不会察觉它们之间有某种水存在,但我们并不因此便说它们之间什么都没有。“但是,如果每个物体都具有深度,人们可能会提出疑难。”这段文字似乎在句法上是不连贯的;因为在说了“人们可能会提出疑难”之后,他并没有接着说提出什么疑难。但他的疑难在下文中;因为必须将“如果湿的触碰湿的”这一句连接起来。因为他说,所疑难的是:湿的事物是否彼此触碰而它们之间没有外来的物体。并且他表明了湿气是存在的,而这是一种物体。湿润之物不可能脱离物体而存在,浸湿之物亦是如此。湿润之物是具有生来固有的湿气之物,如水;浸湿之物则是具有外来湿气之物,如泥。而湿气在物体中具有其存在。因此,湿润之物必然是水,而浸湿之物必然分有水。因此,既然在水中彼此触碰的事物表面不是干燥的,而一切湿气都伴随着物体,所以在它们之间就存在某种物体,它们并没有彼此触碰。因此在空气中的事物亦是如此,即使空气处于中间比水处于中间更难被察觉,因为即便是在水中相触的事物,它们之间是否有某种东西处于其间亦可能不被察觉。而对于在空气中的动物和在水中的动物而言,湿的是否触碰湿的更不为我们所察觉。就紧接的文脉而言,在水中的动物和在空气中的动物彼此触碰时,它们借以触碰的东西(即它们的表面)如果是湿的,它们是否触碰亦不为我们所察觉;因为由于与水或空气的连续性,这并不是显而易见的。他通过这一点来表明:如果我们把手指在水中浸湿后相互触碰,在分开之后它们仍然保持着湿气。

语法注2 条
  1. 2.218ὧν ἄρα ἐστὶ μεταξύ τι σῶμα, ἀνάγκη βάθος ἀλλότριον εἶναι τούτων μεταξύ

    关系代词属格 ὧν 由介词性副词 μεταξύ 支配,主句中的指示代词属格 τούτων 作为先行词与之呼应。句子的基本骨架为:“在那些[它们]之间存在某种物体的事物之间,必然存在某种外来的深度”。

  2. 2.218ἀπορήσειε δ’ ἄν τις, εἰ πᾶν σῶμα βάθος ἔχει

    正如斐罗庞努斯本人所指出的(“这段文字似乎在句法上是不连贯的 [ἀσύντακτον]”),主句“人们可能会提出疑难”后面并没有紧接表示疑难内容的从句,而是插入了表示论证前提的“如果每个物体都具有深度”(εἰ πᾶν σῶμα βάθος ἔχει)。斐罗庞努斯解释称,实际的间接疑问从句应当到下文与“如果湿的触碰湿的”(εἰ διερόν διεροῦ ἅπτεται,即“是否相触”)相连接来理解。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:427.31-428.32