- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:426.19-427.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德423a12–423a17,阐明了为何唯独触觉的媒介(肉)生长在身体上而视觉与听觉的媒介则否的原因,并引述舌头在同一部位兼具触觉与味觉的事实,以此说明单一器官完全可以承载多种感觉。
" Ἐξ ἀέρος μὲν γὰρ ἢ ὕδατος ἀδύνατον συστῆναι τὸ ἔμψυχον σῶμα· δεῖ γὰρ στερεὸν εἶναι." Τὴν αἰτίαν εἰπεῖν βούλεται, τίνος ἕνεκα δι’ οὗ μὲν ἡ ἁφὴ γίνεται, προσπέφυκεν ἡμῖν, ἡ σὰρξ λέγω, οὐκέτι δὲ καὶ ὁ ἀὴρ καὶ τὸ ὕδωρ, δι’ ὧν αἱ εἰρημέναι αἰσθήσεις ἀντιλαμβάνονται, συμπεφύκασιν ἡμῖν, ἀλλ’ ἔξωθέν εἰσιν. διότι γάρ, φησίν, ἀδύνατον ἦν τὸ ἔμψυχον σῶμα καὶ ἐν γῇ μέλλον βιοτεύειν1 ἐξ ἑνὸς τῶν ἁπλῶν συστῆναι ἢ ὕδατος ἢ ἀέρος (δεῖ γὰρ ἕκαστον ὡμοιῶσθαι μάλιστα τοῖς ἔνθα διατρίβειν μέλλει), διὰ τούτων δὲ ἡ τῶν εἰρημένων αἰσθήσεων ἀντίληψις, ἀέρος λέγω καὶ ὕδατος, εἰκότως οὐκ ἔστιν ἡμῖν ταῦτα συμπεφυκότα. καὶ γὰρ ὁ τοῖς ὠσὶν ἐγκατῳκοδομημένος ἀὴρ οὐ συμφυής ἐστιν, ἀλλ’ ἀχώριστος. ἐπειδὴ δὲ ἡ ἁφὴ διὰ σαρκὸς ἔχει τὴν ἀντίληψιν, καὶ τοῦτό ἐστιν αὐτῇ τὸ μεταξύ, τοιοῦτον δὲ καὶ τὸ τοῦ ζῴου σῶμα στερεὸν καὶ μικτόν, εἰκότως ἄρα προσπέφυκεν ἡμῖν, καὶ διὰ ταύτην τὴν αἰτίαν διὰ προσπεφυκότος ἡμῖν σώματος τοῦ μεταξὺ ἡ ἀντίληψις τῆς ἁφῆς γίνεται.
“因为有生命的身体不可能由空气或水构成;因为它必须是坚固的。” 他想要说明其原因:为什么触觉借以产生的东西——我指的是肉——生长在我们身上,而上述感觉借以感知的空气和水却不再与我们合为一体,而是处于外部。因为他说,由于有生命的身体,尤其是在陆地上生活的身体,不可能由单一的简单元素(即水或空气)构成(因为每个事物都必须最大程度地相似于它将要居留的场所),而上述感觉的感知是通过这些东西——我指的是空气和水——进行的,因此这些东西不与我们合为一体是合乎情理的。因为甚至筑造在耳朵里的空气也不是合为一体的,而只是不可分离的。但由于触觉是通过肉进行感知的,并且这就是它的媒介物,而动物的身体亦是如此,是坚固且混合的,因此[肉]生长在我们身上是合乎情理的,并且由于这个原因,触觉的感知是通过一个作为媒介物的、生长在我们身上的身体来进行的。
