- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:423.1-423.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯阐述了触觉因涉及多种对立而并非单一感觉的第一条疑难及对其反驳,以及可触知之物不像声音或颜色那样具有单一统一之属的第二条疑难。
" Πᾶσά τε γὰρ αἴσθησις μιᾶς ἐναντιώσεως εἶναι δοκεῖ." Ἐντεῦθεν τὸ πρῶτον ἐπιχείρημα ὅτι οὐ μία αἴσθησις ἡ ἁφή. εἰ γὰρ πᾶσα αἴσθησις μιᾶς ἐναντιώσεώς ἐστι κριτική, ἡ δὲ ἁφὴ πλειόνων, ἀνάγκη ἄρα, ὅσαι εἰσὶν αἱ ἐναντιώσεις ὧν ἀντιλαμβάνεται ἡ ἁφή, τοσαύτας εἶναι καὶ τὰς ἁπτικὰς αἰσθήσεις.
“因为每一种感觉似乎都关涉单一的对立。” 从这里开始是关于触觉并非单一感觉的第一条论据。因为如果每一种感觉都判定单一的对立,而触觉判定多种对立,那么触觉所把握的对立有多少种,触觉性的感觉必然亦同样有多种。
"Ἔχει δέ τινα λύσιν πρός γε ταύτην τὴν ἀπορίαν." Σαλεύει διὰ τούτων τὸ πρότερον ἐπιχείρημα, ὅτι οὐ μόνον ἡ ἁφὴ περὶ πλείους ἀντιθέσεις ἔχει, ἀλλὰ καὶ αἱ λοιπαί. προείπομεν δὲ ἤδη ὅτι τὸ τραχὺ καὶ λεῖον ἐπὶ φωνῆς καὶ λευκὸν καὶ μέλαν κατὰ ἀναλογίαν λέγεται, καὶ ὅτι τὸ μέγα καὶ τὸ μικρὸν τὸ ἐν ψόφοις οὐκ ἔστι τὸ αὐτὸ τῷ ἐπὶ τῶν μεγεθῶν, ὡς λέγομεν μεγάλην γραμμὴν ἢ μέγα σῶμα. ἐπὶ δὲ χρωμάτων μέγα μὲν καὶ μικρὸν οὐ λέγομεν, τραχὺ μέντοι καὶ λεῖον, καὶ σφοδρὸν καὶ ἀμυδρόν. ὁμοίως οὐδὲ ὀσμὴ μεγάλη καὶ μικρὰ λέγεται, ἀλλὰ γλυκεῖα καὶ πικρά, καὶ δριμεῖα καὶ βαρεῖα. δῆλον οὖν ὅτι καὶ ἐνταῦθα οὐ κατὰ ἀναλογίαν τὸ μέγα καὶ τὸ μικρὸν λέγεται, ἀλλ’ ἐπὶ μόνων τῶν ψόφων,1 διότι τὸ μέγα καὶ τὸ μικρὸν τοῦ συνεχοῦς ποσοῦ ἐστι, καὶ τὸ μακρὸν καὶ τὸ βραχύ. ὥσπερ οὖν μακρὸν καὶ βραχὺν ψόφον λέγομεν τὸν ἐν πλείονι ἢ ἐλάττονι παρατάσει χρόνου γινόμενον, διότι ὁ χρόνος συνεχὲς ποσόν, οὕτως ἐπεὶ ἐν κινήσει ἀέρος ὁ ψόφος, ἡ δὲ κίνησις πάλιν συνεχὲς ποσόν, τὸν ἐν μεγάλῃ ἢ μικρᾷ κινήσει γενόμενον ψόφον ἢ μικρὸν ἢ μέγαν λέγομεν. ἐπεὶ οὖν ὁ μὲν ψόφος πάντως μετὰ κινήσεως, λέγω δὴ τῆς κατὰ τόπον, αὕτη δὲ τοῦ ποσοῦ, οὐδὲν δὲ τῶν ἄλλων δεῖται τῆς κατὰ τόπον κινήσεως ὑποκειμένου,2 εἰκότως οὐ σώζεται ἐπὶ ἐκείνων ἡ τοῦ μεγάλου καὶ μικροῦ ἀναλογία.
