- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:425.1-426.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对因未见肉之外的其他媒介而将肉视为感觉器官的论点,斐洛庞奴斯通过假想空气与身体合为一体并遮蔽内部器官的比喻予以驳斥。他进一步说明,该论证亦可用于驳斥从单一媒介推导感觉或器官单一性的三段论之条件命题或附加前提。
" Διὸ τὸ τοιοῦτον μόριον τοῦ σώματος ἔοικεν οὕτως ἔχειν ὥσπερ εἰ κύκλῳ ἡμῖν περιεπεφύκει ὁ ἀήρ, καὶ τὰ ἑξῆς." Ὁ δεύτερος λόγος κατασκευάζων τὴν σάρκα αἰσθητήριον ἐκ τοῦ μηδὲν φαίνεσθαι ἄλλο τι παρὰ ταύτην, δι’ οὗ τῶν ἁπτῶν ἀντιλαμβανόμεθα. τοῦτον οὖν διελέγχει ὅτι ἔοικε τοῦτο εἶναι ἡ σάρξ, οἷον ἂν συνέβη, εἰ ὁ ἀὴρ ἡμῖν περιεπεφύκει κύκλῳ καὶ συμφυὴς ἐγεγόνει ἡμῖν οἷον παχυνθείς. ὥσπερ οὖν εἰ τοῦτο συνέβη, διὰ τὸ καλύπτεσθαι τὰ αἰσθητήρια, δι’ ἑνὸς δὲ καὶ τοῦ αὐτοῦ ἀέρος καὶ ἀκούειν καὶ ὁρᾶν καὶ ὀσφραίνεσθαι, ἐδόξαμεν ἓν εἶναι τὸ αἰσθητήριον πάντων τῶν εἰρημένων, ὁρατῶν, ἀκουστῶν, ὀσφραντῶν, τὸν συμφυέντα ἡμῖν ἀέρα, καὶ μηδὲ εἶναι ὅλως ἄλλο τι αἰσθητήριον παρ’ αὐτόν (μηδὲ γὰρ φαίνεται ἡμῖν ἕτερόν τι), ὅπερ νῦν διελέγχεται διὰ τὸ διακρίνεσθαι σαφῶς τὰ αἰσθητήρια, τοῦτο νῦν οἰητέον ἐπὶ τῆς σαρκὸς συμβῆναι1 περιφυείσης ἡμῖν καὶ κρυπτούσης τὰ ἁπτικὰ αἰσθητήρια. ὥστε οὐ παρὰ τὸ μὴ φαίνεσθαι ἕτερόν τι παρὰ τὴν σάρκα, δι’ οὗ τῶν ἁπτῶν ἀντιλαμβανόμεθα, ἤδη τοῦτο ἱκανὸν εἰς ἔλεγχον νομιστέον2 τοῦ εἶναι τὴν σάρκα αἰσθητήριον. δύναται δὲ τοῦτο τὸ ἐπιχείρημα καὶ τοῦ συνημμένου τοῦ συλλογισμοῦ ἔλεγχος εἶναι. ἐφεξῆς γοῦν τούτου καὶ τὸν εἰρημένον παρ’ ἡμῶν τοῦ συνημμένου ἔλεγχον τίθησιν ὁ Ἀριστοτέλης καὶ συνεχῆ ποιεῖ τῷ νῦν ἐπιχειρήματι καὶ ἠρτημένον αὐτοῦ. ἵνα δὲ τοῦτο δείξωμεν, λέγω δὴ ὅτι καὶ διὰ τῶν προκειμένων ῥήσεων τὸ συνημμένον τοῦ συλλογισμοῦ διελέγχεται, ἄνωθεν τὴν λέξιν τὴν προκειμένην καὶ ἐκθήσομεν καὶ ἐξηγησόμεθα. διὸ τὸ τοιοῦτο μόριον τοῦ σώματος ἔοικεν οὕτως ἔχειν, ὥσπερ εἰ κύκλῳ ἡμῖν περιεπεφύκει ὁ ἀήρ· ἐδοκοῦμεν ἂν [ἢ] ἑνί τινι αἰσθάνεσθαι καὶ ψόφου καὶ χρώματος καὶ ὀσμῆς, καὶ μία τις αἴσθησις εἶναι ὄψις, ἀκοή, ὄσφρησις. δείξας