- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:424.1-424.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯指出关于触觉是单一感觉的假言三段论潜在地存在于文本之中,阐释了亚里士多德如何驳斥其条件命题和大前提,并比较了亚里士多德与自己在总论中论述次序的差异;随后他注释了引文,说明接触的同时产生感觉并不能证明肉就是感觉器官。
" Πότερον δ’ ἐστὶ τὸ αἰσθητήριον ἐντὸς ἢ οὔ, ἀλλ’ εὐθέως ἡ σάρξ, οὐδὲν δοκεῖ σημεῖον εἶναι τὸ γίνεσθαι τὴν αἴσθησιν ἅμα θιγγανομένων.1" Τὸν παρ’ ἡμῶν ἐν τῇ προθεωρίᾳ εἰρημένον ὑποθετικὸν συλλογισμὸν οὐκ ἔστιν ἄντικρυς ἐν τῷ ῥητῷ εὑρεῖν, ἀλλ’ ἐξ ὧν τήν τε πρόσληψιν αὐτοῦ καὶ τὸ συνημμένον ἀνασκευάζει, δυνάμει καὶ ὁ συλλογισμὸς ἐν τούτοις ἐμπεριέχεται.2 τίς δ’ ἦν ὁ συλλογισμός; εἰ τὸ αἰσθητήριον τῆς ἁφῆς ἕν, τοῦτο δ’ ἐστὶν ἡ σάρξ, ἀνάγκη καὶ τὴν αἴσθησιν μίαν εἶναι· ἀλλὰ μὴν ἓν τὸ αἰσθητήριον ἡ σάρξ· καὶ ἡ ἁφὴ ἄρα μία αἴσθησις. ἀνασκευάζει οὖν ὅτι οὔτε εἰ τὸ αἰσθητήριον ἓν εἴη, μίαν ἀνάγκη εἶναι τὴν αἴσθησιν, ὥσπερ ἔχει ἐπὶ τῆς γλώττης (ἑνὸς γὰρ ὄντος αἰσθητηρίου δύο αἰσθήσεις, ἁφή τε καὶ γεῦσις) καὶ ὅτι ὅλως ἡ σὰρξ οὐκ ἔστιν αἰσθητήριον. ἀλλ’ ἡμεῖς μὲν ἐν τῇ προθεωρίᾳ προτέραν ἐξεθέμεθα 〈τὴν〉 τοῦ συνημμένου ἀνασκευήν, δευτέραν δὲ τὴν τῆς προσλήψεως, ἵνα συνεχῆ ποιήσωμεν τὸν λόγον τὸν κατασκευάζοντα ὅτι ἡ σὰρξ οὐκ ἔστιν αἰσθητήριον, ἀλλὰ μεταξύ. αὐτὸς μέντοι οὐ ταύτῃ κέχρηται τῇ τάξει· ἀλλ’ ἐπεί, ὡς εἶπον, τό τε δεύτερον τῶν προβλημάτων καὶ ἡ ἀνασκευὴ τῆς προσλήψεως τοῦ ὑποθετικοῦ συλλογισμοῦ ἓν ἦν καὶ τὸ αὐτό, λέγω δὴ ὅτι ἡ σὰρξ οὐκ ἐστιν αἰσθητήριον, πρότερον τὰ δύο τῶν ἐπιχειρημάτων, δι’ ὧν δείκνυσι μὴ εἶναι τὴν σάρκα αἰσθητήριον, τίθησιν, εἶτα ἐφεξῆς τὸ συνημμένον τοῦ συλλογισμοῦ διελέγχει καὶ τὴν πρόσληψιν ἐν ταύτῃ τῇ τοῦ δευτέρου προβλήματος κατασκευῇ. δυνάμει δὲ δήπου καὶ τὸν εἰρημένον παρ’ ἡμῶν ὑποθετικὸν συλλογισμὸν ἔθηκεν· μὴ κειμένου γὰρ αὐτόθεν τοῦ συλλογισμοῦ παρὰ τῷ Ἀριστοτέλει, ἐκ τῶν εἰρημένων συνελογίσαντο οἱ ἐξηγηταὶ ὡς τοιοῦτον εἴη τινὰ συλλογισμὸν διελέγχων. πότερον δ’ ἐστὶ τὸ αἰσθητήριον ἐντὸς ἢ οὔ, ἀλλ’ εὐθέως ἡ σάρξ, οὐδὲν δοκεῖ σημεῖον τὸ γίνεσθαι τὴν αἴσθησιν ἅμα θιγγανομένου. τῶν τριῶν ἐπιχειρημάτων, δι’ ὧν δείκνυται ὅτι οὐκ ἔστιν ἡ σὰρξ αἰσθητήριον, τὸ ἓν διὰ τούτων τίθησιν, τοῦτο δ’ ἐστὶν τὸ διελέγχον τὸ ἐπιχείρημα δι’ οὗ ἐδόκει δείκνυσθαι αἰσθητήριον εἶναι ἡ σάρξ, λέγω δὴ τὸ τῆς ἀχρόνου ἀντιλήψεως. τοῦτο οὖν, φησίν, οὐχ ἱκανὸν σημεῖον εἰς τὸ εἶναι τὴν σάρκα αἰσθητήριον, ὁπότε κἂν δι’ ὑμένος τῶν ἁπτῶν θίγωμεν, ἀχρόνως αὐτῶν ἀντιλαμβανόμεθα,3 καίτοι οὐκ ὄντος τοῦ ὑμένος ἐκείνου αἰσθητηρίου, μεταξὺ δ’ ὄντος τῆς τε σαρκὸς καὶ τῶν αἰσθητῶν. τί οὖν κωλύει καὶ τὴν σάρκα τοιοῦτόν τι εἶναι.