"Ὥστε ἀναγκαῖον τὸ σῶμα εἶναι τὸ μεταξὺ τοῦ ἁπτικοῦ προσπεφυκός, καὶ τὰ ἑξῆς." Οὐκέτι γὰρ ἐκωλύετο προσπεφυκέναι ὡς τὰ ἄλλα τῷ μὴ δύνασθαι τοιοῦτον εἶναι τὸ σῶμα τοῦ ζῴου, ὡς εἴ γε ἠδύναντο, ἀναγκαῖον ἦν κἀκεῖνα προσπεφυκέναι.2 εἰ γὰρ καὶ ἐκ τοιούτου αὐτοὶ συνεστήκαμεν καὶ διὰ τοῦ τοιούτου ἡ τῶν αἰσθητῶν ἀντίληψις,3 τί ἐκώλυεν διὰ τοῦ οἰκείου ὁρᾶν καὶ μὴ δεῖσθαι τοῦ ἀλλοτρίου; ἐπεὶ οὖν ἡ τῶν ἁπτῶν ἀντίληψις διὰ σαρκός, ὡς μεταξὺ τοῦτο, δι’ οὗ γίνεται ἡ τῶν ἁπτῶν ἀντίληψις· τοῦ ἀναγκαίου γὰρ καὶ συντόμου ἡ φύσις στοχάζεται. διὰ τοῦτο οὖν, ἐπεὶ εὗρεν ἐν τοῖς μορίοις τοῦ ζῴου τὴν σάρκα, δι’ ἧς πεφύκασι τὰ ἁπτὰ ἀντιληπτὰ εἶναι, ταύτῃ ἐχρήσατο καὶ οὐκ ἐδεήθη ἑτέρου τινὸς ἔξωθεν μεταξύ.
“因此,作为触觉器官媒介物的身体必然是生长在我们身上的,等等。” 因为[肉生长在我们身上]不再像其他媒介那样受到阻碍——其他媒介是因动物的身体不可能具有那样的本性而受阻;假若它们能够如此,那些媒介亦必然会生长在我们身上。因为倘若我们自身亦是由此类元素构成的,且感觉对象的感知亦是通过此类元素进行的,那么又有什么能阻碍我们通过自身的东西来看,而不需要外在的东西呢?因此,既然对可触物的感知是通过肉进行的,肉就是借以进行可触物感知的媒介物;因为自然旨在达到必然且径直之物。因此由于这个缘故,既然自然在动物的各部分中发现了肉(通过肉,可触物自然能够被感知),它便利用了肉,而不需要任何其他外在的媒介物。
"Δηλοῖ δ’ ὅτι πλείους ἡ ἐπὶ τῆς γλώττης ἁφή· πάντων γὰρ τῶν ἁπτῶν αἰσθάνεται κατὰ τὸ αὐτὸ μόριον καὶ χυμοῦ." Ὁρᾷς ὅπως, ὡς ἔλεγον, καὶ τὰ πρὸ τούτων ἔλεγχος ἦν τοῦ συνημμένου τοῦ ὑποθετικοῦ συλλογισμοῦ, λέγω δὴ ὅτι οὐκ ἀνάγκη, εἰ δι’ ἑνός τινος αἰσθανόμεθα, ἤδη καὶ τὴν αἴσθησιν μίαν εἶναι. ὡς γὰρ τοῦτο προδείξας διὰ τῶν προλαβόντων ὅτι ἐνδέχεται ἑνὸς ὄντος τοῦ ἁπτικοῦ αἰσθητηρίου τῆς σαρκὸς τὰς αἰσθήσεις πλείονας εἶναι, ἐκ τοῦ ὑποθέσθαι τοῦτο συμβῆναι περὶ τὴν σάρκα, ὅπερ ἂν συνέβη, εἰ συμπεφυκὸς ἡμῖν ὁ ἀὴρ ἦν, δι’ οὗ ὁρῶμέν τε καὶ ἀκούομεν καὶ ὀσφραινόμεθα, οὕτως ἐπήγαγε τὸ δηλοῖ δ’ ὅτι πλείους ἡ ἐπὶ τῆς γλώσσης ἁφή. ἐπειδὴ γὰρ οὐκ ἐξ αὐτῶν τῶν πραγμάτων ἡ δεῖξις προῆλθεν, ἀλλὰ δι’ ὑποθέσεως συνήγαγε τὸ ἐνδέχεσθαι