μὴ εἶναι τὴν σάρκα αἰσθητήριον δι’ ὧν τὴν ὑπόνοιαν δι’ ἣν ἐδόκει εἶναι αἰσθητήριον ἤλεγξε, τὸ ἄχρονον λέγω τῆς ἀντιλήψεως, καταλειπομένου δὲ τοῦ ταύτην μὲν εἶναι τὸ μεταξὺ σῶμα συμφυές, ἔνδοθεν δὲ εἶναι τὸ ἁπτικὸν αἰσθητήριον, ταύτῃ τῇ δόξῃ χρώμενος τὸ συνημμένον τοῦ ὑποθετικοῦ συλλογισμοῦ ἐλέγχει, δεικνὺς ὅτι οὐκ ἀνάγκη μίαν εἶναι τὴν ἁπτικὴν δύναμιν, ἐπεὶ δι’ ἑνὸς καὶ τοῦ αὐτοῦ γίνεται τῆς σαρκὸς ἡ τῶν ἁπτῶν ἀντίληψις. εἰ γάρ, φησίν, ὁ περικεχυμένος ἡμῖν ἀὴρ συμφυὴς ἡμῖν ἐγεγόνει παχυνθείς, ὥστε ἀποκρύπτειν τὰ αἰσθητήρια, ἐπεὶ δι’ αὐτοῦ ὁρῶμεν καὶ ἀκούομεν καὶ ὀσφραινόμεθα, ἔδοξαν ἂν ἡμῖν αἱ τρεῖς αἰσθήσεις αὗται μία εἶναι, διὰ τὸ δι’ ἑνὸς μὲν τοῦ ἀέρος τῶν τε ὁρατῶν καὶ ἀκουστῶν καὶ ὀσφραντῶν ἀντιλαμβάνεσθαι, ἀποκεκρύφθαι δὲ τὰ κριτικὰ τούτων αἰσθητήρια. ὥσπερ οὖν εἰ καὶ δι’ ἑνὸς ἐγίνετο ἡ ἀντίληψις συμφυοῦς ἡμῖν ὄντος, οὐ παρὰ τοῦτο μία ἂν ἦν ἥ τε ὄψις καὶ ἡ ἀκοὴ καὶ ἡ ὄσφρησις ἀλλὰ πλείους, διὰ τὸ πλείονα καὶ τὰ αἰσθητὰ εἶναι, χρώματα, ψόφους καὶ ὀσμάς, οὕτως οὐδὲ ἐπειδὴ ἡ σὰρξ ἡμῖν προσπέφυκε μία οὖσα, δι’ ἧς πασῶν τῶν ἁπτῶν ἐναντιώσεων πλειόνων οὐσῶν ἀντιλαμβανόμεθα, μία ἂν εἴη ἡ ἁπτικὴ αἴσθησις ἀλλὰ πολλαὶ διὰ τὴν τῶν αἰσθητῶν ἑτερότητα. ἐπὶ μὲν γὰρ τῶν ἄλλων αἰσθήσεων τῷ κεχωρίσθαι ἡμῶν τὸ μεταξὺ δι’ οὗ ἡ ἀντίληψις τῶν αἰσθητῶν, τὸν ἀέρα λέγω, διωρίσθαι δὲ καὶ τὰ ὄργανα αὐτὰ ἀπ’ ἀλλήλων, φανερά ἐστιν αὐτῶν ἡ ἑτερότης· ἐπὶ δὲ τῆς σαρκὸς διὰ τὸ προσπεφυκέναι ἡμῖν αὐτὴν μεταξὺ οὖσαν, ἄδηλον εἰ πολλαὶ αἱ ἁφαί, τῇ μέντοι τῶν ἁπτῶν ἑτερότητι διαγινώσκομεν τὸ τῶν αἰσθήσεων τῶν ἁπτικῶν πλῆθος. μήποτε δὲ καὶ τὸ προκείμενον ἐπιχείρημα ἔτι τῆς προσλήψεως τοῦ συλλογισμοῦ ἐστιν ἀνασκευαστικόν.3 ὅπερ καὶ μᾶλλόν ἐστιν ἀληθές· βούλεται γὰρ καὶ διὰ τούτου δεῖξαι ὅτι οὐκ, ἐπειδὴ δι’ ἑνὸς τῆς σαρκὸς ἡ τῶν ἁπτῶν ἀντίληψις, ἤδη καὶ τὸ ἁπτικὸν αἰσθητήριον ἕν. μήποτε γὰρ ἡ μὲν σὰρξ συμφυής ἐστι μεταξύ, ἔσωθεν δὲ τὰ αἰσθητήρια πλείονα ὄντα, ὡς ἐπὶ τοῦ ὑποδείγματος.