“至于感觉器官究竟是在内部,还是并非如此而是直接就是肉,触及的同时感觉便产生这一事实似乎算不上任何证据。” 我们在总论中提到的假言三段论,并不能直接在原文中找到,但根据他驳斥其附加前提与条件命题[大前提]的那些论据,该三段论亦潜在地包含在这些论述之中。那么,这个三段论是什么呢?“如果触觉的感觉器官是单一的,且这就是肉,那么感觉必然亦是单一的;然而感觉器官确实是单一的,即肉;因此触觉亦是单一的感觉。”于是他驳斥道:即使感觉器官是单一的,感觉亦不必然是单一的,正如在舌头上的情形那样(因为器官虽为一个,感觉却有两个,即触觉与味觉);而且肉根本就不是感觉器官。然而,我们在总论中先列出了对条件命题的驳斥,而后列出了对附加前提的驳斥,以便使确立肉并非感觉器官而是媒介物的论述保持连贯。不过,他本人并没有采用这种次序;相反,正如我所说,既然第二个论题与对假言三段论附加前提的驳斥是同一个,即肉不是感觉器官,他就先提出了两条论据,通过它们表明肉不是感觉器官,然后紧接着在确立这第二个论题的过程中驳斥了三段论的条件命题和附加前提。而且他想必亦潜在地设定了我们所说的假言三段论;因为既然这一三段论并没有直接见于亚里士多德的文本,诠释者们便根据所说的话推论出,他所驳斥的正是这样一个三段论。“至于感觉器官究竟是在内部,还是并非如此而是直接就是肉,触及的同时感觉便产生这一事实似乎算不上任何证据。”通过这些话,他提出了用以表明肉不是感觉器官的三条论据之一,而这条论据正是用来驳斥那曾似乎表明肉是感觉器官的论据的——我指的是无时间隔之感知的论据。因此他说,这并不是肉作为感觉器官的充分证据,因为即使我们隔着一层薄膜触及可触物,我们亦会无时间隔地感知到它们,尽管那层薄膜并非感觉器官,而是肉与感觉对象之间的媒介物。那么,又有什么妨碍肉亦是这样一种东西呢?
- 2.213οὐδὲν δοκεῖ σημεῖον εἶναι τὸ γίνεσθαι τὴν αἴσθησιν ἅμα θιγγανομένων
主语是带冠词的不定式短语 τὸ γίνεσθαι τὴν αἴσθησιν,谓语名词短语是 οὐδὲν σημεῖον εἶναι。紧随 ἅμα 的 θιγγανομένων 是属格独立结构,未显明主语,泛指感知的主体,表示“在[人们]触及的同时”。
- 2.213ἀλλ’ ἐξ ὧν τήν τε πρόσληψιν αὐτοῦ καὶ τὸ συνημμένον ἀνασκευάζει, δυνάμει καὶ ὁ συλλογισμὸς ἐν τούτοις ἐμπεριέχεται.
关系代词 ὧν 包含了先行词,介词短语 ἐξ ὧν 整体表示来源或依据:“从他用来驳斥……的那些论据(或内容)出发”。在主句中,与格 δυνάμει 作状语修饰动词 ἐμπεριέχεται,意为“潜在地”。
- 2.213ὁπότε κἂν δι’ ὑμένος τῶν ἁπτῶν θίγωμεν, ἀχρόνως αὐτῶν ἀντιλαμβανόμεθα
ὁπότε 在此作表示原因的连词(“既然”、“因为”),为前面的 οὐχ ἱκανὸν σημεῖον 提供论据。κἂν 为 καὶ ἐάν 的缩合,引导从属条件分句(“即使隔着薄膜触及……”)。