“然而,至少对于这一疑难存在着某种解决方式。” 通过这些话,他动摇了前面的论据,理由是不仅触觉涉及多种对立,其余的感觉亦是如此。但我们此前已经说过,嗓音上的“粗糙与平滑”以及“白与黑”是按类比而言的,并且声音中的“大与小”并不等同于量度上的“大与小”,如同我们说一条大线或一个大物体那样。而在颜色上我们不说“大与小”,却说“粗糙与平滑”,以及“强烈与微弱”。同样,气味亦不说大和小,而是说甜和苦,以及辛辣和沉滞。因此显而易见,在这里[在其他感觉中]“大与小”亦并非按类比而言,而唯独在声音上言说,因为“大与小”属于连续量,如同“长与短”一样。因此,正如我们将在更长或更短的时间延续中产生的声音称作长音和短音,因为时间是连续量;同样,既然声音存在于空气的运动中,而运动反过来亦是连续量,我们就将在大运动或小运动中产生的声音称作小或大。因此,既然声音完全伴随着运动——我指的当然是位置运动——而运动属于量,且其余感觉对象没有一个需要位置运动作为底层主体,因而在那些对象上“大与小”的类比未能保留便是合情合理的。
"Ἀλλὰ τί τὸ ἓν τὸ ὑποκείμενον, ὥσπερ ἀκοῇ ψόφος, οὕτω τῇ ἁφῇ, οὐκ ἔστιν ἔνδηλον." Τὸ δεύτερον ἐπιχείρημα ὅτι οὐ μία ἡ αἴσθησις. πᾶσα γὰρ αἴσθησις περὶ ἕν τι γένος ἔχει, ὄψις χρώματα, ἀκοὴ ψόφους, γεῦσις χυμούς, ὄσφρησις ὀσμάς· τὰ μέντοι τῇ ἁφῇ ὑποπίπτοντα οὐκ ἔχει ἓν κοινὸν γένος. δόξειε δ’ ἂν μηδὲ ἡ ὄψις περὶ ἕν τι γένος καταγίνεσθαι, εἴ γε αὐτὸς προεῖπεν ὅτι ὁρατόν ἐστι χρῶμά τε καὶ ὃ λόγῳ μὲν ἔστιν εἰπεῖν, ἀνώνυμον δὲ τυγχάνει ὄν.3 λέγω δὲ ὅτι καὶ τοῦτο ὑπὸ τὸ χρῶμα ἀνακτέον· ἔστι γὰρ τὸ ὅλον τοῦτο λαμπρὸν χρῶμα.
“但是,正如声音之于听觉那样,触觉底层那单一的事物是什么,并不明晰。” 这是关于感觉并非单一的第二条论据。因为每一种感觉都关涉某一个属:视觉关涉颜色,听觉关涉声音,味觉关涉滋味,嗅觉关涉气味;然而归入触觉之下的事物并不具有单一的共同之属。不过,如果〔亚里士多德〕自己此前说过可见之物既是颜色,又是那能够用定义来陈述却恰好无名之物,那么视觉似乎亦并不专属于某一个属。但我说,这亦应当归于颜色之下;因为这整个事物乃是一种明亮的颜色。
- 2.211οὐ κατὰ ἀναλογίαν τὸ μέγα καὶ τὸ μικρὸν λέγεται, ἀλλ’ ἐπὶ μόνων τῶν ψόφων
这里的对比“并非按类比而言,而唯独在声音上言说”表明,“大与小”并非被类比地转用到其他感觉(如视觉或嗅觉)上,而是基于声音自身的物理基础(作为连续量的空气位置运动)而特异性地述说声音。
- 2.211οὐδὲν δὲ τῶν ἄλλων δεῖται τῆς κατὰ τόπον κινήσεως ὑποκειμένου
动词 δεῖται 支配属格补足语 τῆς κατὰ τόπον κινήσεως,而 ὑποκειμένου 则充当其表语性补足语(“作为底层主体”)。全句结构意为“其余感觉对象没有一个需要位置运动作为底层主体”。
- 2.212ὃ λόγῳ μὲν ἔστιν εἰπεῖν, ἀνώνυμον δὲ τυγχάνει ὄν
这是一个包含先行词的关系分句,指亚里士多德在《论灵魂》卷二第七章中讨论的在黑暗中发光的磷光物(如发光的真菌、角、鱼鳞等)。菲洛波诺斯将其归结为“明亮的颜色”,从而维护了视觉对象的单一属。