“因此身体的这样一部分似乎就处于这样的状态,就好像空气环绕着我们生长在我们周围一样,等等。” 将肉确立为感觉器官的第二条论据,来自除了肉之外并未显现出任何其他我们借以感知可触物的东西。因此他驳斥这一点道:肉的情形就如同空气环绕着我们周围生长,并可谓因变稠而与我们合为一体时所可能发生的情形一样。正如假若发生这种情形,由于感觉器官被遮盖,且由于是通过同一种空气来听、看和闻,我们就会认为上述所有事物——即可见物、可听物、可闻物——的感觉器官是单一的,即与我们合为一体的空气,并且除它之外根本没有任何其他感觉器官(因为并没有任何其他器官向我们显现出来),而这一点现在因感觉器官被清楚地区分开来而被驳斥;同样,现在亦必须认为在肉的情形中发生了同样的事情,肉环绕着我们生长并隐藏了触觉的感觉器官。因此,绝不能仅仅因为除了肉之外并未显现出任何其他我们借以感知可触物的东西,就认为这足以作为证明肉是感觉器官的依据。而且这一论据亦能够成为对三段论之条件命题的驳斥。无论如何,亚里士多德紧接着提出了我们所说的对条件命题的驳斥,并使之与当前的论据相连贯且依附于它。为了让我们表明这一点,即通过摆在面前的言述,三段论的条件命题亦被驳斥了,我们将从头列出并解释摆在面前的原文。“因此身体的这样一部分似乎就处于这样的状态,就好像空气环绕着我们生长在我们周围一样:我们似乎就会用某种单一的东西感知声音、颜色和气味,而视觉、听觉和嗅觉似乎就会是某种单一的感觉。”在通过驳斥使肉看似感觉器官的臆想——我指的是感知的无时间隔性——而表明肉不是感觉器官之后,鉴于剩下的结论是肉是合为一体的居间物体,而触觉感觉器官在内部,他便利用这一观点来驳斥假言三段论的条件命题,表明并不必然因为对可触物的感知是通过肉这单一且相同的东西进行的,触觉能力就是单一的。因为他说,倘若环绕着我们的空气因变稠而与我们合为一体,以致遮蔽了感觉器官,那么既然我们通过它来看、听和闻,这三种感觉在我们看来就似乎会是单一的,这是因为我们通过单一的空气感知可见物、可听物和可闻物,而判定这些事物的感觉器官被遮蔽了。正如即使感知是通过与我们合为一体的单一事物进行的,视觉、听觉和嗅觉亦不会因此就是单一的,而是多个,这是由于感觉对象(颜色、声音和气味)亦是多个;同样,亦不会因为与我们生长在一起的肉是单一的(尽管我们通过它感知所有那些为数众多的可触对立属性),触觉感觉就是单一的,而是由于感觉对象的相异性而会有许多个。因为在其他感觉的情形中,由于借以感知感觉对象的媒介(我指的是空气)与我们相分离,且器官本身亦彼此区分,它们的相异性是显而易见的;但在肉的情形中,由于肉作为媒介物生长在我们身上,触觉是否为多数并不明显,不过通过可触物的相异性,我们能够辨别出触觉感觉的多样性。或许,摆在面前的论据仍然是对三段论之附加前提的驳斥。而这甚至更为真实;因为他亦想通过这一点表明,并不因为对可触物的感知是通过单一的肉进行的,触觉感觉器官就直接是单一的。因为肉或许是一种合为一体的媒介物,而内部的感觉器官如同例子中那样是多个。
- 2.214ὥσπερ οὖν εἰ τοῦτο συνέβη ... τοῦτο νῦν οἰητέον ἐπὶ τῆς σαρκὸς συμβῆναι
长篇相关句结构(ὥσπερ οὖν εἰ ... τοῦτο νῦν οἰητέον ... συμβῆναι)。前半部分由 ὥσπερ οὖν εἰ τοῦτο συνέβη 引出非真实条件句的主句(ἐδόξαμεν ἓν εἶναι...)及关系从句(ὅπερ νῦν διελέγχεται...);后半部分的 τοῦτο 作为宾格主语,与动词性形容词 οἰητέον 所统辖的不定词 συμβῆναι 搭配,构成呼应。其骨架在于将假想的空气情境(ὥσπερ)类比并应用于实际的肉的情形(τοῦτο... συμβῆναι)。
- 2.214οὐ παρὰ τὸ μὴ φαίνεσθαι ἕτερόν τι παρὰ τὴν σάρκα, δι’ οὗ τῶν ἁπτῶν ἀντιλαμβανόμεθα, ἤδη τοῦτο ἱκανὸν εἰς ἔλεγχον νομιστέον
短语 οὐ παρὰ τὸ + 不定词从句 表示否定的因果推论(“绝非仅仅因为……就应当认为……”)。否定词 οὐ 位于句首,实际否定的是由动词性形容词 νομιστέον 所表达的主句结论,指明仅凭肉之外未显现出其他媒介(παρὰ τὸ μὴ φαίνεσθαι)并不能充分证明肉就是感觉器官。
- 2.214μήποτε δὲ καὶ τὸ προκείμενον ἐπιχείρημα ἔτι τῆς προσλήψεως τοῦ συλλογισμοῦ ἐστιν ἀνασκευαστικόν
在晚期古代注疏中,μήποτε 是表达审慎推测或提出更优替代解释的习用表达(“或许……”)。紧随其后的 ὅπερ καὶ μᾶλλόν ἐστιν ἀληθές(“而这甚至更为真实”)明确表达了注疏者对该解释的倾向和支持。