δι’ ἑνὸς μὲν γίνεσθαι τὴν τῶν αἰσθητῶν ἀντίληψιν, μὴ μίαν δὲ τὴν αἰσθητικὴν δύναμιν, ὅτι οὐκ ἀδύνατος ἡ ὑπόθεσις, ἐπ’ αὐτῶν τῶν πραγμάτων [αὐτὸ] πιστοῦται,4 λέγω δὴ ἐπὶ τῆς ἁφῆς τῆς ἐπὶ γλώττης. ἰδοὺ γοῦν ἡ γλῶττα καὶ γευστῶν καὶ ἁπτῶν ἐστιν αἰσθητήριον, ἀλλ’ ὅμως ἑτέρα ἐστὶν ἡ γευστικὴ δύναμις τῆς ἁπτικῆς. οὐκ ἄρα ἀληθὴς ὁ λόγος ὁ λέγων, εἰ ἓν εἴη τὸ αἰσθητήριον, ἀνάγκη καὶ τὴν αἴσθησιν μίαν εἶναι· ὅτι γὰρ ἑτέρα ἐστὶν ἡ ἁφὴ παρὰ τὴν γεῦσιν, πρόδηλον, ὅτι ἐν τῷ λοιπῷ σώματι ἁφὴ μέν ἐστι, γεῦσις δὲ οὔ, ἡ δὲ γλῶττα καὶ πάντων τῶν ἁπτῶν ἀντιλαμβάνεται καὶ πρὸς τούτοις χυμῶν.
“而舌头上的触觉表明它们是多个;因为它在同一部位既感知所有的可触物,又感知滋味。” 你看,正如我刚才所说,在此之前的内容亦是对假言三段论之条件命题的驳斥,我指的是:并不必然因为我们通过某种单一的东西来感知,感觉就直接是单一的。因为他在前面的论述中预先表明了,即使触觉器官即肉是单一的,感觉亦可能是多个——这是通过假定在肉身上发生的事情,就如同若我们借以看、听和闻的空气与我们合为一体时所会发生的事情一样——于是他接着说道:“而舌头上的触觉表明它们是多个。”因为证明并非来自事实本身,而是通过假定推导出感觉对象的感知通过单一事物进行而感觉能力却不是单一的是可能的,所以他在事实本身上,我指的是在舌头上的触觉上,确证了这一假定并非不可能。你看,无论如何,舌头既是可尝物的感觉器官,又是可触物的感觉器官,但尝觉能力仍然不同于触觉能力。因此,主张若感觉器官是单一的感觉亦必然是单一的这一论点并不是真实的;因为触觉不同于味觉是显而易见的,因为在身体的其余部分有触觉而没有味觉,但舌头不仅感知所有的可触物,此外还感知滋味。
- 2.215καὶ ἐν γῇ μέλλον βιοτεύειν
καὶ 作为副词具有强调或特指色彩(“尤其是”),依附于修饰 τὸ ἔμψυχον σῶμα 的分词 μέλλον。
- 2.216ὡς εἴ γε ἠδύναντο, ἀναγκαῖον ἦν κἀκεῖνα προσπεφυκέναι
在 ὡς 引出的从属句中的非真实条件句,由从属句 εἴ ἠδύναντο(未完成过去直陈式)和主句 ἀναγκαῖον ἦν(表达必然性的未完成过去直陈式,无 ἄν)构成,意为“倘若它们能够如此,那些媒介亦必然会生长在我们身上”。
- 2.216ὡς μεταξὺ τοῦτο, δι’ οὗ γίνεται ἡ τῶν ἁπτῶν ἀντίληψις
紧接在 ἐπεὶ οὖν ἡ τῶν ἁπτῶν ἀντίληψις διὰ σαρκός 之后的表语性补充从句;τοῦτο 回指 σάρξ,起同位语功能:“肉即是借以进行可触物感知的媒介物”。
- 2.217ὅτι οὐκ ἀδύνατος ἡ ὑπόθεσις, ἐπ’ αὐτῶν τῶν πραγμάτων [αὐτὸ] πιστοῦται
主句的主动词为 πιστοῦται(“确证”)。前置的 ὅτι 从句(“该假定并非不可能”)充当 πιστοῦται 的内容/宾语。
